ΙΔΙΟΜΕΛΑ Α΄ ΩΡΑΣ ΘΕΟΦΑΝΕΙΩΝ

Ἦχος πλ. δ᾽

Σήμερον τῶν ὑδάτων ἁγιάζεται ἡ φύσις· καὶ ῥήγνυται ὁ Ἰορδάνης, καὶ τῶν ἰδίων ναμάτων ἐπέχει τὸ ῥεῦμα, Δεσπότην ὁρῶν ῥυπτόμενον.

Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ.

Ἦχος πλ. δ᾽

Ὡς ἄνθρωπος ἐν ποταμῷ ἦλθες Χριστὲ Βασιλεῦ, καὶ δουλικὸν Βάπτισμα λαβεῖν, σπεύδεις ἀγαθέ, ὑπὸ τῶν τοῦ Προδρόμου χειρῶν, διὰ τὰς ἁμαρτίας ἡμῶν φιλάνθρωπε.

Δόξα… Καὶ νῦν…Ἦχος πλ. δ᾽

Πρὸς τὴν φωνὴν τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, ἦλθες Κύριε, μορφὴν δούλου λαβών, Βάπτισμα αἰτῶν, ὁ μὴ γνοὺς ἁμαρτίαν. Εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν· σύντρομος γέγονεν ὁ Πρόδρομος, καὶ ἐβόησε λέγων· Πῶς φωτίσει ὁ λύχνος τὸ Φῶς; πῶς χειροθετήσει ὁ δοῦλος τὸν Δεσπότην; Ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα Σωτήρ, ὁ αἴρων τοῦ κόσμου τὴν ἁμαρτίαν.

«Τὴν χεῖρά σου τὴν ἁψαμένην» ΗΧΟΣ ΠΛ. Α΄ ΔΟΞΑΣΤΙΚΟ Θ’ ΩΡΑΣ ΘΕΟΦΑΝΕΙΩΝ ΧΑΤΖΗΧΡΟΝΟΓΛΟΥ ΓΕΩΡΓΙΟΣ

Τὴν χεῖρά σου τὴν ἁψαμένην, τὴν ἀκήρατον κορυφὴν τοῦ Δεσπότου  μεθ᾽ ἧς καὶ δακτύλῳ αὐτόν, ἡμῖν καθυπέδειξας, ἔπαρον ὑπὲρ ἡμῶν, Βαπτιστά, ὡς παρρησίαν ἔχων πολλήν· καὶ γὰρ μείζων τῶν Προφητῶν ἁπάντων, ὑπ᾽ αὐτοῦ μεμαρτύρησαι. Τοὺς ὀφθαλμούς σου πάλιν δέ, τοὺς τὸ Πανάγιον Πνεῦμα κατιδόντας, ὡς ἐν εἴδει περιστερᾶς κατελθόν, ἀναπέτασον πρὸς αὐτὸν Βαπτιστά, ἵλεων ἡμῖν ἀπεργασάμενος. Καὶ δεῦρο στῆθι μεθ᾽ ἡμῶν ἐπισφραγίζων τὸν ὕμνον, καὶ προεξάρχων τῆς πανηγύρεως.

 

«Ἐρχόμενος μετὰ σαρκός, πρὸς Ἰορδάνην Κύριε» ΗΧΟΣ ΠΛ. Α΄ ΔΟΞΑΣΤΙΚΟ Γ΄ΩΡΑΣ ΤΩΝ ΘΕΟΦΑΝΕΙΩΝ

Δόξα… Ἦχος πλ. α᾽

Ἐρχόμενος μετὰ σαρκός, πρὸς Ἰορδάνην Κύριε, βαπτισθῆναι θέλων, ἐν σχήματι ἀνθρώπου ζωοδότα, ἵνα τοὺς πλανηθέντας ἡμᾶς ὡς εὔσπλαγχνος, πάσης μηχανῆς καὶ παγίδος τοῦ δράκοντος, ῥυσάμενος φωτίσῃς, ἐκ Πατρὸς μεμαρτύρησαι, τὸ δὲ θεῖον Πνεῦμα, περιστερᾶς ἐν εἴδει σοι ἐπέστη. Ἀλλ᾽ οἴκισον ψυχαῖς ἡμετέραις σαυτόν, φιλάνθρωπε.

Εορτάζοντες την 4ην του μηνός Ιανουαρίου


  • Η ΣΥΝΑΞΗ ΤΩΝ ΑΓΙΩΝ 70 ΑΠΟΣΤΟΛΩΝ

  • ΟΙ ΑΓΙΟΙ ΖΩΣΙΜΟΣ ο μοναχός και ΑΘΑΝΑΣΙΟΣ ο κομενταρήσιος

  • Ο ΟΣΙΟΣ ΘΕΟΚΤΙΣΤΟΣ ηγούμενος Κουκουμίου

  • Η ΟΣΙΑ ΑΠΟΛΛΙΝΑΡΙΑ η Συγκλητική

  • ΟΙ ΑΓΙΟΙ ΕΞ ΜΑΡΤΥΡΕΣ

  • Ο ΟΣΙΟΣ ΕΥΘΥΜΙΟΣ ο νέος

  • ΟΙ ΑΓΙΟΙ ΧΡΥΣΑΝΘΟΣ και ΕΥΦΗΜΙΑ

  • Ο ΟΣΙΟΣ ΕΥΘΥΜΙΟΣ ηγούμενος Βατοπεδίου και οι ΔΩΔΕΚΑ ΜΟΝΑΧΟΙ Βατοπεδινοί

  • Ο ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΡΑΣ ΟΝΟΥΦΡΙΟΣ

  • Ο ΑΓΙΟΣ ΓΑΪΟΣ ο Μακεδών απόστολος από τους 70

  • Ο ΟΣΙΟΣ ΘΕΟΠΡΟΒΟΣ επίσκοπος Καρπασίας Κύπρου

  • Ο ΟΣΙΟΣ ΕΥΣΤΑΘΙΟΣ ο Α’ Αρχιεπίσκοπος Ζερβών

  • Ο ΟΣΙΟΣ ΑΧΙΛΛΕΑΣ ο Διάκονος της Λαύρας Κιέβου

Αναλυτικά

Συνέχεια ανάγνωσης Εορτάζοντες την 4ην του μηνός Ιανουαρίου