ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ ΙΓ΄ΛΟΥΚΑ ΚΑΙ ΑΠΟΔΟΣΕΩΣ ΤΗΣ ΕΟΡΤΗΣ ΤΩΝ ΕΙΣΟΔΙΩΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΕΟΡΤΗΣ ΑΓΙΑΣ ΑΙΚΑΤΕΡΙΝΗΣ

25 NOEΜΒΡΙΟΥ 2012

† ΚΥΡΙΑΚΗ ΚΕ΄ (ΙΓ΄ ΛΟΥΚΑ).

† ᾿Απόδοσις τῶν Εἰσ­ο­δίων, Αἰκατερίνης τῆς μεγα­λο­μάρ­τυρος (†313)· Μερκου­ρίου μεγα­λο­μάρ­τυρος.

῏Ηχος πλ. δ΄, ἑωθινὸν γ΄


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

Ἦχος πλ. δ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ΑΠΟΛΥΤΙΚΙΑ

ὁ α’ χορός

Ἀπολυτίκιον. Ἦχος πλ. δ´.

ξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

ὁ β’ χορός

Δόξα Πατρί… Τῆς Ἁγίας

Ἦχος πλ. α’

Τὸν συνάναρχον Λόγον

Τὴν πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερῖναν τὴν θείαν καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν, ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψοὺς τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ μαχαίρᾳ, καὶ νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.

 ὁ α’ χορός

Ἀπολυτίκιον τῆς Ἑορτῆς

Καὶ νῦν  … Ἦχος δ’

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς   πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  Ὅτι σὸν τὸ κράτος…

Tὸ Ψαλτήριον καὶ ὁ ἄ­μωμος 

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Ἦχος πλ. δ’.

νέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς Γυναιξὶν ἐβόα· Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε, κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

ὁ β’ χορός

Δόξα Πατρί… Τὴν σοφίαν καὶ Λόγον

ναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας Γυναιξί, κηρῦξαι τὴν ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται· καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο, ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενα, καὶ πιστεύσας ἐβόησε· Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν, τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.

Τῆς Ἑορτῆς

ὁ α’ χορός

Ἦχος α’

Καὶ νῦν…

Τὸν τάφον σου Σωτὴρ

Δικαίων ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, ἱερῷ  ἐν ἁγίῳ, σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν΄ ἣν ηὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας. Ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.

 

.

Μετὰ τὴν β´ Στιχολογίαν, ἕτερα

ὁ β’ χορός

νθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς σου ἐν Σιών. Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι.

ὁ α’ χορός

Δόξα Πατρί…

Τὰ μύρα τῆς ταφῆς, αἱ Γυναῖκες κομίσασαι, φωνῆς Ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον· Παύσασθε τῶν δακρύων, καὶ ἀντὶ λύπης χαρὰν κομίσασθε, κράξατε ἀνυμνοῦσαι, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

Τῆς Ἑορτῆς

ὁ β’ χορός

Ἦχος δ’ –

Καὶ νῦν…

Κατεπλάγη Ἰωσὴφ

Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν. Τῷ θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός. Μεγάλη ὄντως, ἡ πρόοδος σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε.


Τὰ ἀναστάσιμα εὐλογητάρια.

ὁ α’ χορός

Ἦχος πλ. α

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.

ὁ β’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

ὁ β’ χορός

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

ὁ α’ χορός

Δόξα Πατρί… Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορός

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

 Ὅτι ηὐλόγηταί σου…

 Ἡ Ὑπακοή. Ἦχος πλ. δ’.

Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον· ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΑΝΑΒΑΘΜΟΙ

Ἀντίφωνον Α´

ὁ α’ χορός

κ νεότητός μου ὁ ἐχθρὸς με πειράζει, ταῖς ἡδοναῖς φλέγει με, ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε τροποῦμαι τοῦτον.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος, συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων.

ὁ α’ χορός
Δόξα Πατρί… Καὶ νῦν…

γίῳ Πνεύματι, τὸ ζῇν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας, σὺν Πατρὶ ὑμνοῦμεν αὐτῷ καὶ τῷ Λόγῳ.

Ἀντίφωνον Β´

ὁ β’ χορός

καρδία μου τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα, μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον.

ὁ α’ χορός

πὶ τὸν Κύριον ὁ ἐσχηκώς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα κρινεῖ καὶ κολάσει.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

γίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων, εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.

Ἀντίφωνον Γ´

ὁ α’ χορός

κέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ᾂρῃς με, ἀπὸ τῶν ἐνθένδε.

 ὁ β’ χορός

πὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἡ γέρα τῶν βεβιωμένων.

ὁ α’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

γίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.

Ἀντίφωνον Δ´

ὁ β’ χορός

δοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν.

ὁ α’ χορός

Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.

ὁ β’ χορός

Δόξα Πατρί… Καὶ νῦν…

γίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως΄ Θεὸς τοῦτο γὰρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως.

Προκείμενον

ὁ α’ χορός

Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.

ὁ β’ χορός

Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.

ὁ α’ χορός

Στίχ. Αἴνει ἡ ψυχή μου τὸν Κύριον.

Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, …

ὁ β’ χορός

εἰς γενεὰν καὶ γενεάν.


Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου

 

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

Ἦχος β’.

μήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ’).

ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι.

ὁ β’ Χορὸς

Καὶ τῷ Πνεύματί σου.

ὁ Ἱερεὺς: κ τοῦ κατὰ Μάρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

ὁ Διάκονος: Πρόσχωμεν.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.

ΕΩΘΙΝΟΝ Γ’ Μαρκ.( ΙϚ’, 9-20)

ὁ Ἱερεὺς: ναστὰς ὁ Ἰησοῦς πρωΐ πρώτῃ Σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ’ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. Κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ’ αὐτῆς ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις, εἰς ἀγρόν. Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς, οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὕστερον, ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τήν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον, οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα, κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθείς, σωθήσεται, ὁ δὲ ἀπιστήσας, κατακριθήσεται. σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει, ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι, γλώσσαις λαλήσουσι καιναῖς, ὄφεις ἀροῦσι, κἂν θανάσιμόν τι πίωσιν , οὐ μὴ αὐτοὺς βλάψει, ἐπὶ ἀῤῥώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. Ὁ μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανόν, καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.

ὁ α’χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.


Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς εἰς ἦχον β

  • ·  λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
  • ·  πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
  • ·  τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
  • ·   Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
  • ·   δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
  • ·    δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
  • ·    αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
  • ·    κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
  • ·    πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
  • ·    Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
  • ·    Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
  • ·    πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
  • ·    Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
  • ·    ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
  • ·    Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
  • ·   τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
  • ·    Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
  • ·    γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
  • ·   Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
  •     Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.

 

ὁ α’ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς

ναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.


Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

ὁ Ἀναστάσιμος εἰς δ´

ὁ α’ χορός

ᾠδὴ α’.
Ἦχος πλ. δ’. Ὁ Εἱρμός.

ρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τὴν παντοδύναμον Χριστοῦ θεότητα, πῶς μὴ θαυμάσωμεν, ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν, ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

ς εὐπρεπὴς ταῖς Γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς ἀναστάσεως, κράζει· Ἐξηγέρθη ὁ Κύριος.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε, διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.

Τῆς Ἑορτῆς.

Ποίημα τοῦ Κυρίου Γεωργίου.

ᾠδὴ α’

Ἦχος δ’ – Ὁ Εἱρμὸς

Ἀνοίξω τὸ στόμα μου,

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σοφίας πανάχραντε, σὲ θησαυρὸν ἐπιστάμενoι, καὶ χάριτος βρύουσαν, πηγὴν ἀέναον, τὰς τῆς γνώσεως, αἰτοῦμέν σε ῥανίδας, ἐπόμβρησον Δέσποινα, τοῦ ἀνυμνεῖν σε ἀεί.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

πέρτερος Πάναγνε, τῶν οὐρανῶν χρηματίσασα, ναὸς καὶ παλάτιον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ἀνατίθεσαι, αὐτῷ ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν, τῆς παρουσίας αὐτοῦ.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸ φῶς ἀνατείλασα, ἡ Θεοτόκος τῆς χάριτος, πάντας κατελάμπρυνε, καὶ συνηγάγετο τὴν ὑπέρλαμπρον, αὐτῆς κατακοσμῆσαι, πανήγυριν ᾄσμασι΄ δεῦτε συνδράμωμεν

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

πύλη ἡ ἔνδοξος, ἡ λογισμοῖς ἀδιόδευτος, τὰς πύλας διάρασα, τὰς τοῦ Ναοῦ τοῦ Θεοῦ, νῦν προτρέπεται, ἡμᾶς συνεισελθόντας, τὰ θεῖα θαυμάσια, κατατρυφῆσαι αὐτῆς.

Κανὼν τῆς Ἁγίας

Ἦχος πλ. δ’

ὁ α’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἁρματηλάτην Φαραὼ

Αἰκατερίνης τῆς πανσόφου Μάρτυρος, ταῖς ἱκεσίαις Χριστέ, τὸ ζοφερὸν ὄμμα, τῆς ψυχῆς μου φώτισον, αἴγλην διδοὺς μοι Δέσποτα, τῆς σῆς φωτοχυσίας, τῶν ψυχοφθόρων πταισμάτων μου, πᾶσαν τὴν ἀχλὺν ἀφανίζουσαν.

ὁ β’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Αἰκατερίνης τῆς πανσόφου Μάρτυρος…..

ὁ α’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

θυνομένη τοῦ Δεσπότου πάνσοφε, θείοις προστάγμασι, καὶ τῷ αὐτοῦ πόθῳ, φλεγομένη ἔδραμες, πρὸς τοὺς ἀγῶνας σπεύδουσα, καὶ τυράννων τὰς φρένας, Αἰκατερίνα κατέπληξας, λόγῳ καὶ σοφίᾳ καὶ χάριτι.

ὁ β’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Κυβερνωμένη τῇ παλάμῃ ἔνδοξε, τῇ κραταιᾷ τοῦ Χριστοῦ, εἰδωλικὴν ζάλην, Μάρτυς ὑπεξέφυγες, ἀβρόχως ὑπερπλέουσα, τοῦ Σταυροῦ τῷ ἱστίῳ, καὶ θείαις αὔραις τοῦ Πνεύματος, ᾆσμα τῷ Θεῷ ἀναμέλπουσα.

ὁ α’ χορός

Δόξα Πατρὶ…

γαλλομένη παρθενίας κάλλεσιν, Αἰκατερῖνα σοφή, καὶ θεϊκὴν γνῶσιν, οὐρανόθεν ἔχουσα, τῆς ψευδωνύμου γνώσεως, εὐθαρσῶς καὶ ἀνδρείως, τοὺς προεστῶτας κατῄσχυνας, τούτους κατὰ κράτος νικήσασα.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Τὸ Θεοτόκον σε κηρύττειν Ἄχραντε, πάσης αἱρέσεως, ἀποτροπὴν φέρει, σάρκα γὰρ γενόμενον, ἀναλλοιώτως ἔτεκες, τὸν ἐπέκεινα πάσης, θεοκυῆτορ τῆς κτίσεως, Λόγον τοῦ Θεοῦ τὸν ἀΐδιον.

.

ᾠδὴ γ’.
Ἦχος πλ. δ’. Ὁ Εἱρμός.

ὁ α’ χορός

στερεώσας κατ’ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστέ, αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τῆς ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὐτοῦ θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε, σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε, διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.

Τῆς Ἑορτῆς

Ὁ Εἱρμὸς

Τοὺς σοὺς ὑμνολόγους

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νυμφοστόλoς σήμερον ἐδείχθη, τερπνὸς τῆς Παρθένου ὁ ναός, καὶ θάλαμος δεχόμενος, τὴν ἔμψυχον παστάδα Θεοῦ, τὴν καθαρὰν καὶ ἄμωμον, καὶ λαμπροτέραν πάσης κτίσεως.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δαυΐδ προεξάρχων τῆς χορείας, σκιρτᾷ καὶ χορεύει σὺν ἡμῖν, καὶ Βασιλίδα κράζει σε, πεποικιλμένην Ἄχραντε, παρισταμένην πάναγνε, ἐν τῷ ναῷ τῷ Βασιλεῖ καὶ Θεῷ.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ξ ἧς ἡ παράβασις προῆλθεν, ἡ πάλαι τῷ γένει τῶν βροτῶν, ἐκ ταύτης ἡ ἀνόρθωσις, καὶ ἀφθαρσία ἤνθησεν, ἡ Θεοτόκος σήμερον, προσαγομένη ἐν τῷ οἴκῳ Θεοῦ.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῷσον ἡμᾶς.

Σκιρτῶσιν Ἀγγέλων στρατηγίαι, καὶ πάντων ἀνθρώπων ἡ πληθύς, καὶ πρὸ προσώπου Πάναγνε, προστρέχουσί σου σήμερον, λαμπαδηφόροι κράζουσαι, τὰ μεγαλεῖά σου ἐν οἴκῳ Θεοῦ.

Τῆς Ἁγίας

ὁ α’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁ στερεώσας καταρχάς

θελουσίαις σου ῥοπαῖς, ἐχώρησας πρὸς τὸ πάθος, τὸ ἑκούσιον Χριστὸν μιμουμένη, καὶ νικήσασα λαμπρῶς, τὸν σκότους κοσμοκράτορα, στεφανηφόρος ὤφθης, Αἰκατερῖνα θεόληπτε.

ὁ β’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

ωμαλεότητι φρενῶν, διήλεγξας τοὺς τυράννους, ἀθεΐας ἐν βυθῷ κυλισθέντας, ῥητορεύουσα σαφῶς, θεογνωσίας δόγματα, θείᾳ σοφίᾳ Μάρτυς, λαμπρυνομένη πανεύφημε.

ὁ α’ χορός

Δόξα Πατρὶ…

σοθεΐαν τοῖς ὠσί, τῆς Εὔας ὁ ψιθυρίσας, ὑπὸ Κόρης ἁπαλῆς νῦν πατεῖται, τῷ γὰρ ὅπλῳ τοῦ Σταυροῦ, περιφραχθεῖσα ᾔσχυνεν, Αἰκατερῖνα μάρτυς, ἄμετρα τοῦτον καυχώμενον.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Νενεκρωμένον μου τὸν νοῦν, τῇ τῆς ζωῆς ἐνεργείᾳ, τῆς ἐκ σοῦ φανερωθείσης τῷ κόσμῳ, διανάστησον οὐλάς, καὶ τύπους ἐξαλείφουσα, τῆς ἁμαρτίας μόνη, Θεογεννῆτορ πανάμωμε.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

 Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…  

Κοντάκιον  Ἦχος δ’ – Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ(χύμα)

καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι θείῳ, ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ. Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.

Ὁ Οἶκος

Τῶν ἀποῤῥήτων τοῦ Θεοῦ καὶ θείων μυστηρίων, ὁρῶν ἐν τῇ Παρθένῳ, τὴν χάριν δηλουμένην, καὶ πληρουμένην ἐμφανῶς, χαίρω, καὶ τὸν τρόπον ἐννοεῖν ἀμηχανῶ τόν ξένον καὶ ἀπόῤῥητον΄ πῶς ἐκλελεγμένη ἡ ἄχραντος, μόνη ἀνεδείχθη ὑπὲρ ἅπασαν τὴν κτίσιν, τὴν ὁρατὴν καὶ τὴν νοουμένην. Διό, ἀνευφημεῖν βουλόμενος ταύτην, καταπλήττομαι σφοδρῶς νοῦν τε καὶ λόγον΄ ὅμως δὲ τολμῶν, κηρύττω καὶ μεγαλύνω΄ Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.

 

ὁ β΄ χορὸς

Κάθισμα της Ἁγίας  Ἦχος πλ. δ’ – Τὴν Σοφίαν καὶ Λόγον

Τὴν σοφίαν τὴν ὄντως ἐξ Οὐρανοῦ, διὰ στόματος Μάρτυς τοῦ Μιχαήλ, λαβοῦσα πανεύφημε, καὶ ἐν ἄθλοις ἀήττητε, τῇ μὲν σοφίᾳ τῇ ἔξω, τοὺς ῥήτορας ἔπτηξας, τῇ δὲ σοφίᾳ τῇ θείᾳ, τὴν πλάνην ἐμείωσας, ὅθεν καθορῶν σου, τὸν ἀγῶνα ὁ Κτίστης, παρέστη ἐνισχύων σε, Δεῦρο λέγων ἀνάβηθι΄ οἱ θησαυροὶ γάρ σε μένουσι. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α΄ χορὸς

Ἦχος δ’ 

Δόξα Πατρὶ… Καὶ νῦν…Τῆς Ἑορτῆς

Κατεπλάγη Ἰωσὴφ

ἀμίαντος ἀμνάς, καὶ ἀκηλίδωτος παστάς, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἡ Θεοτόκος Μαριάμ, μέτ’ εὐφροσύνης εἰσάγεται παραδόξως· ἣν Ἄγγελοι Θεοῦ, δορυφοροῦσι φαιδρῶς, καὶ πάντες οἱ Πιστοί, μακαριοῦσιν ἀεί, καὶ εὐχαρίστως ψάλλουσι ταύτῃ, ἀκαταπαύστως μεγάλῃ φωνῇ. Ἡμῶν ἡ δόξα, καὶ σωτηρία, σὺ ὑπάρχεις Πανάχραντε.

ᾠδὴδ‘ 

ὁ β’ χορός

Εἱρμὸς

Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν πτωχείαν ἐπισκεψάμενος, διὸ σὺν τῷ Προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω΄ Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

 ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ δυσμενῆ, ὄντα με λίαν ἠγάπησας, σὺ κενώσει, ξένῃ καταβέβηκας, ἐπὶ τῆς γῆς, εὔσπλαγχνε Σωτήρ, τῆς ἐσχατιᾶς μου, τὴν ὕβριν μὴ ἀνηνάμενος, καὶ μείνας ἐν τῷ ὕψει, τῆς ἀχράντου σου δόξης τὸν πρὶν ἠτιμωμένον ἐδόξασας.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τὶς καθορᾶν, Δέσποτα νῦν οὐκ ἐξίσταται, διὰ πάθους, θάνατον λυόμενον, διὰ Σταυροῦ φεύγουσαν φθοράν, καὶ διὰ θανάτου, τὸν ᾍδην πλούτου κενούμενον΄ Τῆς θείας δυναστείας, σοῦ τοῦ ἐσταυρωμένου, τὸ ἐξαίσιον ἔργον φιλάνθρωπε.

 ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σὺ τῶν πιστῶν, καύχημα πέλεις ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν, πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνὴν σε γινώσκοντας.

Τῆς Ἑορτῆς

ᾠδὴ δ’

Ὁ Εἱρμὸς

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πύλην ἀδιόδευτον ὁ τοῦ Θεοῦ, οἶκος εἰσδεχόμενος σήμερον, ἔπαυσε Νόμου, τὴν λατρείαν καὶ σκιάν΄ Ὡς ἀληθῶς ἐπέφανε, κράζων τοῖς ἐν γῇ, ἡ ἀλήθεια.

 

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ρος τὸ κατάσκιον, ὃ προορῶν, πάλαι Ἀββακοὺμ προεκήρυξεν, ἔνδον χωρῆσαν, τῶν ἀδύτων τοῦ ναοῦ, τὰς ἀρετὰς ἐξήνθησε, καὶ κατακαλύπτει τὰ πέρατα.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

δωμεν παράδοξα πᾶσα ἡ γῆ, ξένα καὶ ἐξαίσια πράγματα, πῶς ἡ Παρθένος, δι’ Ἀγγέλου τὴν τροφήν, εἰσδεχομένη σύμβολα, τῆς οἰκονομίας κομίζεται.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ναὸς καὶ παλάτιον καὶ οὐρανός, ἔμψυχος ὀφθεῖσα Θεόνυμφε, τοῦ Βασιλέως, ἐν Ναῷ τῷ νομικῷ, ἀφιεροῦσαι σήμερον, τούτῳ τηρουμένη πανάχραντε.

Τῆς Ἁγίας

ὁ β’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σύ μου ἰσχύς, Κύριε

θλητικήν, Αἰκατερῖνα τὴν ἔνστασιν, ἐπεδείξω, Μάρτυς παναοίδιμε, τῷ δυσμενεῖ λίαν καρτερῶς, ἀντικαταστᾶσα, καὶ τοῦτον καταπατήσασα, ποσὶν ὡραϊσμένοις, τοῦ Σταυροῦ τῇ δυνάμει, Ἀθληφόρε Μαρτύρων τὸ καύχημα.

ὁ α’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

θλητικήν, Αἰκατερῖνα τὴν ἔνστασιν……..

ὁ β’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Νύμφη Χριστοῦ, Αἰκατερῖνα πανόλβιε, καθωράθης, θείας ὡραιότητος, φωτοειδέσι μαρμαρυγαῖς, ἀγλαϊζομένη, καὶ κάλλει περιαστράπτουσα΄ διὸ καὶ γηθομένη, μελῳδεῖς τῷ Δεσπότῃ΄ Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

ὁ α’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τυραννικήν, ἀλαζονείαν ἐφαύλισας, καὶ τῷ θείῳ, λόγῳ τῆς σοφίας σου, ὡς ἐκ βυθοῦ, τῆς ἀπατηλῆς, δεισιδαιμονίας, τοὺς πλανωμένους ἐξήρπασας, διδάσκουσα κραυγάζειν, τῷ Χριστῷ μελῳδοῦντας΄ Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

ὁ β’ χορός

Δόξα Πατρὶ…

εὐκλεής, καὶ φωτοφόρος πανήγυρις, τῆς ἐνδόξου μνήμης σου Πανεύφημε, τῆς καρτερῶς, θράσος τοῦ ἐχθροῦ, καταπατησάσης, ὡς ἥλιος ἀνατέταλκεν, ἐν ᾗ μεγαλοφώνως, τῷ Δεσπότῃ βοῶμεν, τῇ δυνάμει σου δόξα φιλανθρωπε.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Νῦν τὴν ἰσχύν, τῶν ἀθετούντων κατάβαλε, τῆς εἰκόνος, Κόρη τὴν προσκύνησιν, σοῦ τῆς σεπτῆς, καὶ τοῦ ὑπὲρ νοῦν, ἐκ σοῦ σαρκωθέντος, καὶ κόσμον ὅλον φωτίσαντος, καὶ πάντων τῶν Ἁγίων, τοὺς δὲ πίστει τιμῶντας,…

ὁ β’ χορός

…καταφαίδρυνον μόνη Πανύμνητε.

ᾠδὴ ε’

  ὁ α’ χορός

Ὁ Εἱρμὸς

να τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Περιθέσθαι ἠνέσχου, χλαῖναν πρὸ τοῦ πάθους σου, Σῶτερ παιζόμενος, τὴν τοῦ Πρωτοπλάστου, περιστέλλων ἀσχήμονα γύμνωσιν, καὶ γυμνὸς παγῆναι, ἐν τῷ Σταυρῷ ἀπαμφιάζων, τὸν χιτῶνα Χριστὲ τῆς νεκρώσεως.

 ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

κ χοὸς τοῦ θανάτου, σὺ τὴν πεπτωκυῖάν μου ἀνῳκοδόμησας, ἀναστὰς οὐσίαν, καὶ ἀγήρω Χριστὲ κατεσκεύασας, ἀναδείξας πάλιν, βασιλικὴν ὥσπερ εἰκόνα, ἀφθαρσίας φωτὶ ἀπαστράπτουσαν.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

Τῆς Ἑορτῆς

  ᾠδὴ ε’

Εἱρμὸς

Ἐξέστητὰσύμπαντα

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

γίασμα ἔνδοξον, καὶ ἱερὸν ἀνάθημα, σήμερον ἡ πάναγνος Παρθένος, ἀνατεθεῖσα ἐν τῷ ναῷ τοῦ Θεοῦ, τῷ παμβασιλεῖ ἡμῶν Θεῷ, μόνῳ εἰς ἐνοίκησιν, συντηρεῖται ὡς οἶδεν αὐτός.

 

ὁ β’ χορός

Στίχ.  περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸ κάλλος Πανάχραντε, τὸ τῆς ψυχῆς σου βλέπων ποτέ, πίστει Ζαχαρίας ἀνεβόα΄ Σὺ εἶ τὸ λύτρον΄ σὺ εἶ ἡ πάντων χαρά΄ σὺ εἶ ἡ ἀνάκλησις ἡμῶν, δι’ ἧς ὁ ἀχώρητος, χωρητὸς μοι ὀφθήσεται.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

  τῶν ὑπὲρ ἔννοιαν, θαυμάτων σου Πανάχραντε! ξένη σου ἡ γέννησις ὑπάρχει, ξένος ὁ τρόπος ὁ τῆς αὐξήσεως, ξένα καὶ παράδοξα τὰ σά, πάντα Θεονύμφευτε, καὶ βροτοῖς ἀνερμήνευτα.

ὁ β’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λυχνία πολύφωτος, ὑπάρχουσα Θεόνυμφε, σήμερον ἐξέλαμψας ἐν οἴκῳ, τῷ τοῦ Κυρίου, καὶ καταυγάζεις ἡμᾶς, τοῖς σεπτοῖς χαρίσμασιν ἁγνή, τοῖς τῶν θαυμασίων σου, Θεοτόκε πανύμνητε.

Τῆς Ἁγίας

 ὁ α’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἵνα τί με ἀπώσω

Πόθῳ πυρπολουμένη, Μάρτυς παναοίδιμε τῷ τοῦ Δεσπότου σου, καὶ ζητοῦσα τούτου, τὸ ἀμήχανον κάλλος θεάσασθαι, αὐθαιρέτῳ γνώμῃ, τοῖς αἰκισμοῖς σαυτὴν παρέσχες, παρθενίας ἐκλάμπουσα χάρισιν.

ὁ β’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

θλοις ἱερωτάτοις, Κόρη καλλιπάρθενε καταλαμπρύνασα, σεαυτὴν προφρόνως, ἀνελήλυθας πρὸς τὴν οὐράνιον, τοῦ Χριστοῦ παστάδα, καὶ νῦν φαιδρῶς τῷ σῷ Νυμφίῳ, γηθομένη συνήφθης πανόλβιε.

ὁ α’ χορός

Δόξα Πατρὶ…

Νεᾶνις φαιδροτάτη, ὤφθης ἀγαπήσασα μόνον ἐράσμιον, καὶ ὀπίσω τούτου, συντονώτατον δρόμον διήνυσας, εἰς ὀσμὴν τοῦ μύρου, σοῦ νοητῶς τοῦ κενωθέντος, ἐκβοῶσα δραμοῦμαι Νυμφίε μου.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

ληθῆ Θεοτόκον, πάντες ἐπιγνόντες σε, πάναγνε Δέσποινα, τὸν ἐκ σοῦ τεχθέντα, Θεὸν Λόγον εἰδότες κηρύττομεν, ἐν δυσὶν οὐσίαις, θελητικαῖς αὐτεξουσίαις,…

ὁ α’ χορός

γνωριζόμενον Κόρη Θεόνυμφε.

 

ᾠδὴς
Εἱρμὸς

ὁ β’ χορός

λάσθητί μοι Σωτήρ, πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε, δέομαι, πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

 ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Διὰ ξύλου κραταιῶς, καθεῖλέ με ὁ ἀρχέκακος, αὐτὸς δὲ ἀναρτηθείς, Χριστὲ κραταιότερον, Σταυρῷ καταβέβληκας, δειγματίσας τοῦτον, τὸν πεσόντα δὲ ἀνέστησας.

ὁ β’ χορός

Στίχ.  Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ ὢκτειρας τὴν Σιών, ἐξανατείλας τοῦ μνήματος, καινὴν ἀντὶ παλαιᾶς, τελέσας ὡς εὔσπλαγχνος, τῷ θείῳ σου αἵματι, καὶ νῦν βασιλεύεις, ἐν αὐτῇ εἰς τοὺς αἰῶνας Χριστέ.

 ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

υσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

ᾠδὴ ς’

Τῆς Ἑορτῆς

Ὁ Εἱρμὸς

Tὴν θείαν, ταύτην

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

πάντα φέρων τῷ ῥήματι, εὐχῆς τῆς τῶν Δικαίων ἐπήκουσε, διὸ στειρώσεως, λύσας τὴν νόσον ὡς εὔσπλαγχνος, τὴν τῆς χαρᾶς αἰτίαν τούτοις δεδώρηται.

ὁ α’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Γνωρίσαι θέλων ὁ Κύριος, τοῖς ἔθνεσιν αὐτοῦ τὸ σωτήριον, τὴν ἀπειρόγαμον, νῦν ἐξ ἀνθρώπων παρέλαβε, καταλλαγῆς σημεῖον καὶ ἀναπλάσεως.

ὁ β’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ς οἶκος οὖσα τῆς χάριτος, ἐν ᾧ οἱ θησαυροὶ ἐναπόκεινται, τῆς ἀποῤῥήτου Θεοῦ, οἰκονομίας Πανάχραντε, ἐν τῷ ναῷ μετέσχες τῆς ἀκηράτου τρυφῆς.

ὁ α’ χορός

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Διάδημά σε βασίλειον, δεξάμενος Ναὸς Θεονύμφευτε, κατεφαιδρύνετο, καὶ ὑπεχώρει τοῖς κρείττοσι, τῶν προρρηθέντων βλέπων ἐν σοὶ τὴν ἔκβασιν.

 

Τῆς Ἁγίας

ὁ β’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

 Ἄβυσσος ἁμαρτιῶν

λην σε περικαλλῆ, παρθενίας ἀπαστράπτουσαν αἴγλῃ, μαρτυρικοῖς τε Κόρη, φοινιχθεῖσαν ἐν αἵμασι, καθορῶν ὁ ἀγαθός, Λόγος καὶ ἄχραντος, ἐν θαλάμοις, ἐπουρανίοις κατεσκήνωσεν.

ὁ α’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

σχυσας διὰ Σταυροῦ, τῶν τυράννων καταλῦσαι τὸ κράτος, καὶ κοσμικῆς σοφίας, διελέγξαι τὸ μάταιον, θεοπνεύστου διδαχῆς, βρύουσα δόγματα, μεγαλόφρον Αἰκατερῖνα πανοίδιμε.

ὁ β’ χορός

Δόξα Πατρί…

Δόλῳ πρῴην τὸν Ἀδάμ, Παραδείσου τῆς τρυφῆς ἐκβαλόντα, τῶν αἰκισμῶν τοὺς πόνους, καρτερῶς ὑπομείνασα, καταβέβηκας εἰς γῆν, Μάρτυς πανένδοξε, καὶ στεφάνοις, τῆς Βασιλείας ἐστεφάνωσαι.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

λεών μοι τὸν Κριτήν, τὸν Υἱόν σου Θεοτόκε Παρθένε, ταῖς σαῖς λιταῖς γενέσθαι, ἐν ἡμέρᾳ τῆς κρίσεως, λυτρωτὴν τε τῶν δεινῶν, Μῆτερ ἀπέργασαι΄ σοὶ γὰρ μόνῃ, τὰ τῆς ἐλπίδος ἀνατίθημι.


Συναπτὴμικράκαὶ Ἐκφώνησις

ΣὺγὰρεἶΒασιλεύς

Κοντάκιον Ἀναστάσιμον.
Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς τῆς φύσεως.

ξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἤγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας, καὶ ἡ Εὔα χορεύει ἐν τῇ σῇ Ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε.

Ὁ Οἶκος

Τὰ τοῦ ᾅδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, Γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης, χαρὰν κομισάμενος, καὶ Ἀποστόλοις σου ἐμήνυσας τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας φιλάνθρωπε· διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν ἐγέρσει σου Πολυέλεε.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΚΕ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἁγίας Μεγαλομάρτυρος Αἰκατερίνης.

Στίχοι

  • Αἰκατερῖνα, καὶ σοφὴ καὶ παρθένος.
  • Ἐκ δὲ ξίφους, καὶ Μάρτυς΄ ὦ καλὰ τρία!
  • Εἰκάδι πέμπτῃ ἄορ κατέπεφνεν ῥήτορα Κούρην.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν πεντήκοντα Ῥήτορες, οἱ διὰ τῆς Ἁγίας Αἰκατερίνης πιστεύσαντες τῷ Χριστῷ, πυρὶ τελειοῦνται.

Στίχοι

  • Αἱ πρὶν πλάνης Ῥήτορσιν ἀνδράσι στάσεις,
  • Εἰς πῦρ θανοῦσι, τῶν στεφάνων εὑρέσεις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία βασίλισσα, ἡ γαμετὴ Μαξεντίου, ξίφει τελειοῦται.

Στίχοι

  • Τμηθεῖσα θνητοῦ σύζυγος Βασιλέως,
  • Ἄφθαρτον εὗρε νυμφῶνα Βασιλέως.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πορφύριος, ὁ Στρατηλάτης, σὺν τοῖς διακοσίοις στρατιώταις, ξίφει τελειοῦνται.

Στίχοι

  • Σὺν τῷ στρατῷ σου Πορφύριε πρὸς ξίφος
  • Πρόθυμος ἥκεις, οἷά περ Στρατηλάτης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου.

Στίχοι

  • Εἰ καὶ πατάσσῃ Μερκούριε τῷ ξίφει,
  • Καὶ νεκρὸν ἐχθρὸν σὺ πατάσσεις Κυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ Ἡσυχαστοῦ.

Στίχοι

  • Ἡσύχως βίου τὸ πέλαγος ἀνύσας,
  • Πρὸς ἡσύχιον Πέτρε λιμένα φθάνεις.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑξακόσιοι ἑβδομήκοντα Μάρτυρες ξίφει τελειοῦνται.

Στίχοι

  • Τέμνουσιν ἀνδρῶν εἰκάδας τριπλῶς δέκα,
  • Μεθ’ ὧν καὶ ἄλλους ἄνδρας ἑπτάκις δέκα.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.


ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδὴα’  Ἦχοςα

Χριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

ὁ β΄ χορὸς

ᾠδὴγ

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,…

ὁ α’ χορός

γιος εἶ Κύριε.

ὁ β΄ χορὸς

ᾠδὴδ

άβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δαςέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.

ὁ α’ χορός

ᾠδὴε

Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.

ὁ β΄ χορὸς

ᾠδὴς

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

ὁ α’ χορός

ᾠδὴζ

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον΄ Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

ὁ β΄ χορὸς

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν΄ διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν΄ Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.


Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

 

ᾨδὴ θ’

Μεγαλυνάριον

ὁ α’ χορός

Στίχ. γγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο πῶς ἡ Παρθένος εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.

Ὁ Εἱρμὸς

ς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

ὁ β’ χορός

Στίχ. γγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο πῶς ἡ Παρθένος εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.

 Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ,…

 ὁ α’ χορός

Στίχ. γγελοι τὴν Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.

 ς ὑπέρλαμπρον Θεοτόκε ἁγνή, Ψυχῆς τὸ καθαρὸν ἔχουσα κάλλος· Χάριτος Θεοῦ δ’ ἐμπιπλαμένη οὐρανόθεν· Φωτὶ ἀϊδίῳ καταυγάζεις ἀεί, τοὺς ἐν εὐφροσύνῃ βοῶντας· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχειςΠαρθένεἁγνή.

 ὁ β’ χορός

Στίχ. γγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς παραδόξως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.

 περίπταται Θεοτόκε ἁγνή Τὸ θαῦμά σου τὴν δύναμιν τῶν λόγων· Σῶμα γὰρ ἐν σοὶ κατανοῶ ὑπὲρ λόγον, Ῥοῆς ἁμαρτίας ἀνεπίδεκτον· ὅθεν εὐχαρίστως βοῷ σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

 ὁ α’ χορός

Στίχ. γγελοι καὶ ἄνθρωποι τῆς Παρθένου, τὴν Εἴσοδον τιμήσωμεν, ὅτι ἐν δόξῃ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.

 Παραδόξως προδιετύπου Ἁγνή, ὁ Νόμος σε σκηνὴν καὶ θείαν στάμνον, Ξένην κιβωτόν, καὶ καταπέτασμα καὶ ῥάβδον, Ναὸν ἀκατάλυτον, καὶ πύλην Θεοῦ· Ὅθεν ἐκδιδάσκει σοι κράζειν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

 ὁ β’ χορός

Στίχ. γγελοι τὴν Εἴσοδον τῆς Παρθένου, ὁρῶντες κατεπλήττοντο, πῶς θεαρέστως εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.

 Μελῳδῶν σοι προεκελάδει Δαυῒδ, Λαλῶν σε θυγατέρα Βασιλέως, Κάλλει ἀρετῶν, ἐκ δεξιῶν παρισταμένην, ἰδὼν τοῦ Θεοῦ πεποικιλμένην σε· ὅθεν προφητεύων ἐβόα· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

 ὁ α’ χορός

Δόξα Πατρί…

Στίχ. γγελοι σκιρτήσατε σὺν Ἁγίοις, Παρθένοι συγχορεύσατε· ἡ γὰρ Θεόπαις εἰσῆλθεν, εἰς τὰ Ἅγια των Ἁγίων.

 Θεοδόχον προθεωρῶν Σολομῶν, Ἠνοίξατο σε πύλην Βασιλέως, Ζῶσάν τε πηγὴν ἐσφραγισμένην, Ἐξ ἧς τὸ ἀθόλωτον ἡμῖν προῆλθεν, ὕδωρ τοῖς ἐν πίστει βοῶσιν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχειςΠαρθένεἁγνή.

 ὁ β’ χορός

Καὶ νῦν…

Στίχ. γγελοι καὶ ἄνθρωποι τὴν Παρθένον, ἐν ὕμνοις μεγαλύνωμεν· θεοπρεπῶς γὰρ εἰσῆλθεν, εἰς τὰ Ἅγια τῶν Ἁγίων.

Διανέμοις τῶν χαρισμάτων τὴν σήν, Γαλήνην Θεοτόκε τῇ ψυχῇ μου, βρύουσα ζωήν, τοῖς σὲ τιμῶσι κατὰ χρέος, Αὐτὴ περιέπουσα καὶ σκέπουσα, καὶ διατηροῦσα βοᾶν σοι· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.

Καταβασία

ὁ α’ χορός

ᾠδὴ θ’.

ἦχος α’

Στίχ. Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! Οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν. 


 Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

τι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός
Ἦχος β’.

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ β’ χορός

γιος Κύριος ὁ Θεὸς ἡμῶν.

ὁ α’ χορός

ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

ὁ β’ χορός

τι ἅγιος ἐστι.

ὁ α’ χορός

Ἐξαποστειλάριον Γ’

τι Χριστὸς ἐγήγερται, μή τις διαπιστείτω, ἐφάνη τῇ Μαρίᾳ γάρ, ἔπειτα καθωράθη, τοῖς εἰς ἀγρὸν ἀπιοῦσι΄ Μύσταις δὲ πάλιν ὤφθη, ἀνακειμένοις ἕνδεκα, οὕς βαπτίζειν ἐκπέμψας, εἰς οὐρανούς, ὅθεν καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων.

ὁ β’ χορός

Ἐν πνεύματι τῷ Ἱερῷ

νεύρωσας τὸ φρόνημα, γυναικῶν ὦ παρθένε, Αἰκατερῖνα πάντιμε, ἀθλοφόρων ἡ δόξα΄ καὶ φιλοσόφων ἄνοιαν, ἐν Θεῷ διήλεγξας, ὡς λῆρον οὖσαν καὶ μῦθον, τὴν Πανάμωμον ὄντως, καὶ Μητέρα τοῦ Θεοῦ, συλλήπτορα κεκτημένη.

ὁ α’ χορὸς

Τῆς ἑορτῆς, ὅμοιον

Τοῦ Ἱεροῦ σε σήμερον, Θεοτόκε Παρθένε, δέχεται τὰ ἐνδότερα, χερσὶν Ἀρχιερέως, ἐν οἷς τριῶν ἀπὸ χρόνων, ἕως δύο καὶ δέκα, διέμεινας τρεφομένη, χερσὶ θείου Ἀγγέλου, ὡς ἁγία κιβωτός,…..

ὁ β΄ χορὸς

…τοῦ πάντα τεκτηναμένου.


ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος πλ. δ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.

ὁ α’ χορός

Ὃτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.

ὁ β’ χορός

στησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.

ὁ α’ χορός

Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.

ὁ α’ χορός

Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.

ὁ β’ χορός

Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.

ὁ α’ χορός

Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.

ὁ α’ χορός

Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.

ὁ β’ χορός

Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.

ὁ α’ χορός

ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.

ὁ β’ χορός

μνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

ΨΑΛΜΟΣ ΡΜΘ’ (149)

ὁ α’ χορός

σατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.

ὁ β’ χορός

Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.

ὁ α’ χορός

Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ , ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.

ὁ β’ χορός

τι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.

ὁ α’ χορός

Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

ὁ β’ χορός

Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.

ὁ α’ χορός

Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.

ὁ β’ χορός

Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.

ὁ α’ χορός

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ’ οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν μνημείῳ, Ἰουδαῖοι σε κατέθεντο, ἀλλ’ ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο, ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.

ὁ α’ χορός

ΣτίχΑἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας, φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε, διὰ τοῦτο προσκυνοῦμεν, τὴν ταφήν σου καὶ τὴν ἔγερσιν.

ὁ β’ χορός

ΣτίχΑἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ γύναια ἐφώνησε λέγων· Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, ἀνέστη, Θεός ὢν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.

ΤΗΣ ΑΓΙΑΣ

ὁ α’ χορός

Ἦχος δ’

Στίχ.  Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Ἐδωκας σημείωσιν

Μνήμην τὴν πανίερον, Αἰκατερῖνα πανεύφημε, τῆς σεπτῆς σου ἀθλήσεως, τελοῦντες δοξάζομεν, ἐν φωναῖς ἀπαύστοις, τὸν δεδωρημένον, ὑπομονὴν σοι καρτεράν, καὶ νικηφόρον σε ἀναδείξαντα, καὶ λόγον χορηγήσαντα, καταπτοοῦντα τοὺς ῥήτορας, Ἰησοῦν τὸν φιλάνθρωπον, καὶ Σωτῆρα καὶ Κύριον.

 ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Μνήμην τὴν πανίερον………

ὁ α’ χορός

Στίχ. πομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου

Μάρτυς ἐθελούσιος, Αἰκατερῖνα πανένδοξε, καθωράθης τὸν τύραννον, εὐτόνως ἐλέγξασα, καὶ δεινὴν μανίαν, τῆς πολυθεΐας, θεογνωσίας φωτισμῷ, καταβαλοῦσα, καὶ θείᾳ χάριτι, ἐντεῦθεν καὶ ὡς Μάρτυρα, καὶ ὡς Παρθένον πανάμωμον, ὁ Χριστὸς ἐστεφάνωσεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 ὁ β’ χορός

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου

Χάριν τὴν τοῦ Πνεύματος, Αἰκατερῖνα πανένδοξε, ἐν ἀνοίξει τοῦ στόματος, ἐδέξω καθάρασα, σεαυτὴν προθύμως, διὰ πολιτείας, καὶ λογισμῷ καρτερικῷ, τὴν τῶν τυράννων ὀφρύν κατέσπασας, καὶ κάλλει τῷ τοῦ σώματος, τὴν ψυχικὴν ὡραιότητα, θεοφρόνως ἀντέθηκας, Ἀθλητῶν ἐγκαλλώπισμα.

ΤΗΣ ΕΟΡΤΗΣ

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος β’

Λέοντος Μαΐστορος

Σήμερον τῷ ναῷ προσάγεται, ἡ πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται. Tαύτῃ ἐκβοήσωμεν, ὡς ὁ Ἄγγελος΄ Χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη.

ὁ β’ χορός

Καὶ νῦν… ἦχος β’ (πάντοτε)

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.


Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. δ’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • ·        Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • ·        Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • ·        Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,

ὁ β’ χορός

  • ·        Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • ·        Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • ·        Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • ·        Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • ·        Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • ·        Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε,  δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε,  δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • ·        Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • ·        Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • ·        Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

            Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

           Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς τὸ παρόν Ἀναστάσιμον Τροπάριον

ὁ β’ χορός

Ἦχος πλ. δ.

ναστάς ἐκ τοῦ μνήματος καί τά δεσμά διαρρήξας τοῦ ᾃδου, ἒλυσας τό κατάκριμα τοῦ θανάτου, Κύριε, πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ρυσάμενοςἐμφανίσας σεαυτόν τοῖς ἀποστόλοις σου, ἐξαπέστειλας αὐτούς ἐπί τό κήρυγμα καί δι’ αὐτῶν τήν εἰρήνην παρέσχες τῇ οἰκουμένη, μόνε πολυέλεε.


 


ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ

Αντίφωνον α´
῏Ηχος β´.
ὁ α’ χορός

Στίχ. α’. Μέγας Κύριος καί αἰνετός σφόδρα.
Tαῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. β’. Δεδοξασμένα ἐλαλήθη περί σοῦ ἡ πόλις τοῦ Θεοῦ.
Tαῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Στίχ. γ’.῾Ο Θεός ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται.
Tαῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στίχ. δ’. Καθάπερ ἠκούσαμεν, οὕτω καί εἴδομεν.
Tαῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Δόξα Πατρὶ…

 ὁ β’ χορός

Καίνῦν

Tαῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

᾽Αντίφωνον β´.
ὁ β’ χορός

῏Ηχοςαὐτός.

Στίχ. α’.Ηγίασε τό σκήνωμα αὐτοῦ ὁ ῞Υψιστος.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ἀναστὰςἐκνεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.

αχορός

Στίχ. β’.Αγιωσύνη καί μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.
Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ἀναστὰς
β’ χορός

Στίχ. γ’. Αὕτη ἡ πύλη Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.
Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ἀναστὰς
ὁ α’ χορός

Στίχ. δ’.Αγιος ὁ ναός σου, θαυμαστός ἐν δικαιοσύνῃ.
Σῶσον ἡμᾶς, Υἱέ Θεοῦ, ἀναστὰς

 ὁ β’ χορός

ΔόξαΠατρὶ

ὁ α’ χορός

Καὶνῦν

 ὁ β’ χορός

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

᾽Αντίφωνον γ´.
ὁ α’ χορός
Στίχ. α’. Τό πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

 ἦχοςδ´.

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν΄ Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

ὁ β’ χορός

Στίχ. β’. Πᾶσα ἡ δόξα τῆς θυγατρός τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τό προοίμιον…
αχορός

Στίχ. γ’. ᾽Απενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τό προοίμιον…

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

ὁ α’ χορός

 Ἦχοςβ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ , ἀναστὰςἐκνεκρῶν,…
ὁ β’ χορὸς

ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον. Ἦχος πλ. δ´.

ξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν· ἡ ζωὴ καὶ ἡ ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

ὁ β’ χορὸς

ἦχοςδ´.

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν΄ Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

ὁ α’ χορός

ΤῆςἉγίαςἮχοςπλ. α‘ – ΤὸνσυνάναρχονΛόγον

Τὴν πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερῖναν τὴν θείαν καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν, ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψοὺς τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ μαχαίρᾳ, καὶ νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.

 

ὁ α’ χορός

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον

Ἦχος δ’

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ Ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι θείῳ, ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ΄ Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.  


 Τρισάγιον.


 Ἀπόστολος

Προκείμενον (τῆς Θεοτόκου) ἦχος γ’.  

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.

Τῆς ῾Αγίας· (Γαλ. γ´ 23–29, δ´1-5)

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα .

δελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ ᾽Ιησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· οὐκ ἔνι ᾽Ιουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ ᾽Ιησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ ᾽Αβραὰμ σπέρμα ἐστέ, κατ᾽ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἤμεθα δεδουλωμένοι· ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.

 

λληλούϊα (γ’)Ἦχοςπλ. β΄

Ἄκουσον, θύγατερ, καὶ ἴδε.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.



Εὐαγγέλιον

Κυριακῆς ιγ´ ἑβδομάδος Λουκᾶ· (Λουκ ιη΄ 18 – 27)

Ἐκ τοῦ κατὰ Λουκᾶν

Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ πειράζων αὐτὸν καὶ λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω;  εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός.  τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου.  ὁ δὲ εἶπε· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι.  ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα.  Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπε· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ!  εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ραφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.  εἶπον δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι;  ὁ δὲ εἶπε· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.


Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου


Εἰς τό᾽Εξαιρέτως

ὁ α’ χορός

Ἦχοςδ

Στίχ. ῎Αγγελοι τήν Εἴσοδον τῆς Παρθένου ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος εἰσῆλθεν εἰς τά ῞Αγια τῶν ῾Αγίων.

ς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων΄ χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω΄ Ὄντως ἀνωτέρα πάντων, ὑπάρχειςΠαρθένεἁγνή.


Κοινωνικὸν

ὁ β’ χορός

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. λληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

ἦχος πλ. α’

 

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)

Ἀπόλυσις  «…῾Ο ἀναστάς ἐκ νεκρῶν…»[1]


 


[1] Εἴδησις. ᾿Απὸ αὔριον μέχρι τῆς 19ης Δεκεμβρίου ἐπανέρχεται ἡ χρῆσις τῆς Παρακλητικῆς· ἐὰν δὲ ἑορτάζεται ἅγιος, εἰς δὲ τὴν θ. λει­τουρ­γίαν μέχρι τῆς 24ης Δεκεμ­βρίου ψάλλεται ἐπισφραγιστικὸν κοντάκιον τὸ «῾Η παρθένος σήμερον τὸν προαιώνιον Λόγον».

25 NOEΜ12 ΚΥΡΙΑΚΗ ΙΓ΄ΛΟΥΚΑ ΚΑΙ ΑΠΟΔΟΣΙΣ ΤΗΣ ΕΟΡΤΗΣ ΤΩΝ ΕΙΣΟΔΙΩΝ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΕΟΡΤΗ ΑΓΙΑΣ ΑΙΚΑΤΕΡΙΝΗΣ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s