7 ΙΑΝΟΥΑΡΙΟΥ 2013
† Δευτέρα (α΄ μεθέορτος ἡμέρα τῶν Θεοφανείων). Τοῦ τιμίου ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ ᾿Ιωάννου
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦχος α’
ὁ α’ χορὸς
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Ἀπολυτίκιον τῆς ἑορτῆς
Ἦχος α’
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ὁ β’ χορός
Δόξα Πατρί… Ἀπολυτίκιον τοῦ Ἁγίου
Ἦχος β’
Μνήμη δικαίου μετ᾽ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾄδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν…
Ἀπολυτίκιον τῆς ἑορτῆς
Ἦχος α’
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
Συναπτὴμικράκαὶἡ Ἐκφώνησις
Ὅτισὸντὸκράτος…
Μετὰτὴνα‘ Στιχολογίαν
ὁα’ χορὸς
Κάθισμα Ἦχος α’
Τοῦ λίθου σφραγισθέντος
Τοῦ Ἰησοῦ γεννηθέντος ἐκ Παρθένου Μαρίας, καὶ ἐν Ἰορδάνῃ βαπτισθέντος ὑπὸ Ἰωάννου, τὸ πνεῦμα κατῆλθεν ἐπ᾽αὐτόν, ὁρώμενον ἐν εἴδει περιστερᾶς· διὰ τοῦτο ὁ Προφήτης, σὺν τοῖς Ἀγγέλοις ἔλεγε κραυγάζων· Δόξα τῇ παρουσίᾳ σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε φιλάνθρωπε.
ὁ β’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν… Τὸ αὐτὸ
Τοῦ Ἰησοῦ γεννηθέντος ἐκ Παρθένου…….
Μετὰ τὴν β’ Στιχολογίαν
ὁ α’ χορὸς
Κάθισμα Ἦχος δ’
Ἐπεφάνης σήμερον
Ἐν τοῖς ῥείθροις βλέψας σε τοῦ Ἰορδάνου, βαπτισθῆναι θέλοντα, ὁ μέγας Πρόδρομος Χριστέ, ἐν εὐφροσύνῃ ἐκραύγαζεν· Ἦλθες ἐφάνης τὸ φῶς τὸ ἀπρόσιτον.
ὁ β’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν… Τὸ αὐτὸ
Ἐν τοῖς ῥείθροις βλέψας σε
Ὁ Ν’ ψαλμὸς χύμα
ΣῶσονὁΘεὸςτὸνλαὸνσου…Ἐλέεικαὶοἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
Κανὼν τοῦ Κυρίου Κοσμᾶ οὗ ἡ Ἀκροστιχίς.
Βάπτισμα ῥύψις γηγενῶν ἁμαρτάδος.
ᾠδὴ α’ Ἦχος β’
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ἀδὰμ τὸν φθαρέντα ἀγαπλάττει, ῥείθροις Ἰορδάνου καὶ δρακόντων, κεφαλὰς ἐμφωλευόντων διαθλάττει, ὁ Βασιλεὺς τῶν αἰώνων Κύριος, ὅτι δεδόξασται.
ὁ α’ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Πυρὶ τῆς θεότητος ἀΰλῳ, σάρκα ὑλικὴν ἠμφιεσμένος, Ἰορδάνου περιβάλλεται τὸ νᾶμα, ὁ σαρκωθεὶς ἐκ Παρθένου Κύριος, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Τὸν ῥύπον ὁ σμήχων τῶν ἀνθρώπων, τούτοις καθαρθεὶς ἐν Ἰορδάνῃ, οἷς θελήσας ὡμοιώθη ὃ ἦν μείνας, τοὺς ἐν σκότει φωτίζει Κύριος, ὅτι δεδόξασται.
Καὶ τοῦ Ἁγίου εἰς ς’ οὗ ἡ ἀκροστιχίς·
Βαπτιστὰ Χριστοῦ, τοὺς ἐπαίνους μου δέχου
Θεοφάνους
ᾠδὴ α’ Ἦχος β’ Ὁ Εἱρμὸς
Τῷ τὴν ἄβατον
ὁ α’ χορὸς
Στιχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Βαπτιζόμενον, τῷ τῶν παθῶν μου κλύδωνι, Πρόδρομε ταῖς πρεσβείαις σου, φθάσας διάσωσον· ἀπαθείας γὰρ αὐτός, γέγονας δοχεῖον σεπτόν, καὶ καθαρώτατον, Κυρίῳ ἄνωθεν, ἐκ βρέφους ἀνακείμενος.
ὁ β’ χορὸς
Στιχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Βαπτιζόμενον, τῷ τῶν παθῶν μου κλύδωνι,…….
ὁ α’ χορὸς
Στιχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ἀγαλλόμενος, ὁ Θεῷ παριστάμενος, Ἄγγελος τὸν ἰσάγγελον, εὐηγγελίσατο, Ζαχαρία τῷ σεπτῷ, σοῦ ἱεραρχοῦντι Πατρί, σὲ παμμακάριστε, Κυρίου Πρόδρομον, καὶ φίλον γενησόμενον.
ὁ β’ χορὸς
Στιχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Πλήρης γέγονας, τοῦ Παναγίου Πνεύματος, ἔτι κοιλίᾳ σῆς Μητρός, ἒνδον φερόμενος, καὶ σκιρτήματι τερπνῷ, τὸν τῆς Παρθενίας καρπόν, χαίρων ἐμήνυσας, καὶ προσεκύνησας, Προφῆτα πανσεβάσμιε.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Τὸν τὴν ἄβατον, πᾶσιν ἀνθρώποις πρότερον, ξένην ὁδὸν βιώσεως, ἀποτεμόμενον, καὶ βαπτίσαντα Χριστόν, ἐν ταῖς Ἰορδάνου ῥοαῖς, ἀνευφημήσωμεν, Κυρίου Πρόδρομον, τὸν θεῖον καὶ θεόφρονα.
ὁ β΄ χορὸς
Καὶ νῦν…
Θεοτοκίον
Ἱερώτατον, τῆς Παρθενίας τέμενος, ἡ ἐν γαστρὶ Θεὸν Λόγον, κυοφορήσασα, τοὺς προστρέχοντας εἰς σέ, καὶ προσκαλουμένους Ἁγνή, σῷζε πρεσβείαις σου, κινδύνων λύουσα, τὴν ἔφοδον πανάμωμε.
ᾠδὴ γ’
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Ἰσχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα, διὸ πιστοὶ βοήσωμεν. Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
ὁ β΄ χορὸς
Ἰσχὺν ὁ διδούς,…
ὁ α’ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Στειρεύουσα πρίν, ἠτεκνωμένη δεινῶς σήμερον, εὐφραίνου Χριστοῦ ἡ Ἐκκλησία, δι’ ὕδατος καὶ Πνεύματος, υἱοὶ γὰρ σοι γεγέννηνται, ἐν πίστει ἀνακράζοντες. Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
ὁ β΄ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Μεγάλη φωνῇ, ἐν τῇ ἐρήμῳ βοᾷ Πρόδρομος΄ Χριστοῦ ἑτοιμάσατε ὁδούς, καὶ τρίβους τοῦ Θεοῦ ἡμῶν, εὐθείας ἀπεργάσασθε, ἐν πίστει ἀνακράζοντες. Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Ὠδὴγ‘
ἘνπέτρᾳμετῆςΠίστεως
ὁα’ χορὸς
Στιχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Στειρώσεως τὸ ὄνειδος διαλύσας, ἐπέγνως τῆς Παρθένου τὸν θεῖον Τόκον, σκιρτήσας ἀγαλλόμενος ἐν κοιλίᾳ, Μητρὸς πανεύφημε, Ἀγγέλων σύσκηνε, τοῦ Κυρίου Πρόδρομε, μύστα τῆς χάριτος.
ὁβχορὸς
Στιχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Τάς τρίβους προητοίμασας τοῦ Κυρίου, βαδίσας πρὸ προσώπου αὐτοῦ Προφῆτα· ὡς λύχνος πᾶσι φαίνων γὰρ τὸ τῆς δόξης, Πατρὸς ἀπαύγασμα, φανὲν σώματι, δι᾽ ὕδατος ὑπέδειξας, πάντων πρόκριτε.
ὁα’ χορὸς
ΔόξαΠατρί…
Ἀνέτειλας ὡς ὄρθρος δικαιοσύνης, τὸν Ἥλιον μηνύων τοῖς ἐν τῷ σκότει· τῆς πάντων σωτηρίας σὺ γὰρ ἐγένου, κήρυξ καὶ Πρόδρομος, καὶ πᾶσιν ἔλεγες· Τῷ Χριστῷ προσέλθετε, πίστει καὶ σῴζεσθε.
ὁ β΄ χορὸς
Καὶνῦν…
Θεοτοκίον
Χαρὰν τὴν ἀνεκλάλητον δεξαμένη, συνέλαβες ἀσπόρως τὸν σὸν Δεσπότην, τὸν πᾶσαν τὴν ὑφήλιον Θεομῆτορ, ἀνακαλούμενον· ᾧ καὶ κραυγάζομεν· ὩςοὐκἒστινἍγιος, πλὴνσουΚύριε.
Συναπτὴμικράκαὶἡ Ἐκφώνησις
ὍτισὺεἶὁΘεὸςἡμῶν,…
ὁ β΄ χορὸς
Κάθισμα Ἦχος α’
Τὸν τάφον σου Σωτὴρ
Ὁ μέγας ὑετός, πρὸς ποτάμια ῥεῖθρα, προέρχεται σαρκί, βαπτισθῆναι θελήσας· πρὸς ὃν ὁ θεῖος Πρόδρομος, ἐκθαμβούμενος ἔλεγε· Πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως; πῶς ἐκτείνω μου, τὴν δεξιὰν ἐπὶ κάραν, ἣν τρέμει τὰ σύμπαντα;
ὁ α΄ χορὸς
Δόξα… Καὶ νῦν… Ἦχος δ’
Κατεπλάγη Ἰωσὴφ
Ἑκὼν κατῆλθε ἐπὶ γῆς, καὶ ἐσαρκώθη δι᾽ ἡμᾶς, ὡς ηὐδόκησεν αὐτός, ὁ ἀκατάληπτος Θεός, καὶ βαπτισθῆναι ἠνέσχετο ὁ φωτισμὸς ἡμῶν· ὅθεν πρὸς αὐτὸν ἀπεφθέγγετο, ὁ Πρόδρομος βοῶν· Οὐ τολμῶ σου Σωτήρ, τῆς κορυφῆς ἐφάψασθαι, ὁρῶν σου, τὸ ἀκατάληπτον Κύριε, ὁ πάντα Λόγε, πρὸς τὸ συμφέρον, οἰκονομήσας δόξα σοι.
ᾠδὴ δ’
ὁ β΄ χορὸς
Ὁ Εἱρμὸς
Ἀκήκοε Κύριε φωνῆς σου, ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε. Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
ὁ α’ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Ῥυπτόμενον ἥλιον τὶς εἶδεν, ὁ Κήρυξ βοᾷ, τὸν ἔκλαμπρον τῇ φύσει, ἵνα σε ὕδασιν ἀπαύγασμα τῆς δόξης, Πατρὸς χαρακτὴρ ἀϊδίου ἐκπλύνω, καὶ χόρτος ὢν, πυρὶ ψαύσω τῆς σῆς θεότητος; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
ὁ β΄ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ὑπέφηνεν ἔνθεον ἣν εἶχεν, εὐλάβειαν Μωσῆς περιτυχών σοι, ὡς γὰρ τῆς βάτου σε φωνήσαντα ᾐσθήθη, εὐθὺς ἀπεστράφη τὰς ὄψεις, ἐγὼ δὲ πῶς βλέψω σε τρανῶς; ἢ πῶς χειροθετήσω σε; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
ὁ α’ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ψυχῆς τελῶν ἔμφρονος, καὶ λόγῳ τιμώμενος, ἀψύχων εὐλαβοῦμαι, εἶ γὰρ βαπτίσω σε, κατήγορόν μοὶ ἔσται, πυρὶ καπνιζόμενον ὄρος, φυγοῦσα δὲ θάλασσα διχῇ, καὶ Ἰορδάνης οὗτος στραφείς, σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.
ᾨδὴ δ’
Ὑμνῶ σε ἀκοῇ γὰρ Κύριε
ὁ β΄ χορὸς
Στιχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ῥυπῶντας ἀποπλύνειν ὕδατι, ἀπεστάλης πρὸς τοῦ Δεσπότου, εὐτρεπίζων δέχεσθαι, τὸν αἴροντα τὴν ἁμαρτίαν Χριστόν, καὶ τὴν πλάνην ἀπελαύνοντα, θεογνωσίας αἴγλῃ πανσεβάσμιε.
ὁ α΄ χορὸς
Στιχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ῥυπῶντας ἀποπλύνειν ὕδατι…..
ὁ β’ χορὸς
Στιχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ἰοῦ με δρακοντίου δήγματος, ἰαθῆναι μάκαρ δυσώπει, ὁ τὸν Χριστὸν νάμασι, βαπτίσας τοῖς τοῦ Ἰορδάνου· ἐν ᾧ τῶν δρακόντων ἐμφωλεύουσαν, τὴν πονηρίαν ὁ Σωτὴρ συνέθλασε.
ὁ α’ χορὸς
Στιχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Σοφίᾳ τοῦ Θεοῦ κοσμούμενος, προελήλυθας Χριστοκήρυξ· βοῶντος γὰρ γέγονας, κραυγάζουσα Μετανοεῖτε φωνή·ὡς Προφήτης προηγόρευσας, τὸν ὑπὲρ πάντας ἀνθρώπους σε δεικνύοντα.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Τὴν ξένην καὶ ἀνθρώποις ἄτριπτον, ἐπαγόμενος πολιτείαν, ἐπέστης τοῖς ὕδασι, πανάριστε τοῦ Ἰορδάνου, φωνῆς τοῦ Πατρὸς ἀκροασόμενος, καὶ παρουσίαν Πνεύματος ὀψόμενος.
ὁ α’ χορὸς
Καὶ νῦν…
Θεοτοκίον
Ὁ πάντα πλαστουργήσας Κύριος, καθ᾽ ἡμᾶς αὐτὸς πλαστουργεῖται· ὑποδὺς γὰρ Πάναγνε τὴν μήτραν σου τὴν Παναγίαν, μορφὴν τῶν ἀνθρώπων ἠμφιάσατο,…..
ὁ β΄ χορὸς
..καὶ τὴν αὐτοῦ εἰκόνα διεσώσατο.
ᾠδὴ ε’
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου, καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ἐν ᾧ τήν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται.
ὁ β΄ χορὸς
Ἰησοῦς ὁ ζωῆς ἀρχηγός,…
ὁ α’ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Συνελθόντων ἀπείρων λαῶν, ὑπὸ Ἰωάννου βαπτισθῆναι, αὐτὸς ἐν μέσῳ ἔστη, προσεφώνει δὲ τοῖς παροῦσι. Τὶς ἔδειξεν ἀπειθεῖς, τὴν ὀργὴν ὑμῖν ἐκκλῖναι τὴν μέλλουσαν; καρποὺς ἀξίους Χριστῷ ἐκτελεῖτε, παρὼν γὰρ νῦν, εἰρήνην χαρίζεται.
ὁ β΄ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Γεωργὸς ὁ καὶ δημιουργός, μέσος ἑστηκὼς ὡς εἷς ἁπάντων, καρδίας ἐμβατεύει, καθαρτήριον δὲ πτύον χειρισάμενος, τὴν παγκόσμιον ἅλωνα πανσόφως διΐστησι, τήν ἀκαρπίαν φλέγων, εὐκαρποῦσιν αἰώνιον, ζωὴν χαριζόμενος.
ᾨδή ε’
Ὁ φωτισμός,
ὁ α’ χορὸς
Στιχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ὑπερφυοῦς, ἀρετῆς λαμπηδόσιν ἠγλαϊσμένος, ὡς ἐξ οὐρανίου μυσταγωγίας, ῥείθροις ἐπέστης,, Ἰορδάνου βαπτίζων, καὶ καθαίρων διὰ τοῦ ὕδατος, Πρόδρομε τοὺς πίστει, ψυχῆς προσιόντας σοι.
ὁ β’ χορὸς
Στιχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Τὸ καθαρόν, καὶ ἀκήρατον φέγγος μέλλων βαπτίζειν, σκεῦος καθαρότητος ἀνεδείχθης· μείζων γὰρ πάντων, ὑπ’ αὐτοῦ προεκρίθης. Προφητῶν τε σεβασμιώτερος· τὸν προφητευθέντα, ἰδεῖν γὰρ ἠξίωσαι.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Ὁ προσταλείς, πρὸ προσώπου Κυρίου καὶ τάς εὐθείας, τρίβους τοῖς ἀνθρώποις ὑποδεικνύων, ἅπτεται τρέμων κορυφῆς τοῦ Δεσπότου, καὶ βαπτίζει λέγων ὁ Πρόδρομος· Ἕτερον ἐκτός σου, Θεὸν οὐκ ἐπίσταμαι.
ὁ β΄ χορὸς
Καὶ νῦν…
Θεοτοκίον
Υἱὸς Θεοῦ, ὁ Υἱός σου Παρθένε σαφῶς ἐδείχθη, ἔργα ὡς Θεὸς τελῶν βουλήσει μόνῃ· ὅθεν σε πάντες ἀληθῶς Θεοτόκον, καὶ κυρίως ἐπονομάζομεν· ἄλλην γὰρ Μητέρα,…..
ὁ α’ χορὸς
…..Θεοῦ οὐ γινώσκομεν.
ᾠδὴ ς’
ὁ β΄ χορὸς
Ὁ Εἱρμὸς
Ἡ φωνὴ τοῦ Λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, ὁ τοῦ Ἠλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ, μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε. ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.
ὁ α’ χορὸς
Ἡ φωνὴ τοῦ Λόγου…
ὁ β΄ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Γεννηθεὶς ἀῤῥεύστως, ἐκ Θεοῦ καὶ Πατρός, ἐκ τῆς Παρθένου, δίχα σαρκοῦται ῥύπου Χριστός, οὗ τὸν ἱμάντα, τὴν ἐξ ἡμῶν τοῦ Λόγου συνάφειαν, λύειν ἀμήχανον, διδάσκει ὁ Πρόδρομος, γηγενεῖς ἐκ πλάνης λυτρούμενος.
ὁ α’ χορὸς
Στίχ.Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἐν πυρὶ βαπτίζει, τελευταίῳ Χριστός, τοὺς ἀπειθοῦντας, καὶ μὴ Θεὸν φρονοῦντας αὐτόν, ἐν Πνεύματι δὲ καινοποιεῖ, δι’ ὕδατος χάριτι, τοὺς ἐπιγνώμονας αὐτοῦ τῆς θεότητος, τῶν πλημμελημάτων λυτρούμενος.
ᾨδὴ ς’
Ἐν ἀβύσσῳ πταισμάτων
ὁ β’ χορὸς
Στιχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Σὺ τοῦ Λόγου φωνὴ προελήλυθας, καὶ ὡς Ἑωσφόρος ἀστὴρ ἀνατέταλκας, προκαταγγέλλων Πρόδρομε, σαφῶς Δικαιοσύνης τὸν Ἥλιον.
ὁ α’ χορὸς
Στιχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ἐπιγείους φροντίδας ἠγνόησας, καὶ τάς οὐρανίους ἐλπίδας ἐπλούτησας, ἐπὶ τῆς γῆς ὡς Ἄγγελος, τὴν ζωὴν διανύσας πανόλβιε.
ὁ β΄ χορὸς
Δόξα Πατρὶ…
Προφητῶν σε σφραγῖδα γινώσκομεν, ὡς τῇ Παλαιᾷ καὶ Καινῇ μεσιτεύσαντα, καὶ Βαπτιστὴν καὶ Πρόδρομον, τοῦ Σωτῆρος Χριστοῦ καταγγέλλομεν.
ὁ α’ χορὸς
Καὶ νῦν…
Θεοτοκίον
Ἀνερμήνευτος ὄντως ἡ σύλληψις, ἄφραστος ὁ τόκος σου καὶ ἀκατάληπτος, πᾶσι πιστοῖς γνωρίζεται, καὶ πιστεύεται μόνη Θεονυμφε.
Συναπτὴμικράκαὶἡ Ἐκφώνησις
ΣὺγὰρεἶὁΒασιλεύς…
Κοντάκιοναὐτομέλον
Ἦχοςπλ. β‘
Τὴν σωματικὴν σου παρουσίαν δεδοικὼς ὁ Ἰορδάνης, τρόμῳ ὑπεστρέφετο, τὴν πνευματικὴν δὲ λειτουργίαν ἐκπληρῶν ὁ Ἰωάννης, φόβῳ ὑπεστέλλετο· τῶν Ἀγγέλων αἱ τάξεις ἐξεπλήττοντο, ὁρῶσαί σε ἐν ῥείθροις σαρκὶ βαπτιζόμενον, καὶ πάντες οἱ ἐν τῷ σκότει κατηυγάζοντο, ἀνυμνοῦντές σε τὸν φανέντα, καὶφωτίσαντατὰπάντα.
Ὁ Οἶκος
Τῷ τυφλωθέντι Ἀδὰμ ἐν Ἐδέμ, ἐφάνη Ἥλιος ἐν Βηθλεέμ, καὶ ἤνοιξεν αὐτοῦ τάς κόρας, ἀποπλύνας αὐτὰς Ἰορδάνου τοῖς ὕδασι τῷ μεμελανωμένῳ καὶ συνεσκοτισμένῳ φῶς ἀνέτειλεν ἄσβεστον· οὐκ ἔτι αὐτῷ νύξ, ἀλλὰ πάντα ἡμέρα· τὸ πρὸς πρωῒ πρωΐ, δι᾽ αὐτὸν ἐγεννήθη· δειλινὸν γὰρ ἐκρύβη ὡς γέγραπται· εὗρεν αὐγήν, ἐγείρουσαν αὐτόν· ὁ πρὸς ἑσπέραν πεσών, ἀπηλλάγη τοῦ γνόφου, καὶ ἔφθασε πρὸς Ὄρθρον τὸν φανέντα, καὶ φωτίσαντα τὰ πάντα.
Συναξάριον
ΤῇΖ‘ τοῦ αὐτοῦ μηνός, Ἡ Σύναξις τοῦ Ἁγίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Συνέδραμε δὲ καὶ ἡ τῆς παντίμου καὶ ἁγίας αὐτοῦ Χειρὸς πρὸς τὴν Βασιλεύουσαν μετένεξις.
Στίχοι
- Ἐμὴ σε γλῶσσα Κήρυξ πῶς ἂν αἰνέσῃ,
- Ὃν γλῶσσα Χριστοῦ γηγενῶν μείζω λέγει;
- Μνήμη ἐβδομάτη Προδρόμου λάχεν αἰδοίοιο.
Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾠδὴ α’ ἦχος β’
Βυθοῦ ἀνεκάλυψε πυθμένα καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
Ἰαμβικὸς
Στίβει θαλάσσης, κυματούμενον σάλον,
Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον,
Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,
Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,
Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.
ᾠδὴ γ’
ὁ α’ χορός
Ἰσχὺν ὁ διδοὺς τοῖς βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα, διὸ πιστοὶ βοήσωμεν, οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος πλήν σου Κύριε.
Ἰαμβικὸς
ὁβ’ χορός
Ὅσοι παλαιῶν ἐκλελύμεθα βρόχων,
Βορῶν λεόντων συντεθλασμένων μύλας,
Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,
Λόγῳ πλέκοντες ἐκ λόγων μελῳδίαν,
Ὢ τῶν πρὸς ἡμᾶς…
ὁ α’ χορός
…ἥδεται δωρημάτων.
ᾠδὴ δ’
ὁβ’ χορός
Ἀκήκοε Κύριε φωνῆς σου, ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ, ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε. Σὺ εἶ Χριστός, Θεοῦ Σοφία καὶ Δύναμις.
Ἰαμβικὸς
ὁ α’ χορός
Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,
Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,
Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,
Σάρκωσιν ἐμφαίνουσαν ἀῤῥήτου Λόγου,
Ὢ τῶν δυναστῶν…
ὁβ’ χορός
…τὰ κράτη συνετρίβη.
ᾠδὴε‘
ὁ α’ χορός
Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου, καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ἐν ᾧ τήν ἔχθραν κτείνας, ὑπερέχουσαν, πάντα νοῦν εἰρήνην χαρίζεται.
Ἰαμβικὸς
ὁβ’ χορός
Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου,
Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,
Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,
Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,
Μόνοις προσιτήν,…
ὁ α’ χορός
…οἷς Θεὸς κατηλλάγη.
ᾠδὴ Ϛ’
ὁβ’ χορός
Ἡ φωνὴ τοῦ λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ, Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε, ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.
Ἰαμβικὸς
ὁ α’ χορός
Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ,
Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο,
Ναί, φησίν, οὗτος, συμφυὴς γόνος πέλων,
Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,
Λόγος τέ μου ζῶν,…
ὁβ’ χορός
…καὶ βροτὸς προμηθείᾳ.
ᾠδὴ ζ’
ὁ α’ χορός
Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις, ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἰαμβικὸς
ὁβ’ χορός
Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τὰς κάρας,
Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα,
Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,
Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,
Ὅλην πλύνει δέ,…
ὁ α’ χορός
…τῇ τοῦ Πνεύματος δρόσῳ.
ᾠδὴ η’
ὁβ’ χορός
Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.
Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ἰαμβικὸς
ὁ α’ χορός
Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται,
Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.
Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.
Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον,
Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
Ὠδὴ θ’
ΜΕΤΑ ΜΕΓΑΛΥΝΑΡΙΩΝ
ὁ α’ χορός
Ἦχος β’
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.
ὁ β’ χορός
Ἦχος β’
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.
ὁ α’ χορός
Μεγάλυνον ψυχή μου, τὸν ἐν Ἰορδάνῃ, ἐλθόντα βαπτισθῆναι.
ὁ β’ χορός
Μεγάλυνον ψυχή μου, τὸν ὑπὸ Προδρόμου, τὸ βάπτισμα λαβόντα.
ὁ α’ χορός
Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς πατρῴας, φωνῆς μαρτυρηθέντα.
Ὁ Εἱρμὸς
Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε, ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου, καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν, σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Μεγάλυνον ψυχή μου, τὸν ἕνα τῆς Τριάδος, κλίναντα τὸν αὐχένα, καὶ βάπτισμα λαβόντα.
Δαυΐδ πάρεσο Πνεύματι τοῖς φωτιζομένοις΄ Νῦν προσέλθετε, ἄδε, πρὸς Θεόν, ἐν πίστει λέγων φωτίσθητε, οὗτος ὁ πτωχὸς ἐκέκραξεν Ἀδὰμ ἐν πτώσει΄ καὶ γὰρ αὐτοῦ εἰσήκουσε Κύριος ἐλθὼν ῥείθροις τοῦ Ἰορδάνου, φθαρέντα δὲ ἀνεκαίνισεν.
ὁ α’ χορός
Προφῆτα, δεῦρο πρὸς με, ἔκτεινον τὴν χεῖρα, καὶ βάπτισόν με τάχος.
Ὁ Ἡσαΐας΄ Λούσασθε, καὶ καθάρθητε φάσκει, τὰς πονηρίας ἔναντι, ἀφέλεσθε Κυρίου, οἱ διψῶντες, ὕδωρ ἐπὶ ζῶν πορεύεσθε, ῥανεῖ γὰρ ὕδωρ καινοποιὸν Χριστός, τοῖς προστρέχουσιν αὐτῷ ἐν πίστει, καὶ πρὸς ζωὴν τὴν ἀγήρω, βαπτίζει Πνεύματι.
ὁ β’ χορός
Προφῆτα, ἄφες ἄρτι, καὶ βάπτισόν με θέλων· πληρῶσαι καὶ γὰρ ἦλθον, πᾶσαν δικαιοσύνην.
Συντηρώμεθα χάριτι, πιστοὶ καὶ σφραγῖδι. Ὡς γὰρ ὄλεθρον ἔφυγον, φλιᾶς Ἑβραῖοι πάλαι αἱμαχθείσης, οὕτω καὶ ἡμῖν ἐξόδιον τὸ θεῖον τοῦτο, τῆς παλιγγενεσίας λουτήριον ἔσται΄ ἔνθεν καὶ τῆς Τριάδος, ὀψόμεθα φῶς τὸ ἄδυτον.
ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ
ᾨδὴ θ’
Ἡ τὸν πρὸ Ἡλίου φωστῆρα
ὁ α’ χορὸς
Στιχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ἐκ τῆς ἐρημίας, ἡ Πρόδρομος φωνή, τὸν Λόγον δείκνυσι, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, καὶ παρόντα περιχαρῶς, βαπτίζειν εὐτρεπίζεται, τὸν τάς ψυχὰς καθαίροντα, τῆς ἁμαρτίας διὰ πίστεως.
ὁ β’ χορὸς
Στιχ. Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Χάρις τε καὶ Νόμος, μεσίτην σε σεπτόν, σαφῶς προβάλλεται, τὸν μὲν σφραγίζοντα, τῆς δὲ ἀρχόμενον, τὸν ἁπάντων τῶν Προφητῶν, τῷ Λόγῳ προτιμώμενον, τὸν ὑπὲρ τὰ ὁρώμενα, νῦν βεβηκότα Πανσεβάσμιε.
ὁ α’ χορός
Δόξα Πατρί…
Ὁ τοῖς ἀσωμάτοις, ἐφάμιλλον ζωὴν ἐπιδειξάμενος, Ἀγγελικαῖς χορείαις συνευφραίνεται, καὶ τῷ θρόνῳ παρεστηκώς, τοῦ Δεσπότου ἀγάλλεται, τοῖς εὐφημοῦσιν ἄφεσιν, καὶ σωτηρίαν ἐξαιτούμενος
ὁ β’ χορός
Καὶ νῦν…
Θεοτοκίον
Ὑπὲρ εὐσπλαγχνίαν, ὁ πάντων Λυτρωτής, ἄνθρωπος γίνεται, καὶ σαρκικὴν καταδέχεται γέννησιν, φιλάνθρωπος ὑπὲρ ἀνθρώπων, ὁ φύσει ὢν φιλάνθρωπος, παρθενικῆς ἐκ μήτρας σου, Θεογεννῆτορ παμμακάριστε.
ὁ α’ χορὸς
Καταβασία
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, τῶν ἄνω στρατευμάτων.
Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε, ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου, καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν, σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.
ὁ β’ χορὸς
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Ἰαμβικὸς
Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!
Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη,
Δι’ ἧς τυχόντες παντελοῦς σωτηρίας,
Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,
Δῶρον φέροντες ὕμνον εὐχαριστίαςὁ α’ χορὸς
Συναπτὴμικράκαὶἡ Ἐκφώνησις
Ὅτισὲαἰνοῦσιπᾶσαιαἱδυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Γυναῖκες ἀκουτίσθητε
Προφήτην σε προέφησε, τῶν Προφητῶν ὑπέρτερον, ἐν γεννητοῖς ὁ Δεσπότης, γυναικῶν μείζονα πάντων· ὃν γὰρ Προφῆται ἅπαντες, καὶ Νόμος προκατήγγειλαν, Χριστὸν σαρκὶ ἑώρακας, ὃν καὶ βαπτίσας ἐδείχθης, σεβασμιώτερος πάντων.
ὁ β’ χορός
Καὶ τῆς Ἑορτῆς
Ἐπεσκέψατο ἡμᾶς Ἦχος γ’.
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε, καὶ γὰρ ἦλθεν, ἐφάνη, τὸ φῶς τὸἀπρόσιτον.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος α’.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.
ὁ α’ χορός
Ὃτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
ὁ β’ χορός
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
ὁ α’ χορός
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
ὁ α’ χορός
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.
ὁ β’ χορός
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.
ὁ α’ χορός
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
ὁ α’ χορός
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.
ὁ β’ χορός
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.
ὁ α’ χορός
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.
ὁ β’ χορός
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.
ΨΑΛΜΟΣ ΡΜΘ’ (149)
ὁ α’ χορός
ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.
ὁ β’ χορός
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.
ὁ α’ χορός
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ , ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
ὁ β’ χορός
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
ὁ α’ χορός
Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
ὁ β’ χορός
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
ὁ α’ χορός
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.
ὁ α’ χορός
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ἦχοςα‘ ΓερμανοῦΠατριάρχου
Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὃ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὃ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὁαὐτὸς
Πῶς σε Χριστέ, δοῦλοι τὸν Δεσπότην ἀξίως τιμήσωμεν; ὅτι ἐν τοῖς ὕδασι, πάντας ἡμᾶς ἀνεκαίνισας.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὁαὐτὸς
Σὺ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὁ Σωτὴρ ἡμῶν, τὰ ῥεῖθρα ἡγίασας, τῇ παλάμῃ τοῦ δούλου χειροθετούμενος, καὶ τὰ πάθη τοῦ Κόσμου ἰώμενος. Μέγα τὸ μυστήριον τῆς οἰκονομίας σου! φιλάνθρωπε Κύριε, δόξα σοι.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὁαὐτὸς
Τὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φωτισμὸν δωρεῖται. Βαπτίζεται Χριστὸς μεθ’ ἡμῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος, ἐνίησι τὸν ἁγιασμὸν τῷ ὕδατι, καὶ ψυχῶν τοῦτο καθάρσιον γίνεται, ἐπίγειον τὸ φαινόμενον, καὶ ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον, διὰ λουτροῦ σωτηρία, δι’ ὕδατος τὸ Πνεῦμα, διὰ καταδύσεως, ἡ πρός Θεὸν ἡμῶν ἄνοδος γίνεται, θαυμάσια τὰ ἔργα σου Κύριε! δόξα σοι.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὁαὐτὸς
Ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνεια, καὶ τὴν ἐμὴν καθαίρεται κάθαρσιν, ὁ τοῦ κόσμου αἴρων τὴν ἁμαρτίαν, καὶ ὑπὸ τοῦ συγγενοῦς ἄνωθεν μαρτυρεῖται Πνεύματος, Υἱὸς μονογενὴς ὑπάρχων τοῦ ὑψίστου Πατρός, πρὸς ὃν βοήσωμεν΄ Ὁ ἐπιφανεὶς καὶ σώσας ἡμᾶς, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
ὁ α’ χορός
Δόξα Πατρί… Ἦχος πλ. β’
Ἄγγελος ἐκ στειρωτικῶν ὠδίνων, προῆλθες Βαπτιστά, ἐξ αὐτῶν τῶν σπαργάνων τὴν ἔρημον οἰκήσας, σφραγίς τε πάντων τῶν Προφητῶν ἐδείχθης· ὂν γὰρ ἐκεῖνοι πολυτρόπως ἐθεάσαντο, καὶ αἰνιγματωδῶς προεκήρυξαν, τοῦτον βαπτίσαι ἐν Ἰορδάνῃ κατηξιώθης· φωνῆς τε ἀκήκοας, Πατρικῆς οὐρανόθεν, μαρτυρούσης αὐτοῦ τὴν Υἱότητα· καὶ τὸ Πνεῦμα εἶδες περιστερᾶς ἐν εἴδει, τὴν φωνὴν ἕλκον ἐπὶ τὸν βαπτιζόμενον. Ἀλλ’ ὦ πάντων τῶν Προφητῶν ὑπέρτερε, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν πιστῶς σου τελούντων τὰ μνημόσυνα.
ὁ β’ χορός
Καὶ νῦν… Ἦχος β’ Ἀνατολίου
Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται, κορυφῆς τοῦ Δεσπότου. Αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν….
Δοξολογία Μεγάλη
Εἰς ἦχον β’
ὁ α’ χορός
…Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον.
ὁ β’ χορός
- · Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
- · Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
- · Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
- · Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
- · Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
- · Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
- · Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
- · Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
- · Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
- · Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
- · Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
- · Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
- · Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
- · Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
- · Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
- · Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός
ὁ α’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος α’
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ παρόντα
ΑΝΤΙΦΩΝΑ
᾽Αντίφωνον α´
ὁα’ χορός
Ἦχοςβ´.
Στίχ. α‘. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. β’. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ,Ἰσραὴλ ἐξουσία αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁα’ χορός
Στίχ. γ’. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ β’ χορός
Στίχ. δ‘. Τί σοι ἔστι θάλασσα ὅτι ἔφυγες; καὶ σύ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁα’ χορός
ΔόξαΠατρὶ… Καὶνῦν…
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ἈντίφωνονΒ‘
ὁ β’ χορός
Ἦχοςβ‘
Στίχ. α‘. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.
ὁα’ χορός
Στίχ. β’. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ…
ὁ β’ χορός
Στίχ. γ’. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ…
ὁα’ χορός
Στίχ. δ’. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ…
ὁ β’ χορός
Δόξα Πατρί…
ὁ α’ χορός
Καὶνῦνκαὶἀεὶ…
ὁ β’ χορός
Ὁμονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
ἈντίφωνονΓ‘
ὁ α’ χορός
Ἦχοςα‘
Στίχ. α‘. Ἐξομολογεῖσθε τῷ Κυρίω, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ὁ β’ χορός
Στίχ. β‘. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε…
ὁ α’ χορός
Στίχ. γ‘. Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε…
ὁ β’ χορός
Στίχ. δ‘. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸ Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε…
Εἴσοδος.
Εἰσοδικὸν
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὃταν τελεῖται συλλείτουργον)
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς…
ὁβ’ χορὸς
…ψάλλοντάς σοι, Ἀλληλούϊα.
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
τὸἈπολυτίκιοντῆςἙορτῆς
Ἦχοςα‘
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ὁ β’ χορός
ἈπολυτίκιοντοῦἉγίου
Ἦχοςβ‘
Μνήμη δικαίου μετ᾽ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾄδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχονταἡμῖντὸμέγαἔλεος.
ὁ α’ χορός
ΤοῦΝαοῦ
ὁ β’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
τὸ Κοντάκιον Ἦχος δ’
Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ’ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε. Ἦλθες ἐφάνης τὸ Φῶς τὸἀπρόσιτον.
Ἀντὶ δὲ τοῦ Τρισαγίου
Ἦχος α’.
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα.
᾽Απόστολος
Προκείμενον. Ἦχος βαρύς
Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.
Στίχ. Εἰσάκουσον ὁ Θεὸς τῆς φωνῆς μου
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα
( 19:1-8)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο ἐν τῷ τὸν ᾿Απολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς ῎Εφεσον· καὶ εὑρὼν μαθητάς τινας εἶπε πρὸς αὐτούς· εἰ Πνεῦμα ῞Αγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν· ἀλλ᾿ οὐδὲ εἰ Πνεῦμα ῞Αγιόν ἐστιν ἠκούσαμεν. Εἶπέ τε πρὸς αὐτούς· εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπον· εἰς τὸ ᾿Ιωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· ᾿Ιωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ᾿ ἔστιν εἰς τὸν ᾿Ιησοῦν Χριστόν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου ᾿Ιησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ ῞Αγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος, καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.
Ἀλληλούϊα. (γ’) Ἦχος δ΄
Δίκαιος ὡς φοίνιξ ἀνθήσει.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ἰωάννην
α΄ 29 – 34
Τῷ καιρῷ ἐκείνῳ, βλέπει ὁ Ἰωάννης τὸν ᾽Ιησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· ῎Ιδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον. ᾽Οπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ἵνα φανερωθῇ τῷ ᾽Ισραὴλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων. Καὶ ἐμαρτύρησεν ᾽Ιωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν· κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· ᾽Εφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ. Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.
ὁ α’ χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
Εἰς τό᾽Εξαιρέτως
ὁ α’ χορός
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!
Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη,
Δι’ ἧς τυχόντες παντελοῦς σωτηρίας,
Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,
Δῶρον φέροντες ὕμνονεὐχαριστίας.
Κοινωνικὸν
ὁ β’ χορός
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
᾽Αντί τοῦ· «Εἴδομεν τό φῶς…».
ὁ α’ χορός
Ἀπολυτίκιον. Ἦχος α’.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα, καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ὁ β’ χορός
ἦχος πλ. α΄
Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
ἦχος β’
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀπόλυσις
«῾Ο ἐν ᾿Ιορδάνῃ ὑπὸ ᾿Ιωάννου βαπτισθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν…, τοῦ τιμίου ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ ᾿Ιωάννου, οὗ τὴν μνήμην ἐπιτελοῦμεν…»
7 ΙΑΝ13 ΕΟΡΤΗ ΤΗΣ ΣΥΝΑΞΕΩΣ ΤΟΥ ΤΙΜΙΟΥ ΕΝΔΟΞΟΥ ΒΑΠΤΙΣΤΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ