«Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ»ΚΟΙΝΩΝΙΚΟΝ ΘΕΟΦΑΝΕΙΩΝ ΗΧΟΣ ΒΑΡΥΣ ΖΑΡΚΟΣ ΓΡΗΓΟΡΙΟΣ

Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντας σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.

«Τὴν χεῖρά σου τὴν ἁψαμένην» ΔΟΞΑΣΤΙΚΟ Θ΄ΩΡΑΣ ΘΕΟΦΑΝΕΙΩΝ ΙΑΚΩΒΟΣ ΝΑΥΠΛΙΩΤΗΣ

Τὴν χεῖρά σου τὴν ἁψαμένην, τὴν ἀκήρατον κορυφὴν τοῦ Δεσπότου  μεθ᾽ ἧς καὶ δακτύλῳ αὐτόν, ἡμῖν καθυπέδειξας, ἔπαρον ὑπὲρ ἡμῶν, Βαπτιστά, ὡς παρρησίαν ἔχων πολλήν· καὶ γὰρ μείζων τῶν Προφητῶν ἁπάντων, ὑπ᾽ αὐτοῦ μεμαρτύρησαι. Τοὺς ὀφθαλμούς σου πάλιν δέ, τοὺς τὸ Πανάγιον Πνεῦμα κατιδόντας, ὡς ἐν εἴδει περιστερᾶς κατελθόν, ἀναπέτασον πρὸς αὐτὸν Βαπτιστά, ἵλεων ἡμῖν ἀπεργασάμενος. Καὶ δεῦρο στῆθι μεθ᾽ ἡμῶν  ἐπισφραγίζων τὸν ὕμνον, καὶ προεξάρχων τῆς πανηγύρεως.

«Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε» Ἀπολυτίκιον Θεοφανείων Ἦχος α΄ ΜΑΪΣΤΟΡΕΣ

Ἀπολυτίκιον Ἦχος α΄

Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

«ΝΑΜΑΤΑ ΙΟΡΔΑΝΕΙΑ» ΜΑΪΔΑΝΟΓΛΟΥ ΣΠΥΡΙΔΩΝ ΗΧΟΣ ΠΛ. Β΄

Δόξα… Ἦχος πλ. β’ Ἀνατολίου

Νάματα Ἰορδάνια περιεβάλου Σωτήρ, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον• καὶ ἔκλινας κορυφὴν τῷ Προδρόμῳ ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, ἵνα ἐπιστρέψῃς κόσμον ἐκ πλάνης, καὶ σώσῃς τάς ψυχὰς ἡμῶν.