ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΦΙΛΙΠΠΟΥ

14 ΝΟΕΜΒΡΙΟΥ 2012

† Φιλίππου τοῦ ἀπο­στό­λου ἐκ τῶν ιβ΄ (α΄ αἰ.). Γρηγορίου ἀρχιεπισκόπου Θεσ­σα­λο­νίκης τοῦ Παλαμᾶ (†1340), Κωνσταντί­νου νεομάρτυρος τοῦ ῾Υδραίου (†1800).


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

χος γ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ. α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

Ἀπολυτίκιον  Ἦχος γ’

ὁ α’ χορὸς

πόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ  ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορός

Δόξα Πατρί…

πόστολε Ἅγιε Φίλιππε…

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον.

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε, ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.


Συναπτ μικρ κα κφνησις

  τι σν τ κρτος… 

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α’ Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

 

 Ἦχος πλ. β’

ὁ α’ χορός

Μόνον ἐπάγη τὸ ξύλον, Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν, τοῦ θανάτου Κύριε· ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾅδης, ἀπέλυσε τρόμῳ· Ἐδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογοῦμέν σε Υἱὲ Θεοῦ, ἐλέησον ἡμᾶς.

 βχορός 

Κύριε, κατέκρινάν σε Ἰουδαῖοι θανάτῳ, τὴν ζωὴν τῶν ἁπάντων, οἱ τὴν Ἐρυθρὰν ῥάβδῳ πεζεύσαντες, Σταυρῷ σε προσήλωσαν, καὶ οἱ ἐκ πέτρας μέλι θηλάσαντες, χολήν σοι προσήνεγκαν, ἀλλ’ ἑκὼν ὑπέμεινας, ἵνα ἡμᾶς ἐλευθερώσῃς, τῆς δουλείας τοῦ ἐχθροῦ, Κύριε δόξα σοι.

ὁ α’ χορός

Δόξα… Καὶ νῦν…  Σταυροθεοτοκίον

σὲ κυήσασα Χριστέ, ἀειπάρθενος Κόρη, ἐν τῷ  Σταυρῷ σὲ δι’ ἡμᾶς, ὑψωθέντα ὁρῶσα, ἐτέτρωτο λύπης ῥομφαίᾳ τὴν ψυχήν, καὶ ἔκλαιε θρηνῳδοῦσα μητρικῶς. Αὐτῆς ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς, Κύριε τοῦ ἐλέους.Καθίσματα Μαρτυρικὰ

Μετὰ τὴν β’ Στιχολογίαν

 

Καθίσματα Σταυρώσιμα

αχορός 

Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον· ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον,  οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι, τῶν ἐξ ἁμαρτίας παθῶν ἐλευθερίας ἐτύχομεν,  πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

 

 

ὁ βχορός 

 

Σταυρός σου Κύριε ἡγίασται· ἐν αὐτῷ γὰρ γίνονται ἰάματα, τοῖς ἀσθενοῦσιν ἐν ἁμαρτίαις, δι’ αὐτοῦ σοι προσπίπτομεν. Ἐλέησον ἡμᾶς.

αχορός 

Δόξα… Καὶ νῦν… Σταυροθεοτοκίον

 Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ 

ν ξύλῳ βλέπουσα νεκρόν, κρεμάμενον ἡ Παρθένος Θεόν, ὃν ἔτεκε σαρκί, θρηνῳδοῦσα ἐβόα· Τὴν ἄφατον μακροθυμίαν σου, Υἱὲ ἐκπλήττομαι, πῶς ὡς κατάκριτον Σταυρῷ, προσήλωσαν οἱ ἄνομοι, τὸν δίκαιον Κριτήν, καὶ  μόνον σε Δεσπότην.

 

Μετὰ τὴν γ’ Στιχολογίαν

Καθίσματα Σταυρώσιμα

ὁ α’ χορός

Ἐλπὶς τοῦ κόσμου ἀγαθὴ

Τὸ ξύλον ἤνεγκε φθοράν, ἐν Ἐδὲμ τῷ Γενάρχῃ. Σταυροῦ δὲ ξύλον τὴν ζωήν, ἤνθησεν ἐν Κρανίῳ· πεπάτηται καὶ γὰρ κακία τοῦ ἐχθροῦ, ἠλέηται τῇ προσηλώσει τοῦ Χριστοῦ, καὶ εὗρε τὸν Παράδεισον, κραυγάζων ὁ Ἀδάμ. Ὦ ξύλον εὐλογημένον!

ὁ β’ χορός

Μαρτυρικὸν

θλητικὸν ἀγῶνα ὑπομείναντες οἱ Ἅγιοι, καὶ τὰ βραβεῖα τῆς νίκης παρὰ σοῦ κομισάμενοι, κατήργησαν τὰς ἐπινοίας τῶν παρανόμων, ἐδέξαντο τοὺς στεφάνους τῆς ἀφθαρσίας. Δι’ αὐτῶν ὁ Θεὸς δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Δόξα… καὶ νῦν…  Σταυροθεοτοκίον

Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ τὸν κόσμον ἐκ πλάνης ἐλευθερώσαντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, τοῦ ἐλεῆσαι τάς ψυχὰς ἡμῶν.

 


καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς (χύμα)

ΚΑΝΟΝΕΣ

Κανὼν Σταυρώσιμος, οὗ ἡ Ἀκροστιχίς.

 

Σῴζεις με, Σῶτερ,  προσπαγεὶς ἐπὶ ξύλου, τὸν Ἰωσήφ.

 

 ᾨδὴ α’

Ἦχος πλ. β’

 Ὁ Εἱρμὸς 

ὁ α’ χορός

ς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.

Σὺ τὰς παλάμας  ἁπλώσας ἐπὶ Σταυροῦ, ἠγκαλίσω Δέσποτα, ἀπωσθέντας τοὺς βροτούς, καὶ τῷ σῷ προσήγαγες Πατρί, ὡς Υἱὸς ἀγαπητός,  καὶ ὁμοούσιος.

ὁ α’ χορός

Στίχ.Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.

σπερ ἀμνὸς ἀνηρτήθης ἐπὶ Σταυροῦ, τὸ σὸν Λόγε πρόβατον, ἐκζητῶν τὸ πλανηθέν, καὶ εὑρὼν συνέταξας αὐτό, ἀπλανέσιν Ἰησοῦ, δόξα τῷ κράτει σου.

ὁ β’ χορός

 Μαρτυρικὰ

Στίχ. Ἅγιοι Μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ζωὴν ποθοῦντες τὴν ἄνω οἱ εὐκλεεῖς, ἀθλοφόροι Μάρτυρες, ἐνεκρώθησαν ἐν γῇ, ὑποστάντες βάσανα πολλά, καὶ ποικίλους πειρασμούς, οἱ ἀξιάγαστοι.

ὁ α’ χορός

Στίχ. Ἅγιοι Μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

πὶ βημάτων ἀδίκων διὰ Χριστόν, τὸν ἐν πᾶσι δίκαιον, παρεστῶτες Ἀθληταί, κρίσιν πᾶσαν ἄδικον ὑμεῖς, δικαιοῦσαν ἐν Θεῷ, καθυπεμείνατε.

ὁ β’ χορός

 Σταυροθεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

να ἀπάθειαν πᾶσι τοῖς ἐξ Ἀδάμ, προξενήσῃς Δέσποτα, πάθος φέρεις ἐν Σταυρῷ, καὶ ὁρῶσα σείεται ἡ γῆ, θρηνῳδοῦσα μητρικῶς, ἐβόας Δέσποινα.

Κανὼν τῆς Ὑπεραγίας Θεοτόκου, οὗ ἡ Ἀκροστιχίς.

 

Ἕκτον προσάξω τῇ Θεοτόκῳ μέλος. Ἰωσήφ.

 Εἱρμὸς ὁ αὐτὸς

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

κ πονηρᾶς συμβουλίας τοῦ δυσμενοῦς, ἡ προμήτωρ θάνατον, ἐπεισῆξεν ἀλλ’ αὐτή, τὴν ζωὴν κυήσασα Ἁγνή, νεκρωθέντας τῇ φθορᾷ, ἡμᾶς ἐζώωσας.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

κ πονηρᾶς συμβουλίας………

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Καὶ λογισμοῖς ὀλισθαίνων καὶ μολυσμοῖς, σαρκικοῖς σπιλούμενος, ἐπὶ σὲ τὴν καθαράν, ἀληθῶς καὶ ἄσπιλον Ἁγνήν, καταφεύγω. Βοηθός, γενοῦ τῷ δούλῳ σου.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὰ τῆς καρδίας μου πάθη τὰ χαλεπά, Θεοτόκε ἴασαι, τῶν ἀστάτων λογισμῶν, τὸ δεινὸν κλυδώνιον τῇ σῇ, μεσιτείᾳ πρὸς Θεόν, κόπασον Δέσποινα.

Κα τοποστλου παρν, οκροστιχς.

Τν εκλε Φλιππον μν προφρνως. Θεοφνους.

δ α’  χος πλ. β’

ὁ α’ χορός

Στίχ.Ἅγιε ἔνδοξεἈπόστολε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Εἱρμὸς ὁ αὐτὸς

Ταῖς ὑπερφώτοις ἀκτῖσι τῆς τοῦ Χριστοῦ, θεϊκῆς λαμπρότητος, ἐνηδόμενος τρανῶς, θεοκῆρυξ Φίλιππε ταῖς σαῖς, κατὰ μέθεξιν αὐγαῖς, ἡμᾶς καταύγασον.

βχορός

Στίχ.Ἅγιε ἔνδοξεἈπόστολε τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

τοῦ Πατρός σοι τὴν δόξαν δι’ ἑαυτοῦ, ὑποδείξας Φίλιππε, τῷ  χορῷ τῶν Μαθητῶν, σὲ Χριστὸς ἐνέταξε τὴν σήν, προγινώσκων ἀρετήν, θεομακάριστε.

ὁ α’ χορός

Δόξα Πατρί…

Νῦν  οὐκ αἰνίγμασι βλέπεις οὐδὲ σκιαῖς, οὐδ’ ἐσόπτροις Πάνσοφε, τὴν πηγὴν τῶν ἀγαθῶν, ὀρεκτῶν τὸ ἔσχατον Xριστόν, ἀλλὰ πρόσωπον ὁρᾷς, σαφῶς πρὸς πρόσωπον.

βχορός 

Κα νν… Θεοτοκον

κλελοιπότων Ἀρχόντων ἐκ τῆς φυλῆς, τοῦ Ἰούδα Πάναγνε, ὁ Υἱός σου καὶ Θεός, προελθὼν Ἡγούμενος τῆς γῆς, τῶν περάτων ἀληθῶς, νν  βασλευσεν.

 

ᾠδὴ γ’

Ὁ Εἱρμὸς 

ὁ α’ χορός

Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ  Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας αὐτούς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.

Σταυρὸς ἐπήγνυτο ἐν γῇ, καὶ κατέστραπτο πλάνη, καὶ ἐσείετο κτίσις, καὶ  καρδίαι τῶν βροτῶν σεσαλευμέναι ἐχθροῦ, ἐπηρείᾳ πίστιν ὑπεδέχοντο.

 ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.

Μανεὶς ὁ ἄδικος λαός, σὲ τὸν δίκαιον μόνον, κατακρίνει θανάτῳ, δικαιοῦντα τοὺς βροτούς, καὶ ἐξ ἀδίκου χειρός, τοῦ  δολίου τούτους ἐξαιρούμενον.

 ὁ β’ χορός

Μαρτυρικὰ

Στίχ. Ἅγιοι Μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

κίνει πᾶσαν ἑαυτοῦ, τὴν κακίαν  ὁ πλάνος, τοῖς Ἁγίοις παλαίων, ἀλλ’ ἡττᾶτο καθορῶν, ἀταπεινώτους αὐτούς, καὶ τῆς θείας κοινωνοὺς λαμπρότητος.

 ὁ α’ χορός

Στίχ. Ἅγιοι Μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σωμάτων ὥρα ταῖς σφοδραῖς, ἠλλοιοῦτο αἰκίαις, ἀλλ’ ἐπέλαμπε μᾶλλον, ἡ φαιδρότης τῆς ψυχῆς, τῶν Ἀθλοφόρων Χριστοῦ, ἐνεργείᾳ τοῦ ἁγίου Πνεύματος.

ὁ β’ χορός

 Σταυροθεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ραῖον κάλλει σὲ Υἱέ, ὑπὲρ πάντας ἀνθρώπους, ἐν τῷ τίκτειν ἐπέγνων, καὶ πῶς σταυρούμενος νῦν, κάλλος οὐκ  ἔχεις Χριστὲ; ἡ Παρθένος ἔλεγε δακρύουσα.

Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

μόνος φύσει συμπαθής, ὁ τὸ αἷμά σου Λόγε, διὰ σπλάγχνα ἐλέους, δι’ ἐμὲ ἐπὶ Σταυροῦ, κενώσας διὰ τῆς σέ, κυησάσης οἴκτειρον καὶ σῶσόν με.

 ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

μόνος φύσει συμπαθής…..

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς

Ναὸς γενόμενος Θεοῦ, τῇ θεογενεσίᾳ ἑκουσίως εἰς πάθη, ὠλίσθησα χαλεπά· διό σε Θεοῦ Ναέ, ἱκετεύω, Δέσποινα βοήθει μοι.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παστὰς Κυρίου ἐκλεκτή, οὐρανίου παστάδος, ποίησον κληρονόμον, τὸν τῇ θείᾳ σκέπῃ σου, ὡς ἐν παστάδι σεπτῇ, καθ’ ἑκάστην, πόθῳ σε γεραίροντα.

δ γ’

ὁ α’ χορός

Στίχ. Ἅγιε ἔνδοξεἈπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Εἱρμὸς ὁ αὐτὸς

πάρχων ἔμπλεως φωτός, πρακτικῆς θεωρίας, τῷ  φωτὶ τῷ  μεγάλῳ, γενομένῳ μεθ’ ἡμῶν, κατηξιώθης Χριστῷ, λειτουργῆσαι, Φίλιππε θεσπέσιε.

βχορός

Στίχ.Ἅγιε ἔνδοξεἈπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Κρηπὶς δογμάτων εὐσεβῶν, ἡ σὴ μυσταγωγία, τοῖς πιστοῖς ἀνεδείχθη· δι’ αὐτῆς γὰρ τὸν Υἱόν, ἐπέγνωμεν συμφυῶς, ἡνωμένον, ὄντα τῷ  Γεννήτορι.

ὁ α’ χορός

Δόξα Πατρί…

Λυχνία γέγονας χρυσῆ, δᾳδουχῶν τοῖς ἀνθρώποις, τὸ ἀΐδιον φέγγος, καὶ φωτίζων τῇ    αὐτοῦ, τὴν οἰκουμένην σαφῶς, ἐπιγνώσει, Φίλιππε πανάριστε.

βχορός

Κα νν…Θεοτοκον

πὶ σοὶ πάναγνε σεμνή, πεποιθὼς μὴ ἐκπέσω, τῆς εἰς σὲ προσδοκίας, ἀλλ’ ὡς Μήτηρ συμπαθής, τοῦ φιλανθρώπου Θεοῦ, τῶν παγίδων, τοχθρο με λτρωσαι.


 Συναπτ μικρ κα κφνησις

 Ὅτι σ ε Θες μν,…

αχορός

Κθισμα  χος πλ. δ’ – Τν Σοφαν καὶ Λόγον

λατὴρ τῶν δαιμόνων ἀναδειχθείς, καὶ φωστὴρ τῶν ἐν σκότει ἀποφανθείς, ἔδειξας τὸν Ἥλιον, ἐκ Παρθένου ἐκλάμψαντα, καὶ ναοὺς εἰδώλων, συντρίψας ἀνήγειρας, ἐκκλησίας Μάκαρ, εἰς δόξαν Θεοῦ ἡμῶν· ὅθεν σε τιμῶμεν, καὶ τὴν θείαν σου μνήμην, λαμπρῶς ἑορτάζομεν, καὶ συμφώνως βοῶμέν σοι, Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ  Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ β’ χορὸς 

Δξα Πατρί…Ὅμοιον

μβροφόρος νεφέλη πνευματική, ἀληθῶς ἀνεδείχθης τοῖς ἐπὶ γῆς, ποτίζων ὡς ἄρουραν, μυστικῶς τὰς καρδίας ἡμῶν· διαδραμὼν γὰρ τῷ  λόγῳ, δροσίζεις τὰ πέρατα, ὑετοὺς προχέων, τὰ μύρα τῇ λάρνακι· ὅθεν διαπνεύσας, ταῖς ἀπίστοις καρδίαις, ὀσμὴν τὴν τοῦ Πνεύματος, ἐν αὐταῖς ἐθησαύρισας, Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

αχορός

Κα νν… ΘεοτοκονὍμοιον

Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, ἀπὸ βρέφους μολύνας ὁ μιαρός, καὶ λόγοις καὶ πράξεσιν, ἐμαυτὸν κατερρύπωσα, καὶ οὐκ ἔχω τι πράξαι, οὐδὲ καταφύγιον, ἀλλ’ ουδ’ ἄλλην ἐλπίδα, πλήν σου Κόρη ἐπίσταμαι· Φεῦ μοι τῷ  ἀχρείῳ! Διὰ τοῦτο ἱκέτης, πρὸς σὲ τὴν Πανάχραντον, νῦν  προστρέχω καὶ δέομαι, ὁμολογῶν σοι τό, Ἥμαρτον· Πρέσβευε τῷ  σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· εἰς σὲ γὰρ πᾶσαν ἐλπίδα νθηκα Δσποινα.


 

ᾨδὴ δ’

Ὁ Εἱρμὸς 

βχορός 

Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα.

 

αχορός 

Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.

Ταθέντα ξύλῳ σε ὁρῶν ὁ Ἥλιος, ἐμελαίνετο φόβῳ, καὶ  σκοτασμόν, πλάσμα ἀπεδύετο,  καὶ ἐδεσμεῖτο ὁ ἐχθρός, καὶ ἡ πλάνη διελύετο.

βχορός 

Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.

δέσμει χεῖράς σου, λαὸς παράνομος, καὶ δεσμῶται ἀλύτων, Σῶτερ δεσμῶν, πάντες ἀπελύοντο, Ἥλιε ἄδυτε Χριστέ, πᾶσα κτίσις δὲ ἀνύμνει σε.

αχορός 

 Μαρτυρικὰ

Στίχ. Ἅγιοι Μάρτυρες τοῦ Χριστοῦ,πρεσβεύσατε ὑπὲρ ἡμῶν.

οαῖς ἐπνίξατε, αἱμάτων Μάρτυρες, Φαραὼ τόν διώκτην, φρενοβλαβῶς, ἄμετρα καυχώμενον, καὶ πρὸς τὴν γῆν τὴν νοητήν, ἀγαλλόμενοι μετέβητε.

βχορός 

Στίχ. Ἅγιοι Μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Πτεροῖς τοῦ Πνεύματος, ὑπεριπτάμενοι, τοῦ ἐχθροῦ τῶν παγίδων οἱ Ἀθληταί, χαίροντες ἀνέδραμον, ἔνθα τὸ πρῶτον ἀγαθόν, καὶ ζωὴ καὶ φῶς ἀνέσπερον.

αχορός 

 Σταυροθεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ομφαίᾳ τέτρωσαι, τοῦ πάθους Δέσποινα, τοῦ ἐκ σοῦ σαρκωθέντος, ὅτε αὐτόν, ἔβλεψας σταυρούμενον, καὶ λόγχῃ ἄχραντον πλευράν, δι’ ἡμᾶς ἐξορυττόμενον.

Κανὼν τῆς Θεοτόκου

 

Εἱρμὸς ὁ αὐτὸς

βχορός 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ανίσιν Ἄχραντε, πλευρᾶς τοῦ τόκου σου, τῶν παθῶν μου τὸν ῥύπον, καὶ  τοὺς δεινούς, σπίλους τῆς καρδίας μου, ἐναποκάθαρον  Ἁγνή, καὶ φωτί σου καταλάμπρυνον.

αχορός 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

δὸς εὐθεῖά μοι, ὁδὸς εἰσάγουσα,  σωτηρίας πρὸς τρίβους, ἡ τὴν ὁδόν, τέξασα γενήθητι, ἀποπλανήσει πονηρᾷ, καθ’ ἑκάστην ὀλισθαίνοντι.

βχορός 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σταγόνα ὄμβρισον, ἐν τῇ καρδίᾳ μου, κατανύξεως Κόρη, ἡ τὴν πηγήν, τῆς ζωῆς κυήσασα, τὰς διεκχύσεις τῶν ἐμῶν, παθημάτων ἀναστέλλουσα.

 αχορός 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

γία Δέσποινα, τὸν ὑπεράγιον, ἡ κυήσασα Λόγον, ἁγιασμόν, τῇ ψυχῇ μου δώρησαι, καὶ τρικυμίας πειρασμῶν τὴν ζωήν μου ἐλευθέρωσον.

δ δ’

βχορός

Στίχ.Ἅγιε ἔνδοξεἈπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Εἱρμὸς ὁ αὐτὸς

λίου σκήνωμα, Χριστοῦ τοῦ ὄντως φωτός, καὶ ναὸς ἀνεδείχθης χωρητικός, τούτου τῆς λαμπρότητος, καὶ οὐρανὸς δόξαν Θεοῦ, τοῖς ἀνθρώποις διηγούμενος.

ὁ α’ χορός

Στίχ.Ἅγιε ἔνδοξεἈπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Φθαρείσης πάθεσι, τῆς ἀνθρωπότητος, ἐμβληθεὶς θεῖον ἅλας παρὰ Χριστοῦ, ταύτης ἀπεξήρανας, τὴν σηπεδόνα τὴν δεινήν, θεοφάντορ ἀξιάγαστε.

βχορός

Δόξα Πατρί…

σχὺϊ Φίλιππε, Χριστοῦ ῥωννύμενος, τῶν δαιμόνων τοῦ στίφους καὶ δυσσεβῶν, ὤφθης δυνατώτερος, τοῖς ἐπὶ γῆς ἀναβοῶν, ζωῆς θείας εὐαγγέλια.

ὁ α’ χορός

Κα νν…Θεοτοκον

Λιμένα εὔδιον, Χριστὸς ἀνέδειξε, τοῖς ἐν πίστει καὶ πόθῳ σε ἀληθεῖ, Δέσποινα πανάμωμε, ἐκ διανοίας καθαρᾶς…

βχορός

Θεοτκον καταγγλλουσιν.

 

ᾨδὴ ε’

Ὁ Εἱρμὸς 

ὁ α’ χορός

Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον.

βχορός 

Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.

περιβάλλων τὸν οὐρανόν, νέφεσι Χριστὲ ἐπὶ Σταυροῦ, γυμνὸς ἐπάγης θελήματι, γύμνωσιν κακίας προσαπεκδύων με, καὶ στολαῖς ἀφθαρσίας φαιδρύνων Δέσποτα.

αχορός 

Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.

Σταυρῷ ἐτάθη ἡ ἀληθής, ἄμπελος Χριστὸς ὁ φυτουργός, καὶ γλυκασμὸς τῶν ψυχῶν ἡμῶν, γλεῦκος ἀποστάζων, τὴν μέθην ἅπασαν, τῆς πλάνης  ἀναστέλλων τοῦ πολεμήτορος.

βχορός 

 Μαρτυρικὰ

Στίχ. Ἅγιοι Μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Πεποικιλμένοι τοῖς ἱεροῖς, στίγμασι Χριστοῦ οἱ Ἀθληταί, καὶ τοῖς στεφάνοις κοσμούμενοι, τῷ σαρκὶ παθόντι Θεῷ παρίστανται, ἡμῖν ἁμαρτημάτων λύσιν αἰτούμενοι.

αχορός 

Στίχ. Ἅγιοι Μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

ποσκοποῦντες πρὸς τὴν ἐκεῖ, δόξαν Ἀθλοφόροι καὶ ζωήν,  καὶ ἀληθῆ ἀγαλλίασιν, πᾶσαν τρικυμίαν, παθῶν ἠνέγκατε, τῷ πάθει τοῦ Δεσπότου ἐνδυναμούμενοι.

 βχορός 

Σταυροθεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Γαστρὶ χωρήσασα Χριστόν, μόνον τὸν ἀχώρητον παντὶ ὠδίνων ἄνευθεν τέτοκα, νῦν δὲ ὀδυνῶμαι, ἐν τῷ σταυροῦσθαί σε, Υἱέ μου, ἡ Θεοτόκος κλαίουσα ἔλεγεν.

 

Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς

αχορός 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ξένον ὡς ἔσχηκας τοκετόν, ξένον με γενόμενον Θεοῦ, δι’ ἁμαρτίας οἰκείωσιν, ξένωσον ἐκ ταύτης, καὶ τῷ οἰκτίρμονι οἰκείωσον Παρθένε τῇ μεσιτείᾳ σου.

 

ὁ βχορός 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ξένον ὡς ἔσχηκας τοκετόν…..

αχορός 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ς ὄρος πάλαι σε Δανιήλ, βλέπει τηλαυγῶς μαρμαρυγαῖς, τῆς παρθενίας ἐκλάμπουσαν, ἐξ οὗ ἐτμήθη λίθος, συντρίβων Πάναγνε, τὰ εἴδωλα τῆς πλάνης σθένει Θεότητος.

 

βχορός 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸν ταῖς ἐφόδοις ταῖς λῃστρικαῖς, τετραυματισμένον τὴν ψυχήν, ἡμιθανῆ τε τυγχάνοντα, ἐν ὁδῷ τοῦ βίου καὶ κινδυνεύοντα, διὰ τῆς σὲ τεκούσης Λόγε ἐπίσκεψαι.

 ᾠδ ε’

ὁ α’ χορός

Στίχ.Ἅγιε ἔνδοξεἈπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Εἱρμὸς ὁ αὐτὸς

ὸν ψυχόλεθρον τοῦ ἐχθροῦ, ταῖς ἀλεξικάκοις σου, θεοῤῥῆμον παλάμαις ἐξήρανας, τοὺς θανατηφόρῳ κεκρατημένους βυθῷ, χαλεπῆς ἀλγηδόνος ἀναῤῥυόμενος.

βχορός

Στίχ.Ἅγιε ἔνδοξεἈπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Πυρίπνους ὅλος ἀναδειχθεὶς τῇ  τοῦ Παρακλήτου ἐπιδημίᾳ, καὶ χάριτι Φίλιππε, τοὺς ἀποψυγέντας, ἐν ἀθεΐας κρυμῷ, τῇ τῆς πίστεως θέρμῃ ἐζωοποίησας.

ὁ α’ χορός

Δόξα Πατρί…

Πλησίον γέγονας τοῦ Χριστοῦ, τὰς ἐνδιδομένας σοι, λαμπηδόνας ἀμέσως δεχόμενος, καὶ διαβιβάζων τοῖς σοὶ προστρέχουσι, φωτίζων καὶ προσάγων, τούτους τῷ  Κτίστῃ σου.

βχορός

Κα νν…Θεοτοκον

λόγῳ πάντα δημιουργῶν, καὶ σοφῇ προνοίᾳ κυβερνῶν, μόνος ὡς βούλεται Κύριος, ἄκρᾳ εὐσπλαγχνίᾳ, δημιουργεῖται ἐκ σοῦ, καὶ σάρξ ἀνερμηνεύτως…

ὁ α’ χορός

Πναγνε γνεται.

 

ᾨδὴ ς’

 Ὁ Εἱρμὸς 

βχορός 

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου πολυέλεε.

αχορός 

Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.

στέφθης μακρόθυμε, ταῖς ἀκάνθαις τῶν παθῶν, ἐναποτέμνων ἄκανθαν, λόγχῃ πλευρὰν ἐτρώθης, καὶ τὸν ἡμᾶς, νεκροὺς ἐργασάμενον, ἀπενέκρωσας ὄφιν πολυμήχανον.

βχορός 

Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.

κρίῳ ἀνήρτησαι, καταρράσσων τοῦ ἐχθροῦ, τὴν δυναστείαν Δέσποτα, δουλείας δὲ πικρᾶς με ἐλευθερῶν, ἐδέξω ῥαπίσματα, ἀνυμνῶ σου οἰκτίρμον τὸ μακρόθυμον.

αχορός 

 Μαρτυρικὰ

Στίχ. Ἅγιοι Μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Σταυρῷ τειχιζόμενοι, πλάνης τείχη πονηρά, οἱ Ἀθληταὶ κατέστρεψαν, καὶ πρὸς τὴν ἄνω πόλιν νικητικοῖς, στεφάνοις κοσμούμενοι, μετῳκίσθησαν· ὅθεν μακαρίζονται.

 βχορός 

Στίχ. Ἅγιοι Μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Εἰς ὕψος περίδοξον, μαρτυρίου ἑαυτούς, ἀναγαγόντες Ἅγιοι, τὰς πονηρὰς  ὑψώσεις τοῦ δυσμενοῦς, εἰς γῆν κατεπτώσατε, καὶ στεφάνους ἐξ ὕψους ἐκομίσασθε.

αχορός 

 Σταυροθεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πατρὸς τὸ ἀπαύγασμα, πῶς ἐπήρθη ἐν Σταυρῷ, φωταγωγοῦν τὰ σύμπαντα, καὶ καταρράσσον σκότους τὸν ἀρχηγόν! ἡ πάναγνος Δέσποινα, μητρικῶς θρηνῳδοῦσα ἀπεφθέγγετο.

Κανὼν τῆς Θεοτόκου

Εἱρμὸς ὁ αὐτὸς

βχορός 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ῥάβδος ἡ ἔντιμος, ἡ βλαστήσασα ἡμῖν, ξύλον ζωῆς τὸν Κύριον, τὴν ταπεινὴν ψυχήν μου φθοροποιούς, ἐννοίας βλαστάνουσαν, τῷ Σταυρῷ τοῦ Υἱοῦ σου ἀποκάθαρον.

αχορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ῥάβδος ἡ ἔντιμος…..

βχορός 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θηρὸς ἁμαρτίας με, ὡς κητῴας ἐκ γαστρός, τὸν Ἰωνᾶν ἐξάγαγε, ταῖς ἱκεσίαις Λόγε τῆς ἐν γαστρί, ἁγνῶς χωρησάσης σε, τὸν ἀχώρητον φύσει πολυέλεε.

αχορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

πλήθυναν Δέσποτα, ὑπὲρ ἄμμον θαλασσῶν, τὰ πονηρά μου πταίσματα, ὡς κεκτημένος πέλαγος οἰκτιρμῶν, ἐπίστρεψον σῶσόν με, παρακλήσεσι Λόγε τῆς τεκούσης σε.

 

δ ς’

βχορός 

Στίχ.Ἅγιε ἔνδοξεἈπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Συνεσχθη, λλ’ ο κατεσχθη

Νεμομένην, καὶ λυμαινομένην, βλέπων τὴν πλάνην τοῦ ἐχθροῦ, τὸ τῶν ἀνθρώπων γένος, τὰ σὰ βέλη τὰ ἠκονημένα, τοὺς Ἀποστόλους τείνας ἐξαπέστειλας, καὶ διήνοιξας θώρακος πτύξιν, Χριστὲ τοῦ δράκοντος, ἅπαντας τῆς αὐτοῦ, λύμης καὶ φθορᾶς Σῶτερ ἰώμενος.

ὁ α’ χορός

Στίχ.Ἅγιε ἔνδοξεἈπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

περτέρῳ, φέγγει καταλάμπων, ὤφθης καθάπερ ἀστραπῇ, τῇ οἰκουμένῃ φαίνων, καὶ ὡς ὄρος γλυκασμὸν σταλάζων, ὡς Θεοῦ δρόσος οὐρανόθεν πίπτουσα, ὡς Ἀπόστολος ἐκλελεγμένος, τὴν δωδεκάριθμον, φάλαγγα συμπληρῶν, τὴν τῶν Μαθητῶν Χριστοῦ Πανόλβιε.

βχορός

Δόξα Πατρί…

Μυηθείς σου, τὸ τοῦ μυστηρίου, βάθος ὁ θεῖος Μαθητής, ὡς ποταμὸν εἰρήνης, ἐπιβλύζοντα τρυφῆς χειμάῤῥουν, ὡς ἐπικλύζον κῦμα δόξαν ἔθνεσι, σὲ ἐκήρυξε μεγαλοφώνως, καὶ τὴν σὴν ἔνδοξον, κένωσιν Ἀγαθέ, τὴν ὑπὲρ ἡμῶν εὐηγγελίσατο.

ὁ α’ χορός

Κα νν… Θεοτοκον 

Νεκρουμένους, καὶ ἀπολλυμένους, πάντας θανάτῳ τοὺς βροτούς, σὺ τὸν Χριστὸν τεκοῦσα, τὴν ἀκήρατον ἀθανασίαν, ἀνεκαλέσω πρὸς ζωὴν αἰώνιον, καὶ ἐφώτισας ἐσκοτισμένους, καὶ ἠλευθέρωσας, λύσασα τὰ δεσμά, τῆς ἀπαγωγῆς ἡμῶν Πανύμνητε.

βχορός 

Ερμς

Συνεσχέθη, ἀλλ’ οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος, καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ· Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, λεον ατος γκατελπετε.


Συναπτ μικρκα κφνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον  Ἦχος πλ. δ’

Ὡς ἀπαρχὰς

μαθητὴς καὶ φίλος σου, καὶ μιμητὴς τοῦ πάθους σου, τῇ οἰκουμένῃ Θεόν σε ἐκήρυξεν, ὁ θεηγόρος Φίλιππος, ταῖς αὐτοῦ ἱκεσίαις, ἐξ ἐχθρῶν παρανόμων, τὴν Ἐκκλησίαν σου, δι τς Θεοτκου συντρησον Πολυλεε.

Ὁ Οἶκος

εῖθρα λόγου παράσχου μοι Κύριε, ὁ ὑδάτων τὴν φύσιν δειμάμενος, τὴν καρδίαν μου στήριξον Δέσποτα, ὁ τὴν γῆν στερεώσας τῷ  λόγῳ σου, καὶ φώτισον μου τὴν διάνοιαν, ὁ τὸ φῶς ὡς χιτῶνα ἀναβαλλόμενος, ἵνα λέγω καὶ ψάλλω τὰ πρέποντα, καὶ ἀξίως ὑμνήσω τν σν Μαθητν Πολυλεε.

Σ υ ν α ξ ά ρ ι ο ν

Τ ΙΔ’ το ατο μηνς, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου Φιλίππου, ἑνὸς τῆς πρώτης χορείας τῶν δώδεκα.

Στίχοι

  • ·        Ἀρθεὶς Φίλιππος ἐκ ποδῶν ἐπὶ ξύλου,
  • ·        Τὰ τῶν ποδῶν σοι νίπτρα Σῶτερ ἐκτίνει.
  • ·        Ἤρθης κἀκκεφαλῆς δεκάτῃ Φίλιππε τετάρτῃ.

Tῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Κωνσταντίνου τοῦ ἐξ’ Ὕδρας, τοῦ ἀθλήσαντος ἐν ἔτει 1800 ἐν τῇ νήσῳ τῆς Ῥόδου.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. μν.


ᾨδὴ ζ’

Ὁ Εἱρμὸς 

ὁ α’ χορός

Δροσοβόλον μὲν τὴν κάμινον, εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.

οβόλον ἀπερράπισας τοῦ δράκοντος, κακίαν ῥαπιζόμενος, καὶ κρεμάμενος ἐπὶ ξύλου, μόνε Δυνατέ, τοὺς πάντας ἐφώτισας βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων  ἡμῶν.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.

Ξύλου εὕρατο γευσάμενος τὸν θάνατον, Ἀδὰμ ὁ πρῶτος ἄνθρωπος, ὁ δὲ δεύτερος ἐν αὐτῷ,  Χριστὸς θανατωθείς, ἀθάνατον δίδωσι ζωήν, ἀπονεκρώσας τὸν ἐχθρόν, τόν πολυμήχανον.

 ὁ β’ χορός

Μαρτυρικὰ

Στίχ. Ἅγιοι Μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

πομένοντες τὸν Κύριον ἀνήχθητε, ταλαιπωρίας Μάρτυρες, τῶν κολάσεων, καὶ ἐν πέτρᾳ ἔστητε στερρᾷ, τῆς πίστεως, πᾶσαν πονηράν, ὑποσκελίζοντες ἐχθροῦ, κακίαν θείᾳ ῥοπῇ.

ὁ α’ χορός

Στίχ. Ἅγιοι Μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Λαμπρυνθέντες τοῖς παθήμασιν ἐλάμψατε, Ἡλίου τηλαυγέστερον, καὶ τὰς τοῦ σκότους ἐξουσίας, πάσας, Ἀθληταί, ἐλύσατε μέλποντες Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ὁ β’ χορός

 Σταυροθεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ὑπάρχων ἀναλλοίωτος Θεότητι, ἠλλοίωσας κρεμάμενος Σταυρῷ, κτίσιν ἅπασαν ἡ παρθένος, ἔλεγεν Υἱέ, καὶ βλέπουσα ταῦτα θρηνῳδῶ, ἐκπληττομένη τὴν φρικτήν, οἰκονομίαν σου.

 

 

 

Κανὼν τῆς Θεοτόκου

 

Εἱρμὸς ὁ αὐτὸς

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

τὴν φύσιν τοῦ προπάτορος θεώσασα, τῷ ὑπὲρ φύσιν τόκῳ  σου, ἁμαρτῶντα με  ὑπὲρ φύσιν, καὶ τὸν ἀγαθόν, τῇ φύσει πικράναντα Θεόν, καταλλαγαῖς σου μητρικαῖς, αὐτῷ οἰκείωσον.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

τὴν φύσιν τοῦ προπάτορος…..

ὁ α’ χορός

 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὴν πηγάζουσαν ἑκάστοτε καρδίαν μου, ἁμαρτημάτων ῥεύματα ἡ  πηγάσασα, σωτηρίας ὕδωρ τοῖς πιστοῖς, καθάρισον μέλπειν ἐμμελῶς· Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐρανὸς ἐπὶ τῆς γῆς σὺ ἐχρημάτισας, τοῦ οὐρανοῦ καὶ τῆς γῆς ποιητοῦ, ὃν ἱκέτευε τῶν γῆς με, ῥύσασθαι κακῶν, καὶ  μέτοχον τῶν ἐν οὐρανοῖς,  καταξιῶσαι ἀγαθῶν, Θεογεννήτρια.

ᾨδὴ ζ’

Οἱ Παῖδες ἐν Βαβυλῶνι,

ὁ α’ χορός

Στίχ.Ἅγιε ἔνδοξεἈπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

ς φέγγος ἐξαπεστάλης, βολίδος δίκην Ἀπόστολε, σελασφόροις βολαῖς καταυγάζων, τοὺς ἐν πίστει κραυγάζοντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

 ὁ β’ χορός

Στίχ.Ἅγιε ἔνδοξεἈπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Πλουσίαις φωτοχυσίαις, τοῦ θείου Μάκαρ κηρύγματος, διαλάμπων φαιδρῶς τοὺς ἐν σκότει, μελῳδεῖν κατεφώτισας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

αχορός

Δόξα Πατρί…

ητόρων ἀδολεσχίαν, καὶ λόγων πᾶσαν δεινότητα, τῷ  συντόνῳ λόγῳ ἐκνικήσας, τῷ  τῆς πίστεως ἔψαλλες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

ὁ β’ χορός

Κα νν… Θεοτοκον 

Οὐσίας ὑπερουσίως, Παρθένε δύο γεγέννηκας, ἡνωμένας Ἁγνὴ ἀσυγχύτως, τῷ  Χριστῷ, ᾧ κραυγάζομεν· Εὐλογητὸς εἶ Κύριε,…..

αχορός

…… Θεὸς τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η’

Ὁ Εἱρμὸς 

ὁ β’ χορός

κ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρᾷς Χριστέ, μόνῳ τῷ βούλεσθαι, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.

περήφανον ὄφιν σὺ ἐταπείνωσας, ταπεινώσει καρδίας ξύλῳ ὑψούμενος, ὕψιστε Θεέ, καὶ Ἀδὰμ τὸν τοῖς πάθεσι, τεταπεινωμένον, ἀνύψωσας Οἰκτίρμον.

 ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.

Τὴν τοῦ ξύλου πικρίαν μεταποιούμενος, ἐπὶ ξύλου ἐτύθης χολῆς γευόμενος, πάντων γλυκασμός, καὶ ζωὴ ἐνυπόστατος, Δέσποτα ὑπάρχων, καὶ φῶς καὶ σωτηρία.

 ὁ α’ χορός

Μαρτυρικὸν

Στίχ. Ἅγιοι Μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Οὐκ ἐκάμψατε γόνυ γλυπτοῖς Πανεύφημοι, ἀλλ’ ἐτύθητε ἄρνες ὥσπερ ἀμώμητοι, καὶ τοῦ πονηροῦ τὴν ἰσχὺν κατεκάμψατε, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

 ὁ β’ χορός

Στίχ. Ἅγιοι Μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ναοὶ Πνεύματος ζῶντος ὤφθητε Μάρτυρες, τοὺς ναοὺς τῶν εἰδώλων κατηδαφίσατε, καὶ πρὸς τὸν Ναόν, τὸν οὐράνιον ἤρθητε, ἀνυμνολογοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.

 ὁ α΄ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θεοτοκίον

ακώβ σε, προεῖδε Παρθένε κλίμακα, πρὸς οὐράνιον ὕψος ἡμᾶς ἀνάγουσαν, τοὺς εἰς τὸν βυθόν, τῶν κακῶν ὀλισθήσαντας· ὅθεν σε ὑμνοῦμεν, Ἁγνὴ εἰς τοὺς αἰῶνας.

Κανὼν τῆς Θεοτόκου

 

Εἱρμὸς ὁ αὐτὸς

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Καὶ μὴ θέλων ὁ τάλας πράττω τὰ ἄτοπα, συνηθείᾳ δουλεύων καταδουλούσῃ με, δούλοις πονηροῖς, ἐκ Θεοῦ ὀλισθήσασι, Δέσποινα Παρθένε, ἐλεύθερόν με δεῖξον.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Καὶ μὴ θέλων ὁ τάλας…..

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ς τὸν βότρυν τεκοῦσα τὸν ἀγεώργητον, τὸν πηγάζοντα οἶνον πᾶσι σωτήριον, μέθῃ με πικρᾶς, ἁμαρτίας σκοτούμενον, Δέσποινα Παρθένε, σωφρόνισον καὶ σῶσον.

 ὁ α’ χορός   

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μή με στήσῃς ἐν ὥρᾳ Δέσποτα κρίσεως, μετὰ τῶν κατακρίτων ὄντα κατάκριτον, ἀλλὰ τὸν πικρόν, στεναγμόν μου δεξάμενος, σῶσόν με πρεσβείαις, τῆς σῆς μητρός Οἰκτίρμον.

ᾨδὴ η’

Νόμων πατρῴων

ὁ β’ χορός

Στίχ.Ἅγιε ἔνδοξε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Φῶς σε τοῦ κόσμου ἀπετέλεσε, τὸ πατρικὸν φῶς, Λόγος ὁ ἐνυπόστατος, ἐκλεξάμενος Ἀπόστολον, ἐκ τοῦ κόσμου Τρισμάκαρ, καὶ καθοπλίσας, θείᾳ δυναστείᾳ τῇ αὐτοῦ, ἐπαφῆκεν ἀήττητον, ὡς ὁπλίτην βοῶντα· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ὁ α’ χορός

Στίχ.Ἅγιε ἔνδοξεἈπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

ώμῃ τῇ θείᾳ δυναμούμενος, τὰς ἀντιπάλους τάξεις ὑπερενίκησας, τὴν ἀτίθασον παράταξιν, τὴν αὐτῶν καταλύσας· τὴν γὰρ εἰρήνην, κλῆρον ἀναφαίρετον λαβών, εἰρηναίαν κατάστασιν, ἐφύτευσας τῷ  κόσμῳ· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

βχορός 

Στίχ. Εὐλογοῦμεν Πατέρα, Υἱόν καί Ἅγιον Πνεῦμα τόν Κύριον.

λῳ τῷ  πόθῳ προσεπέλασας, τῷ  σαρκωθέντι Λόγῳ Θεοῦ Ἀπόστολε, μαθητὴς τούτου γενόμενος, καὶ θεῖος ὑπηρέτης, καὶ μυστολέκτης· ὅθεν ὑπ’ αὐτοῦ ἀποσταλείς, εἰς τὰ ἔθνη ἐκήρυξας, αὐτοῦ τὴν παρουσίαν· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Κα νν… Θεοτοκον 

λος ἡνώθη ὑπὲρ ἔννοιαν, ἀναλλοιώτως ὅλῃ τῇ ἀνθρωπότητι, ὁ ὑπέρθεος ἐν μήτρᾳ σου, Παναγία Παρθένε· ὅθεν ἐν δύο φύσεσι, γνωρίζεται Χριστός, εἷς ὑπάρχων ἀμφότερα, ὃν ὑμνοῦντες βοῶμεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ερμς τῆς η’ ᾠδῆς.

βχορός 

Στίχ. Ανοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον

Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Bαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι, ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν Ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, ες πντας τος αἰῶνας.


Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ.β’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

 

ᾨδὴ θ’

 Ὁ Εἱρμὸς 

ὁ α’ χορός

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ, τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ  τάγματα, διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς, σὲ μακαρίζομεν.

ὁ β’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.

ρῶν καὶ χρόνων ὑπάρχων Κύριος, μέσον τῆς γῆς,  μεσούσης τῆς ἡμέρας μακρόθυμε, ἐπὶ ξύλου ὑψώθης σταυρούμενος, τοῦ μέσον Παραδείσου καὶ ὑπομείναντος, ὄλισθον καρπὸν φθοροποιόν, ἐπανορθούμενος.

ὁ α’ χορός

Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.

Σταυρὸς ἐπήγνυτο καὶ ὁ τύραννος, ἐν τῇ ψυχῇ καιρίαν τὴν πληγὴν ὑπεδέχετο, καὶ δεσμῶται φθορᾶς ἀπελύοντο,  γνῶσις πᾶσιν ἀνθρώποις ἐνεφυτεύετο, ἐχθρὸς κατηργεῖτο, καὶ χαρᾶς πάντα πεπλήρωται.

 ὁ β’ χορός

Μαρτυρικὰ

Στίχ. Ἅγιοι Μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

γῆ συνήφθη Κυρίου Μάρτυρες, τοῖς οὐρανοῖς ἀφ’ οὗ  Χριστὸς ἐτύθη σταυρούμενος, καὶ ὑμῶν τὴν πληθὺν ἐπεσπάσατο,  πλῆθος πολλῶν, βασάνων καθυπομείνασαν, καὶ πληθύϊ θείων Λειτουργῶν, συνεξαστράπτουσαν.

ὁ α’ χορός

Στίχ. Ἅγιοι Μάρτυρες τοῦ Χριστοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Φωτὶ ἀΰλω ἐναπαστράπτοντες, θέσει Θεοὶ Κυρίου χρηματίζετε Μάρτυρες, πρωτοτόκων σκηναῖς αὐλιζόμενοι, καὶ τῆς αἰωνιζούσης, δόξης πληρούμενοι· ὅθεν κατὰ χρέος οἱ πιστοί, ὑμᾶς γεραίρομεν.

ὁ β’ χορός

 Σταυροθεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Φρικτὴν λοχείαν ὑπέστην Δέσποτα, ἐν τῷ φρικτῶς σε τίκτειν, ὃν ἡ κτίσις σταυρούμενον, ἐπὶ ξύλου θελήσει μακρόθυμε, ἔφριξε καθορῶσα, πάλαι ἡ ἄμεμπτος, ἔκλαιε βοῶσα μητρικῶς, ἣν μεγαλύνομεν.

Κανὼν τῆς Θεοτόκου

 

Εἱρμὸς ὁ αὐτὸς

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

μὲ τὸν μόνον καταπατήσαντα, φρενοβλαβῶς τὸν νόμον σου Χριστὲ τὸν σωτήριον, καὶ δεινῇ παραβάσει δουλεύοντα, καὶ κατακεκριμένον σῶσον οἰκτείρησον, διὰ τῆς τεκούσης σε Ἁγνῆς, ὡς ὑπεράγαθος.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λιμὴν ἐν ζάλῃ μοι κινδυνεύοντι, τῶν πειρασμῶν γενοῦ θεοχαρίτωτε Δέσποινα, καὶ παθῶν μου τὸν σάλον πραΰνουσα, τὸ τῶν ἁμαρτιῶν μου ξήρανον πέλαγος, ὅπως κατὰ χρέος σὲ ὑμνῶ, τὴν πολυΰμνητον.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

δὸν εὐθεῖάν μοι καθυπόδειξον, δι’ ἧς εὑρεῖν δυνήσομαι τὴν πύλην τὴν φέρουσαν, πρὸς τὰ ἄνω Παρθένε Βασίλεια, πρὸς τὰ τοῦ Παραδείσου, θεῖα σκηνώματα, πρός τὴν δι’ αἰῶνος ἀληθῆ, μακαριότητα.

ὁ β’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Στρατὸς Μαρτύρων, Ὁσίων σύλλογος, Ἱεραρχῶν Δικαίων, Προφητῶν, Ἀποστόλων τε, τῶν ἁγίων Ἀγγέλων τὰ τάγματα,  μετὰ τῆς σὲ  Τεκούσης, ἐκδυσωποῦσί σε. Σῶσον ἡμᾶς, οἴκτειρον Χριστέ, ὡς πολυέλεος.

 

ᾨδὴ θ’

Ἀπορεῖ πᾶσα γλῶσσα

ὁ α’ χορός

Στίχ.Ἅγιε ἔνδοξεἈπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Νῦν  ἀπορρήτου δόξης, καὶ φωτὸς ἀνεσπέρου, ἠξιωμένος ἔνθα ἡ ἀνέκφραστος, ὑπάρχει εὐφροσύνη, ἔνθα ἡ χαρὰ ἡ ἄληκτος, ἐν ἐκκλησίᾳ, τῶν πρωτοτόκων ἔνθα, δικαίων αἱ σκηναί, πάντων Χριστιανῶν ὑπερεύχου, Φίλιππε, πάνσοφε.

 ὁ β’ χορός

Στίχ.Ἅγιε ἔνδοξεἈπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

ραϊσμένος κάλλει, νοητῆς εὐπρεπείας, καὶ βασιλείας στέφος περικείμενος, θεόφρον καὶ πλουσίαις, Φίλιππε περιχεόμενος, φωτοδοσίαις, τῆς τοῦ ὑπερουσίου, φωτός μαρμαρυγῆς, χαίρων τῷ  τοῦ Δεσπότου σου, θρόνῳ μάκαρ παρίστασαι.

ὁ α’ χορός

Δξα  Πατρί…

Σὺν Ἀποστόλοις πᾶσι, σεπτοῖς τε καὶ Προφήταις, καὶ σὺν Ἀθλοφόροις Φίλιππε Ὁσίοις, Ἱεράρχαις Δικαίοις, σὺν τῇ Θεοτόκῳ πρέσβευε, λύσιν πταισμάτων, καὶ τῶν ἀμπλακημάτων, δοθῆναι ἱλασμόν, πίστει τοῖς τὴν φωσφόρον καὶ θείαν, μνήμην τελοῦσί σου.

ὁ β’ χορός

Κα νν… Θεοτοκίον

Σεσαρκωμένον Λόγον, τὸν πρὶν ἄσαρκον ὄντα, ὑπερφυῶς Παρθενομῆτορ τέτοκας· διὸ σὲ Θεοτόκον, πάντες εὐσεβῶς κηρύττομεν, ἀληθεστάτην σοι τὴν προσηγορίαν, ἁρμόζοντες Ἁγνή· σὺ γὰρ τῆς τῶν πιστῶν σωτηρίας, ῥίζα καθέστηκας.

ὁ α’ χορός

ᾠδὴ θ’

Ερμς

πορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν, ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ χριστιανῶν εἶ προστάτις, σ μεγαλνομεν.

ὁ β’ χορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴνντωςΘεοτκον, σμεγαλνομεν.


Συναπτ μικρκα κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ξαποστειλρια

ὁ α’ χορὸς

Ἦχος γ’

ν Πνεματι τερ

Δρόμον ὡραίων σου ποδῶν, Φίλιππε ἀναστρέψας, πορείαν τὴν οὐράνιον, ἀνελήλυθας χαίρων, καὶ τῇ Τριάδι παρεστώς, ἐν Πατρὶ τεθέασαι, Υἱὸν καὶ Πνεῦμα τὸ θεῖον· διὰ τοῦτό σου πόθῳ, τὴν πανίερον καὶ θείαν, ἑορτάζομεν μνήμην.

.

ὁ β’ χορὸς

Θεοτοκον

περαγία Παρθένε, δέησιν νῦν  τῷ  Υἱῷ σου, ὑπὲρ ἡμῶν σὺν Φιλίππῳ, τῷ  θείῳ καὶ θεηγόρῳ, προσφέρουσα ἐκ παντοίων κακν περσζε πντας.   


ΑΙΝΟΙ

Ἦχος α’

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν·  αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Τν ορανων ταγμτων

Τῶν οὐρανίων σου φθόγγων τὰ ἀπηχήματα, ἐπὶ τῆς γῆς παμμάκαρ, διεχύθη καὶ ταύτην, ἐπλήρωσε δογμάτων, δι’ ὧν τὸν Υἱόν, τῷ  Πατρὶ καὶ τῷ  Πνεύματι, θεολογοῦντες Ἀπόστολε μυστικῶς, ὁμοούσιον δοξάζομεν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τῶν οὐρανίων σου φθόγγων τὰ ἀπηχήματα…

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

ς ἑωσφόρον σε πάντες τῶν Ἀποστόλων Χριστοῦ, καὶ φαεινὸν λαμπτῆρα, τῆς σεπτῆς Ἐκκλησίας, Φίλιππε τρισμάκαρ, ἔχοντες νῦν, τὰς ψυχὰς φωτιζόμεθα, καὶ ἐκ κινδύνων λυτρούμεθα δυσχερῶν, ταῖς πρεσβείαις σου πανεύφημε.

  β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Διὰ σταυροῦ τὸν ἀγῶνα τὸν τῆς ἀθλήσεως, διηνεκῶς τῆς νίκης, ἀνεδήσω στεφάνους, Φίλιππε ἀξίως, μεθ’ ὧν εἰσελθών, εἰς τὰ ἄνω βασίλεια, συμπαρεδρεύεις Ἀπόστολε τῷ  Χριστῷ, καὶ πρεσβεύεις τοῦ σωθῆναι ἡμᾶς.

ὁ α’ χορός

Δξα  Πατρί… χος β’

Φιάλαι τῶν ἀρωμάτων ἐν κόσμῳ, αἱ σιαγόνες σου Σοφέ, ὤφθησαν Ἀπόστολε Φίλιππε, περικιρνῶσαι τοῖς πιστοῖς, πόμα τὸ ζωοποιόν· πρᾶξιν γὰρ εἰς θεωρίας ἐπίβασιν ἐσχηκώς, Χριστοῦ ὀπαδὸς ἐχρημάτισας, τὴν στεῖραν καὶ ἄτεκνον ἐθνῶν Ἐκκλησίαν, εὐτεκνωθεῖσαν ἐν αὐτῷ, καταποικίλας διδαχαῖς· ἣν καὶ νῦν  δυσώπει λυτρωθῆναι, δεινῶν καὶ ἀναγκῶν, δύνασαι γὰρ ἐν Θεῷ, πολλὰ ἐγγίζων αὐτῷ.

ὁ β’ χορός

Κα νν… Θεοτοκον ὁμόηχον

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φλαξν με π τν σκπην σου.


Δοξολογία Μεγάλη

εἰς ἦχον β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • ·        Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • ·        μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • ·        Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • ·        Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • ·        Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • ·        τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • ·        Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • ·        Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • ·        Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • ·        Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • ·        τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • ·        Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

 ὁ β’ χορός

τὸ Ἀπολυτίκιον  Ἦχος γ’

πόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ  ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ τας ψυχας μν.


ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχοςβ´.

Στίχ. α. γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. τι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

ἈντίφωνονΒ

ὁ β’ χορός

Ἦχος πλ. α’

Στίχ. α’, Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β‘, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γΘαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

βχορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶνῦν

βχορός

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσονἡμᾶς.

 

ἈντίφωνονΓ

ὁ α’ χορός

Στίχ. Εἰς πᾶσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καί εἰς τά πέρατα τῆς οἰκουμένης τά ῥήματα αὐτοῦ.

Ἀπολυτίκιον  Ἦχοςγ

πόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ  ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορὸς

Στίχ. Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δέ χειρῶν αὐτοῦ ἀναγγέλλει τό στερέωμα.

πόστολε Ἅγιε Φίλιππε…

Εἰσοδικὸν

ὁ α’ χορός

 ( ψάλλεταιὑπὸτῶνἱερουργούντων μόνον ὅταντελεῖταισυλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
βχορὸς

ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον) 

Ἀπολυτίκιον  Ἦχοςγ

πόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ  ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

βχορός

ΤοῦΝαοῦ

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιονχος δ’

ψωθες ν τ Σταυρ  

καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ Ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι θείῳ, ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ΄ Ατη πρχει σκηνπουρνιος.  


 Τρισάγιον.


Ἀπόστολος

(Α´ Κορ. δ´ 9-16)

Προκείμενον ἦχος πλ.δ’  

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καί εἰς τά πέρατα τῆς οἰκουμένης τά ῥήματα αὐτοῦ.
Στχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τό στερέωμα.

ΠρὸςΚορινθίουςΑἘπιστολῆςΠαύλουτὸἈνάγνωσμα

 δελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾽ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾽ οὐ πολλοὺς πατέρας, ἐν γὰρ Χριστῷ ᾽Ιησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταίμουγίνεσθε.

λληλούϊα (γ’)  Ἦχος α΄

 ξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.

Στίχ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.


Εὐαγγέλιον

κτοκατωάννην (Ιω. α´ 44-52).

Τῷ καιρῷ ἐκείνῳ, ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον. καὶ λέγει αὐτῷ ὁ ᾽Ιησοῦς, ᾽Ακολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως ᾽Ανδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ, ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, ᾽Ιησοῦν υἱὸν τοῦ ᾽Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ, ᾽Εκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος, ῎Ερχου καὶ ἴδε. Εἶδεν ὁ ᾽Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ, ῎Ιδε ἀληθῶς ᾽Ισραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν. Λέγει αὐτῷ Ναθαναήλ, Πόθεν με γινώσκεις; ἀπεκρίθη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ, Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. Ἀπεκρίθη αὐτῷ Ναθαναήλ, ῾Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ βασιλεὺς εἶ τοῦ ᾽Ισραήλ. Ἀπεκρίθη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ, Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων ὄψῃ. Καὶ λέγει αὐτῷ, ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας πτνυἱὸντονθρπου.

 αχορς

Δόξα σοι, Κύριε, δόξα σοι.


ΚαὶκαθεξῆςΘείαΛειτουργίατοῦἹεροῦΧρυσοστόμου


Εςτ, ξαιρτως

ὁ α’ χορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σμεγαλνομεν.


Κοινωνικὸν  

ὁ β’ χορός

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. λληλούϊα.

ὁ α’ χορός  

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

ἦχος πλ. α΄

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

πόλυσις  «…Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν…»

Δι’εὐχῶν…

μήν.

14 ΝΟΕΜ12 ΕΟΡΤΗ ΑΠΟΣΤΟΛΟΥ ΦΙΛΙΠΠΟΥ


 

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s