«ΟΣΙΕ ΠΑΤΕΡ» ΔΟΞΑΣΤΙΚΟ ΑΠΟΣΤΙΧΩΝ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ ΗΧΟΣ ΠΛ. Β΄

Δόξα… Ἦχος πλ. β’

Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι’ ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

«ΑΠΟΣΤΙΧΑ ΕΣΠΕΡΙΝΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΗ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ» ΗΧΟΣ ΠΛ. Δ΄

Ἦχος πλ. δ’

Ὢ τοῦ παραδόξου θαύματος

Πάτερ Ἰωάννη πάνσοφε, τὴν Ἐκκλησίαν Χριστοῦ, κατεφαίδρυνας ᾄσμασιν, ἐνθεαστικώτατα, μελῳδῶν παναοίδιμε, τῇ ἐνεργείᾳ Πάτερ τοῦ Πνεύματος, τὴν σὴν Κινύραν, ἀνακρουόμενος, νῦν παναρμόνιον, τοῦ Δαυῒδ μιμούμενος, ἣν ἐνηχῶν, θείοις μελῳδήμασι, πάντας κατέθελξας.

 

Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον.

 

Πάτερ Ἰωάννη ἔνδοξε, τῆς κοσμικῆς ἀποστάς, ταραχώδους συγχύσεως, τοῦ Χριστοῦ προσέδραμες, τῇ γαλήνῃ Πανόσιε, καὶ θεωρίας, θείας καὶ πράξεως, τὰς πανολβίους, σαφῶς λαμπρότητας, ὄντως ἐπλούτησας, καὶ πιστοῖς μετέδωκας, θεοπρεπεῖ, βίῳ λαμπρυνόμενος, Μακαριώτατε.

 

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

 

Δεῦτε γηγενεῖς ἐν ᾄσμασι, τὴν ἱερὰν καὶ σεπτήν, τοῦ Ὁσίου πανήγυριν,, Ἰωάννου σήμερον, εὐσεβῶς ἀνυμνήσωμεν· οὗτος γὰρ ὄντως, θείας ἐλλάμψεως, κατηξιώθη τὸ φῶς εἰσδέξασθαι. Ὢ τῆς ἀφάτου σου, εὐσπλαγχνίας Κύριε! δι’ ἧς ἡμεῖς, ἔγνωμεν δοξάζειν σε, τὸν ὑπεράγαθον.

«Ἀθλητικὴν ὁδεύσασα ὁδόν» ΔΟΞΑΣΤΙΚΟ ΑΙΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΑΓΙΑΣ ΒΑΡΒΑΡΑΣ ΗΧΟΣ ΠΛ. Β΄

Δόξα… Ἦχος πλ. β’

Ἰωάννου Μοναχοῦ

Ἀθλητικὴν ὁδεύσασα ὁδόν, προγονικὴν ἐξέφυγες βουλήν, Βαρβάρα πανσεβάσμιε, καὶ ὡς μὲν Παρθένος φρονίμη, λαμπαδηφόρος εἰσῆλθες, εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου, ὡς δὲ Μάρτυς ἀνδρεία, χάριν ἔλαβες ἰατρεύειν, τῆς σαρκὸς σαθρὰν λύμην. Ἀλλὰ καὶ ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε, ψυχικῶν ἀλγηδόνων ἐκλύτρωσαι, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.

«Πατρίδα, γένος, ὕπαρξιν» ΔΟΞΑΣΤΙΚΟ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΑΓΙΑΣ ΒΑΡΒΑΡΑΣ ΗΧΟΣ ΠΛ. Β΄ΣΤΑΝΙΤΣΑΣ ΘΡΑΣΥΒΟΥΛΟΣ

 

Δόξα… Ἦχος πλ. β’

Πατρίδα, γένος, ὕπαρξιν, καταλιποῦσα Βαρβάρα, καὶ τὸν ἀσεβῆ πατέρα μισήσασα, Θεὸν ἠγάπησας, ᾧ ἐνυμφεύθης, καὶ γέγονας μεγαλέμπορος κληθεῖσα· Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εορτάζοντες την 4ην του μηνός Δεκεμβρίου

https://i0.wp.com/pigizois.net/sinaxaristis/12/04.jpg


  • Η ΑΓΙΑ ΒΑΡΒΑΡΑ η Μεγαλομάρτυς
  • Ο ΟΣΙΟΣ ΙΩΑΝΝΗΣ ο Δαμασκηνός
  • Ο ΟΣΙΟΣ ΙΩΑΝΝΗΣ επίσκοπος Πολυβότου, ο Θαυματουργός
  • Η ΑΓΙΑ ΙΟΥΛΙΑΝΗ
  • ΟΙ ΑΓΙΟΙ ΧΡΙΣΤΟΔΟΥΛΟΣ & ΧΡΙΣΤΟΔΟΥΛΗ η Παρθένος
  • ΜΝΗΜΗ ΤΩΝ ΔΩΔΕΚΑ ΠΡΟΦΗΤΩΝ
  • Ο ΑΓΙΟΣ ΣΕΡΑΦΕΙΜ ο Νέος Ιερομάρτυρας
  • Ο ΟΣΙΟΣ ΚΑΣΣΙΑΝΟΣ
  • Ο ΑΓΙΟΣ ΚΡΥΣΠΟΣ
  • Ο ΑΓΙΟΣ ΔΑΜΑΣΟΣ (Πορτογάλος)

Αναλυτικά

Συνέχεια ανάγνωσης Εορτάζοντες την 4ην του μηνός Δεκεμβρίου