ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΟΣΙΑΣ ΜΑΤΡΩΝΗΣ ΤΗΣ ΧΙΟΠΟΛΙΤΙΔΟΣ

20 ΟΚΤΩΒΡΙΟΥ 2012

᾿Αρτεμίου μεγαλομ. (†326), Ματρώνης ὁσίας τῆς Χιο­πολίτιδος (†462), Γερασίμου ὁσίου τοῦ ἐν Κεφαλληνίᾳ (†1581).


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

Ἦχος γ’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ΑΠΟΛΥΤΙΚΙΑ

ὁ α’ χορός

χος γ’. Τν ραιότητα.

Χριστοῦ τοῖς ἴχνεσιν, ἀκολουθήσασα, κόσμου τερπνότητα, Ὁσία ἔλιπες, καὶ ἐμιμήσω ἐν σαρκί, Ἀγγέλων τὴν πολιτείαν· ὅθεν ταῖς τοῦ Πνεύματος, δωρεαῖς κατεφαίδρυνας, τὴν ἐνεγκαμένην σε, νῆσον Χίον πανεύφημε· διὸ χαρμονικῶς ἐκβοᾷ σοι· χαίροις Ματρῶνα πανολβία.

ὁ β’ χορός

Δόξα Πατρί…

 Ἦχος πλ. α’.

Τν συνάναρχον λόγον.

Εὐσεβείας ἐμπρέπων τοῖς κατορθώμασι, τῆς τῶν Μαρτύρων εὐκλείας ὤφθης σοφὲ κοινωνός, ἐναθλήσας ἀνδρικῶς Μάρτυς Ἀρτέμιε· ὅθεν πηγάζων δαψιλῶς, ἰαμάτων δωρεάς, τὸ πάθος ἐντεροκήλης, ὡς συμπαθὴς θεραπεύεις, τῶν προστρεχόντων τῇ πρεσβείᾳ σου.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  Ὅτι σὸν τὸ κράτος…  

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορός

Κάθισμα τῆς Ἁγίας

Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.

Τὴν ῥοώδη ἀπείπω Μῆτερ σκηνήν, τῆς ἀσκήσεως ᾔρω χρηστὸν ζυγόν, Ματρῶνα ἀοίδιμε, καὶ ὀπίσω εἰσέδραμες, τοῦ Νυμφίου τοῦ κάλλει, ὡραίου καὶ ἔκραζες, ἀποθάνω ὡς ἴδω, τὴν σὺν ὡραιότητα· ὅθεν σὺν Ἀγγέλοις ἐντρυφᾷν ἠξιώθης, τῆς αἴγλης καὶ λαμπρότητος, τῆς Τριάδος θεόληπτε· δι’ ὅ πίστει βοῶμέν σοι· πρόσδεξαι ὕμνους ἡμῶν ὦ σεμνή, τῶν πταισμάτων ἄφεσιν ἀμείβουσα, ταῖς πρὸς Θεὸν σοῦ πρεσβείαις δεόμεθα.

ὁ β’ χορός

Δόξα καὶ νῦν. Θεοτοκίον.

Παναγία Παρθένε Μῆτερ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, ἴασαι δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα· τὴν ψυχὴν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος· οἴμοι τί ποιήσω; ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μοι χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; τότε Δέσποινα, βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

Μετὰ τὴν β´ Στιχολογίαν.

Κάθισμα τῆς Ἁγίας\

ὁ α’ χορός

Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Τὰ φρικτά σου σκάμματα, Μῆτερ Ματρῶνα, εὐφημεῖν οὑ δύναται, φύσις βροτεία πρεπωδώς· πῶς οὖν ἡμεῖς εὐπορήσαιμεν, ὕμνοις ἀξίοις τὸ χρέος ἀφοσιώσασθαι.

ὁ β’ χορός

Δόξα. Ὅμοιον.

σηκὸς ὁ πάνσεπτος, σοῦ θείου σκήνους, ἐκπηγάζει θαύματα, καὶ τὰ πανίερα ὀστᾶ, τοῖς εὐλαβῶς ἐξαιτοῦσί σου, τὴν θείαν χάριν, Ματρῶνα ἣν εἴληφας.

ὁ α’ χορός

Καὶ νῦν, Θεοτοκίον.

Χρυσωθεῖσα πνεύματι, κιβωτὸς ὤφθης ἡ τὸν κόσμον σῴζουσα, τῆς καταιγίδος τῆς πικράς, καὶ εἰς λιμένα ἀπάγουσα, τῆς σωτηρίας, τοὺς θέλοντας σῴζεσθαι.

 

Μετὰ τὸν Πολυέλεον,

ὁ α’ χορός

 Κάθισμα. Ἦχος δ´.

 Κατεπλάγη Ἰωσήφ.

ξιστᾶ τὰ σὰ σεμνή, πᾶσαν βροτείαν ἀκοήν, καὶ διάνοιαν καὶ νοῦν, ἐκπλήττει μέγεθος τῶν σῶν, ἀγωνισμάτων Ματρῶνα καὶ παλαισμάτων, ἐκ πρώτης ἡλικίας γάρ, ἀκολουθοῦσα Χριστῷ, προθέσει ὁλικῇ, ἀσκητικαῖς ἀγωγαῖς, τὰς τῆς σαρκὸς ἐνέκρωσας, ἁπάσας, ἐπαναστάσεις πανθαύμαστε, καὶ διαβόλου, τὴν ἐπηρμένην, ὀφρὺν καθεῖλες καὶ ᾔσχυνας.

ὁ β’ χορός

Δόξα καὶ νῦν. Θεοτοκίον.

Τὸ μυστήριον τῆς σῆς, κυοφορίας Προφητῶν, θείῳ πνεύματι χοροί, μεμυημένοι Μαριάμ, ποικιλοτρόπως ἐτράνωσαν τοῦτο Κόρη, λυχνίαν τε καὶ στάμνον ὀνομάσαντες, καὶ ῥάβδον καὶ χρυσοῦν θυμιατήριον, καὶ κιβωτὸν καὶ τράπεζαν, καὶ πλάκα· ὅρος δασὺ καὶ κατάσκιον, καὶ κεκλεισμένην, Παρθένε πύλην, τῷ Θεῷ τηρουμένην.


Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

ὁ α’ χορός

  • ·       κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • ·       κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

  •         Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  •         Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δόξα Πατρί…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Καὶ νῦν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

ὁ α’ χορός

Προκείμενον  Ἦχος δ’

πομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου.

ὁ β’ χορός

πομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου.

ὁ α’ χορός

Στίχ. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατηύθυνε τά διαβήματά μου.

πομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.


Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου

Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

Ἱερεὺς: τι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

μήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ’).

Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ἱερεὺς: Εἰρήνη πᾶσι.

ὁ β’ Χορὸς

Καὶ τῷ Πνεύματί σου.

Ἱερεὺς: κ τοῦ κατὰ Ματθαῑον  ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.(Μτ.  11: 27-30)

Διάκονος: Πρόσχωμεν.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ἱερεὺς: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταΐς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμενοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷὸς εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς (χύμα) 

ὁ α΄ χορὸς

Δόξα Πατρί… Ἦχος β’

Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Ἦχος β’

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Σήμερον ἡ Παρθένος, συγκαλεῖ Ματρῶνα ἅπαντας, πρὸς λαμπρὰν ἑστίασιν τῶν αὐτῆς παλαισμάτων, αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ ἐκείνης πρὸς τοὺς πόνους ἀνένδοτον, Σατᾶν ἡ ἰσχὺς τεθριάμβευται, καὶ δαιμόνων ἡ πληθὺς διωλόλυξεν, ἡμεῖς δὲ τῷ ἐνδυναμώσαντι αὐτήν, δόξαν δῶμεν πάντες Χριστῷ, ὃς φύσεως τὸ χαῦνον δυναμοῖ οἰκείῳ σθένει.


Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

 

ΚΑΝΟΝΕΣ

Ὁ Κανὼν τῆς Θεοτόκου.

ὁ α’ χορὸς

ᾨδὴ α’ Ἦχος δ’

Ὁ Εἱρμὸς

νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ὢν φύσει ἄκτιστος, καὶ τῷ Πατρὶ συναΐδιος, καὶ χρόνων ὑπέρτερος, καὶ προαιώνιος, ἐκ σοῦ Δέσποινα, κτιστὸς καὶ ὑπὸ χρόνον, ὡς ἄνθρωπος γίνεται, σῴζων τόν ἄνθρωπον.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ μόνη Θεόνυμφε, τὸν ἐν ὑψίστοις καθήμενον, ἀγκάλαις ἐβάστασας, σάρκα γενόμενον· σὺ γὰρ πέφηνας, ἐκ πάντων τῶν αἰώνων, δοχεῖον ἐπάξιον, τοῦ Παντοκράτορος.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μαρίαν τὴν Ἄχραντον, δεῦτε ὑμνήσωμεν ἅπαντες, ὡς μόνην κυήσασαν, Χριστὸν τὸν Κύριον, τὸν καινίσαντα, τὴν ἀνθρωπίνην φύσιν, Παρθένον τε μείνασαν ἀδιαλώβητον.

 

Τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.

Τὴν σὴν νέμοις μοι πλουσίαν χάριν Μάκαρ. Ἰωσήφ.

ᾨδὴ α’ Ἦχος β’

Ἐν βυθῷ κατέστρωσε

ὁ α’ χορὸς

Στίχ. Ἅγιε Μάρτυς  τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Τὸν ἀγῶνα Μάρτυς τὸν καλόν, ὡς ἀγωνισάμενος, καὶ τοὺς λαμπροὺς στεφάνους κομισάμενος, τῷ φωτὶ παρίστασαι, φωτιζόμενος κατὰ μέθεξιν ἄϋλον· ὅθεν δυσωποῦμεν, φώτισον ἡμᾶς ταῖς ἱκεσίαις σου.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε Μάρτυς  τοῦ Χριστοῦ,  πρέσβευε ὑπὲρ ἡμῶν.

φαιδρά σου Μάρτυς ἑορτή, πάντας συνεκάλεσε, χαρμονικῶς εἰς πανδαισίαν σήμερον, προθεῖσα τοὺς ἄθλους σου, τὰ παλαίσματα, καὶ τὴν ἀνδρείαν ἔνστασιν, ὧν κατατρυφῶντες, πίστει σε καὶ πόθῳ μακαρίζομεν.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε Μάρτυς  τοῦ Χριστοῦ,  πρέσβευε ὑπὲρ ἡμῶν.

Νεκρωθέντα Μάκαρ ἐν σταυρῷ, τὸν ἀκατανόητον, σωματικῶς κατανοήσας Κύριον, τῆς ζωῆς τὸν αἴτιον, ἐθελούσιον ἐπεπόθησας νέκρωσιν, τὴν διὰ βασάνων· ὅθεν ἀθανάτου δόξης ἔτυχες.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.  Θεοτοκίον

Σαρκωθεὶς ἐκ σοῦ θεοπρεπῶς, Λόγος ὁ ἀσώματος, ὑπερβολῇ φιλανθρωπίας Πάναγνε, πάθει προσωμίλησε, καὶ ἀπάθειαν τοῖς ἀνθρώποις ἐπήγασεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται.

.

Καὶ τῆς Ὁσίας εἰς δ΄, οὗ ἡ

ἀκροστιχίς: Ματρῶναν ὑμνῶ τῆς Χίου τὴν προστάτιν. Νικήτας.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

ὁ α’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ματρῶναν τιμήσωμεν, τὴν ἱερὰν ὦ θεόφρονες, καμάτους γεραίροντες τοὺς ὑπὲρ φύσιν αὐτῆς, καὶ τὰ σκάμματα, καὶ τὴν πρὸς ἀοράτους, ἀνένδοτον ἔνστασιν, ἐχθροὺς ἀλάστορας.

ὁ β’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

βέβαιον ἄστατον, ἅπαν εἰδυῖα πανθαύμαστε, τερπνὸν τὸ ὁρώμενον, μόνα ἐπόθησας, τὰ ἀόροτα, Ματρῶνα καὶ ἐμφρόνως, τὰ ἄνω Βασίλεια, κτήσασθαι ἔσπευσας.

ὁ α’ χορός

Δόξα Πατρί…

ς κρίνον σὲ εὔοσμον, ὡς ῥόδον εὔχρουν ὑπέρτιμε, Θεὸς μέσον εὕρηκε, τῶν ἀκανθῶν καὶ αὐτοῦ, κατηγλάϊσε, ταῖς χάρισι Ματρῶνα, καὶ Χίοις σε ἔδειξε δόξαν καὶ καύχημα.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Ναὸς καὶ παλάτιον, εὐρυχωρότατον πέφηνας, Θεοῦ παναμώμητε, μόνη χωρήσασα, καθαρότητος, ἁγνὴ περιουσία, χωρεῖν, ὃν οὐ δύναται, εὗρος οὐράνιον.

Κανν τς Θεοτκου

Ερμς

ὁ α’ χορὸς

Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ’ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γάρ ἐστιν Ἅγιος, πλήν σου φιλάνθρωπε.

ὁ β’ χορὸς

Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει…

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

διαπλάσας, κατ’ ἀρχὰς ἐκ χοός με τὸν ἄνθρωπον, πλαστουργεῖται δι’ ἐμέ, ἐν τῇ γαστρί σου Πανάμωμε, τὴν πάλαι κατάπτωσιν, ἐπανορθούμενος.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Κράτος θανάτου, καὶ κατάρας ἀρχαίας ἀπόφασιν, συλλαβοῦσα τὴν ζωήν, Θεογεννῆτορ κατήργησας· διό σου τὴν ἄχραντον, σέβομεν γέννησιν.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὲ προστασίαν, ἀσφαλῆ Θεομῆτορ κεκτήμεθα, τὰς ἐλπίδας ἐπὶ σοί, ἀνατιθέντες σῳζόμεθα, πρὸς σὲ καταφεύγοντες, περιφρουρούμεθα.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὲ τὴν τεκοῦσαν, τὸν Θεὸν Θεοτόκον δοξάζομεν, τῷ γεννήματι τῷ σῷ, προσηγορίαν ἁρμόζοντες, καὶ κλῆσιν κατάλληλον, Πναγνε Δσποινα.

 

Ὠδὴ γ’

Ἐξήνθησεν ἡ ἔρημος

ὁ α’ χορὸς

Στίχ. Ἅγιε Μάρτυς  τοῦ Χριστοῦ,  πρέσβευε ὑπὲρ ἡμῶν

Μαρτύρων καλλωπίζεσθαι, τοῖς στεφάνοις Ἔνδοξε, ἐπιποθὼν ὑπήνεγκας, τῶν μαστίγων καὶ τῶν στρεβλώσεων, τὰς πικρὰς ἀλγηδόνας θείᾳ χάριτι.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε Μάρτυς  τοῦ Χριστοῦ,  πρέσβευε ὑπὲρ ἡμῶν

Οὐκ ἔσεισε τὸν πύργον σου, τῆς καρδίας Πάνσοφε, ἡ σφοδροτάτη πρόσρηξις, τῶν βασάνων· καὶ γὰρ ἐστήρικτο, νοητὴν ἐπὶ πέτραν τὴν ἀσάλευτον.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε Μάρτυς  τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

κρίῳ ἀναρτώμενος, καὶ νιφάσι πάντοθεν, τῶν σπαραγμῶν κυκλούμενος, σοῦ τὸ ὄμμα πρὸς τὸν δυνάμενον, ἐνητένιζες σῴζειν Ἀξιάγαστε.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θεοτοκίον

Σεσάρκωται βουλήματι, ἐξ αἱμάτων Δέσποινα, σοῦ παναχράντων Κύριος, διασῴζων τὴν ἀνθρωπότητα, καὶ Μαρτύρων τοὺς δήμους ἐπεσπάσατο.

Ὁ Κανὼν τῆς Ἁγίας

ᾨδὴ γ΄.

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.

ὁ α’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

σμάτων καὶ κρότων πανολβία, τὰ σὰ ὄντως ἄξια τελεῖ, Θεὸν γὰρ τοῖς σοῖς μέλεσι, τοῖς ἱεροῖς ἐδόξασας καὶ τούτῳ θῦμα γέγονας, καὶ ἱερὸν καλλιέρημα.

ὁ β’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Νυκτὸς ἀποστέρξασα τὰ ἔργα, ἡμέρας ἐγένου καὶ φωτός, τέκνον Ματρῶνα γνήσιον τοῦ βίου εὐσχημόνως ὁδόν, ὡς ἐν ἡμέρᾳ τέμνουσα, καὶ φῶς πρὸς ἄδυτον σπεύδουσα.

ὁ α’ χορός

Δόξα Πατρί…

Μεγάλως ἀσκήσασα καὶ πόνοις, μεγάλοις τιμήσασα Χριστόν, μεγάλα ὄντως εὕρηκας, ἐν οὐρανίοις τὰ ἔπαθλα, καὶ τὰ βραβεῖα ἔνδοξε, τῶν ὑπὲρ φύσιν καμάτων σου.

. ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Νεκρὸς χρηματίζων οὐ γινώσκω, κακίας τῷ κάρῳ συσχεθείς, καὶ μέθη ἀπογνώσεως, βεβαπτισμένος Δέσποινα· ἀλλ᾿ ἡ νεκροὺς ζῳώσαντα τεκοῦσα, αὕτη μὲ ζώωσον.


 Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

 Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,… 

Κάθισμα τοῦ Ἁγίου

Ὁ ὑψωθεὶς

Τὸν στρατιώτην τοῦ Χριστοῦ τὸν ἀήττητον, καὶ καθαιρέτην τοῦ ἐχθροῦ γενναιότατον, τὸν ἐν μεγίστοις τέρασιν ἐκλάμψαντα, ἅπαντες Ἀρτέμιον, εὐφημήσωμεν πίστει· βρύει γὰρ ἰάματα, τοῖς προστρέχουσι πόθῳ, καὶ καταπαύει πάθη χαλεπά, καὶ τῶν ἐν θλίψει ἀνθρώπων προΐσταται

 Κάθισμα τῆς Ὁσίας

ὁ β’ χορὸς
Δόξα.

Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.

γλαΐαις ἐκλάμψασα ἀρετῶν, κατηγλάϊσας κόσμον ταῖς ἀστραπαῖς, τῶν θείων θαυμάτων σου, ὦ Ματρῶνα θεόπνευστε, καὶ ῥαθύμων ἐγείρεις, ψυχὰς εἰς ἐγρήγορσιν, ἐντολῶν τοῦ Κυρίου, καὶ ζῆλον τὸν ἔνθεον, μέγα παρασχοῦσα, πρὸς ἐκμίμησιν ὄντως, ὑπόδειγμα πάνσοφε, σεαυτὴν οἷς ὑπέρτερον, τῆς τοῦ θήλεως φύσεως, τὸ φρόνημα ἀνέδειξας σεμνή, καὶ ἀνδρικὰ διήνυσας πανεύφημε, ἔνσαρκος ἀσθενείᾳ, ἐπὶ γῆς ἀγωνίσματα.

ὁ α’ χορός

Καὶ νῦν. Θεοτοκίον.

Τὸ πολύφωτον ὄχημα τοῦ Θεοῦ, τοῦ νοός μου τὰ νέφη τὰ σκοτεινά, Δέσποινα, διάλυσον, τῷ φωτὶ τοῦ προσώπου σου· καὶ μετανοίας φέγγει, τὰ ὄμματα φώτισον, τῆς ζοφερᾶς ψυχῆς μου, παθῶν ἀμαυρότητι, τὰ πεπωρωμένα, καὶ τυφλώττοντα πάντῃ, τῶν φαύλων μου πράξεων, θολεραῖς ἐπιχύσεσιν, ἵνα πίστει κραυγάζω σοι· Θεοτόκε Ἀειπάρθενε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν κακῶν μου δοῦναί μοι τὴν ἄφεσιν, σὲ γὰρ ἔχω ὁ δοῦλός σου, ὀξυτάτην βοήθειαν.

 

Ὁ Κανὼν τῆς Θεοτόκου.

Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου.

ὁ α’ χορὸς

καθήμενος ἐν δόξῃ,…..

ὁ β’ χορὸς

 

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ραιώθης ὑπὲρ πᾶσαν, των Ἀγγέλων εὐπρέπειαν, ὡς τεκοῦσα τούτων, Κόρη ποιητήν τε καὶ Κύριον, ἐκ σῶν ἀχράντων αἱμάτων σωματούμενον, τὸν ῥυόμενον, πάντας αὐτόν τοὺς δοξάζοντας.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ύπον πάντα τῆς προτέρας, ἀποθέμενοι βρώσεως, τῆς ζωῆς τὸν ἄρτον, τὸν ἐξ οὐρανοῦ σιτιζόμεθα, τὸν ἐκ τῆς γῆς τῆς Παρθένου ἀνατείλαντα, ἣν ὡς πρόξενον, τῶν ἀγαθῶν ἀνυμνήσωμεν.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ἁγία Θεοτόκος, ἡ σκηνὴ ἡ ἀμόλυντος, τοῦ φωτὸς ἡ πύλη, τράπεζα καὶ στάμνος ἡ πάγχρυσος, τὸ ἀλατόμητον ὄρος καὶ κατάσκιον, ἡ χωρήσασα, τὸν πλαστουργὸν μακαρίζεται.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαρισμάτων σου τὰ ῥεῖθρα, καὶ πηγαὶ τῶν ἰάσεων, καὶ τοῦ θείου πλούτου, αἱ διανομαὶ διαδίδονται, ζωαρχικῆς ἐκ παλάμης Θεονύμφευτε, τοῦ τεχθέντος, ἐκ τῆς σῆς γαστρὸς Παντοκράτορος.

ᾨδὴ δ’

Ἐλήλυθας, ἐκ Παρθένου

ὁ β’ χορὸς

Στίχ. Ἅγιε Μάρτυς  τοῦ Χριστοῦ,  πρέσβευε ὑπὲρ ἡμῶν.

Μιμούμενος, τὸν ταθέντα ἐν ξύλῳ θελήματι, ὑψώθης τεινόμενος, καὶ ὠμοτάτως ξεόμενος, καὶ ἀποδυόμενος, τοὺς δερματίνους χιτῶνας τῆς νεκρώσεως.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε Μάρτυς  τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Οἱ πόνοι σου, τῆς σαρκὸς καὶ δεινῶν ἡ ἐπίτασις, τὴν ἄπονον λῆξίν σοι, Μάρτυς σαφῶς προεξένησαν, ἧς νῦν ἐμφορούμενος, ἅπαντα πόνον κουφίζεις τῶν ψυχῶν ἡμῶν.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε Μάρτυς  τοῦ Χριστοῦ,  πρέσβευε ὑπὲρ ἡμῶν.

σαγγέλῳ, γεγονότι τῶν ἄθλων λαμπρότησι, χειρὸς δι’ Ἀγγέλου σοι, πέμπει τροφὴν ὁ οὐράνιος, ἄρτος ἡ ζωὴ ἡμῶν, ἐνδυναμοῦσάν σε Μάρτυς παναοίδιμε.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θεοτοκίον

Παρθένον σε, μετὰ τόκον ἀμίαντον ἄφθορον, Θεὸς συνετήρησεν, ὁ εὐδοκήσας ἐν μήτρᾳ σου, ὅλον με τὸν ἄνθρωπον, ἀναλαβέσθαι δι’ ἄκραν ἀγαθότητα

Ὁ Κανὼν τῆς Ἁγίας

Ὁ καθήμενος ἐν δόξῃ.

ὁ β’ χορὸς

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

τῆς ὑπερφυεστάτης, καὶ γενναίας ἐνστάσεως! ἐν θηλείᾳ φύσει, ἢν ἀῤῥενωπῷ τῷ φρονήματι, πρὸς τὰς ἀρχὰς ἐπεδείξω παναοίδιμε, ἐξουσίας τε καὶ τοὺς δεινοὺς κοσμοκράτορας.

ὁ α’ χορὸς

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τέμνεις ξένην ὁδὸν βίου, καὶ σαφῶς ὑπερκόσμιον, μέσον Κόσμου Μῆτερ, τῆς ἐπιμιξίας μηδ᾿ ὅλως γε, τῆς τῶν πολλῶν δυνηθείσης, ἐκχαυνῶσαί σου τὸ ἀνένδοτον, καὶ πρὸς τὰ κρείττονα εὔτονον.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Σαρκὸς κτείνασα τὰ πάθη, τὴν ψυχὴν δὲ ζῳώσασα· εὐχὴ τὸν θανόντα, σῇ ζωοποιεῖε καὶ προστράγματι. Καὶ τοῦτο ἄρα τὸ θαῦμα, ἐναπέδειξεν, ἥν πεπλούτηκας, παρὰ Θεοῦ χάριν ἔνδοξε.

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Χαλινὰ τοῦ θείου νόμου, πάντα ῥήξας ὁ δείλαιος, ἀκρατῶς ἐλαύνω, πρὸς κακίας οἴμοι τὰ βάραθρα, οἷα δυσύνιος ἵππος, ἀλλὰ σὺ σεμνή, τῷ τοῦ σοῦ Υἱοῦ…..

ὁ β’ χορὸς

…… χρηστῷ ζυγῷ μὲ ὑπόταξον.

 

Ὁ Κανὼν τῆς Θεοτόκου.

ᾠδὴ ε’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

σεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου Χριστέ, ἀλλ’ ἡμεῖς σε μονογενές, πατρικῆς ἀπαύγασμα, δόξης Θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε φιλάνθρωπε.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

νατείλας Ἥλιος ἐκ σοῦ ὁ νοητός, τηλαυγεῖς τὰς μαρμαρυγάς, τῆς αὐτοῦ Θεότητος, πᾶσιν ἐφήπλωσε, Θεοτόκε Δέσποινα· διὸ πάντες σε δοξάζομεν.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ληθῆ Θεὸν ἡμῖν τεκοῦσαν σαρκικῶς, Πατρὸς τὸν μονογενῆ, Θεοτόκον πάναγνον, σὲ ὀνομάζομεν, τὴν φωνὴν κατάλληλον, προσαρμόζοντες τῷ τόκῳ σου.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Συμφυὴς καὶ σύμμορφος ὑπάρχων τῷ Πατρί, ὁ Υἱὸς ὁ μονογενής, τοῖς ἀνθρώποις γέγονεν, θέλων ὁμόφυλος, σαρκωθεὶς ὁ Ὕψιστος, ἐκ γαστρός σου Μητροπάρθενε.

Ὠδὴ ε’

Μεσίτης Θεοῦ

ὁ α’ χορὸς

Στίχ. Ἅγιε Μάρτυς  τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Λαμπὰς φωταυγής, καθωράθης Πνεύματος Ἀρτέμιε, πιστοὺς καταυγάζουσα, καὶ τῆς πονηρίας ἀπελαύνουσα, τὰ ζοφώδη καὶ σκότους, πεπληρωμένα πνεύματα.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε Μάρτυς  τοῦ Χριστοῦ,  πρέσβευε ὑπὲρ ἡμῶν.

πέτρᾳ ζωῆς, τῆς ψυχῆς τὰ βήματα πηξάμενος, ταῖς πέτραις σφιγγόμενος, καὶ τοῖς ἀλγεινοῖς περικυκλούμενος, ἀληθὴς ἀθλοφόρος, ἀκλόνητος διέμεινας.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε Μάρτυς  τοῦ Χριστοῦ,  πρέσβευε ὑπὲρ ἡμῶν.

πάρχων σεπταῖς, ὡπλισμένος Πνεύματος δυνάμεσι, τριβόλων ὀξύτητος, Μάρτυς ἀθλοφόρε κατεφρόνησας, ἐν αὐτοῖς συμπατήσας, τὰ κέντρα τοῦ ἀλάστορος.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θεοτοκίον

Σταυρὸν καὶ ταφήν, ὁ ἐκ σοῦ θελήματι τεχθεὶς δι’ ἡμᾶς, ὑπομείνας Δέσποινα, Μάρτυρα στερρότατον, Ἀρτέμιον, τῶν αὐτοῦ παθημάτων, ὡς κραταιὸς εἰργάσατο.

 

Ὁ Κανὼν τῆς Ἁγίας

Νῦν ἀναστήσομαι.

ὁ α’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

δοὺ προσώζεσαν οἱ τῆς ἐμῆς, μώλωπες ψυχῆς, κατεσάπησαν ὦ παναοίδιμε, οὓς ὑπέστην ἐκ πολλῆς τῆς ἀφροσύνης, ἀλλὰ σὺ ταῖς ἱεραῖς σοῦ σεμνή, προσευχαῖς με ἴασαι.

ὁ β’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Οὐδὲν ὁ πόλεμος ὁ τοῦ ἐχθροῦ, πρὸς τὸ ἐμβριθές, τοῦ σοῦ φρονήματος, οὐδὲν ἡ ἐνστασις, οὐδὲν πᾶσα, ἡ αὐτοῦ πανστρατιά τε, καὶ παράταξις, ἱστὸς πάντα γὰρ ἀράχνης ἠλέγχθη σοι.

ὁ α’ χορός

Δόξα Πατρί…

Τὴν τῶν παθῶν σεμνὴ πυρκαΐαν, ἔσβεσας τοῖς σοῖς δάκρυσιν ὅθεν σε, δρόσος τοῦ Πνεύματος ἐπανέψιυξε, καὶ φῶς, ἐν τῇ ψυχῇ σου, ἐπανῆψε νοητόν, ἐμπιπλὼν θείας εὐφροσύνης σε.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

ῥῆσις δέδεκται, πέρας ἐν σοι ἡ προφητικὴ ἐν παρθενίᾳ γὰρ ἁγνὴ συνέλαβες, παραδόξως οὐρανοῦ τὸν συνοχέα, καὶ ἐκύησας σαρκί,…..

ὁ α’ χορός

γενεὰν οὗ τίς διηγήσεται;

Ὁ Κανὼν τῆς Θεοτόκου.

ᾠδὴ ς’

Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ βασιλεῦ τῶν δυνάμεων.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

γνείας σε, καθαρὸν εὑρηκὼς ἐνδιαίτημα, ἐν γαστρί σου, καθαρῶς ὁ Δεσπότης ἐσκήνωσεν, ἐκκαθάραι θέλων, τῶν ἀνθρώπων Παρθένε τὸ φύραμα.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐράνωσας, γεωθεῖσαν τὴν φύσιν Πανάμωμε, τῶν ἀνθρώπων, καὶ φθαρεῖσαν αὐτὴν ἐκαινούργησας· διὰ τοῦτο μόνην, ἀσιγήτοις φωναῖς σε γεραίρομεν.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Συνέλαβες, ἐν γαστρὶ Θεομῆτορ τὸν ἄναρχον, Θεὸν Λόγον, δι’ ἡμᾶς τοὺς ἀνθρώπους γενόμενον, καθ’ ἡμᾶς ἀτρέπτως, ἐν δυσὶ γνωριζόμενον φύσεσιν.

 

Ὠδὴ ς’

ᾨδὴ ς’

Ἐν ἀβύσσῳ

ὁ β’ χορὸς

Στίχ. Ἅγιε Μάρτυς  τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

ερεῖον καὶ θῦμα ὁλόκληρον, Μάρτυς προσενήνοχας σαυτόν, Ἀρτέμιε, τῷ ἑκουσίαν σταύρωσιν, εἰς ἡμῶν δεξαμένῳ ἀνάκλησιν.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε Μάρτυς  τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν

νενδότοις πληγαῖς συντριβέντος σου, σώματος Ἀρτέμιε, τοῦ καρτεροῦ Σοφέ, τὴν ψυχικὴν εὐγένειαν, διετήρησας πίστει ἀλώβητον.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε Μάρτυς  τοῦ Χριστοῦ,  πρέσβευε ὑπὲρ ἡμῶν

Νοσημάτων ἡμᾶς ἀπολύτρωσαι, Μάρτυς καὶ παθῶν, πειρασμῶν τε καὶ θλίψεων, τοὺς ἐπὶ σοὶ προστρέχοντας, μιμητὰ τοῦ Σωτῆρος Ἀρτέμιε.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θεοτοκίον

Χειμαζόμενον σάλῳ τῶν θλίψεων, καὶ κλυδωνιζόμενον ἐπαναστάσεσι, τρικυμιῶν διάσωσον, Θεοτόκε Παρθένε τοὺς δούλους σου.

Ὁ Κανὼν τῆς Ἁγίας

ᾠδὴ ς’  

ὁ β’ χορὸς

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἐβόησε προτύπων.

Νεφέλην σέ, δροσερὰν ἡ τοῦ Πνεύματος ἔδειξε, χάρις Μῆτερ, νοσημάτων ἑξαιροῦσαν καύσωνας, καὶ παθῶν ὁμίχλην, πρεσβειῶν σου τῷ φέγγει σκεδάζουσαν.

ὁ α’ χορός

Στίχ. γία τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Πεπλήρωται, καὶ ἐν σοι ψαλμικὼς προαγόρευσις. Βασιλεῖ γάρ, τῷ τῶν ὅλων παρθένος ἐξόπισθεν, τῆς Ἀειπαρθένου, οὖν σεμναῖς ἀπηνέχθης νεάνισι.

ὁ β’ χορὸς

Δόξα Πατρί…

οῦν ἔστησας, ἀνιάτων παθῶν ταῖς πρεσβείαις σου, τοῖς τῷ τάφῳ, προσιοῦσι τῷ σῷ μετὰ πίστεως· καὶ ψυχῶν Ματρῶνα, σηπεδόνα δεινῶν ἀπεξήρανας.

 ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

ἄχρονος, ὑπὸ χρόνον ἐκ σοῦ κόρη γίνεται, καὶ ὁρᾶται, ὁ Ἀγγέλοις αὐτοῖς ἀθεώρητος, φύσεως βροτείας ὑπελθὼν φιλανθρώπως τὸ φύραμα.


Συναπτὴ μικράκαὶ ἡ Ἐκφώνησις

Σὺ γὰρ εἶ ὁ Βασιλεύς…

Ἦχος γ´. Ἡ Παρθένος σήμερον.

Οὐδαμῶς τὸ θῦλύ σοι, ἐμποδὼν ὤφθη Ματρῶνα, πρὸς τοὺς ὑπὲρ ἄνθρωπον, ἀγῶνας ὄντως καὶ ἄθλους· ᾔσχυνας διὸ τὸν μέγαν νοῦν θεοφόρε, εὔφρανας, τὸ γυναικεῖον μεγάλως γένος· τὸ ἐκείνων ταῖς σαῖς νίκαις, προσαφελοῦσα τῆς ἦττης ὄνειδος.

Ὁ Οἶκος.

Τοὺς γενναίους ἁγνὴ ἀγῶνας, οὓς διήνυσας, οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς τοῦ σκότους, καὶ τὰς ἐξουσίας πυκτεύουσα, τίς ἀξίως θαυμάσειε; καὶ γὰρ ὑπερβαίνει πάντα λόγον καὶ διάνοιαν τὰ σὰ προτερήματα· πῶς σὰρξ οὖσα καὶ αἷμα, γῆ καὶ σποδός, οὑ πρὸς τὴν κάτω ἔβλεψας φύσιν, οὑ τῇ τῶν ὁρωμένων ἐθέλχθης ἠδύτητι, ἀλλ᾿ ἀπεῖδες ὅλῳ τῷ νοΐ πρὸς τὸν οὐρανόν, καὶ μόνον τὸ ἀμήχανον ἐκεῖνο κάλλος ἐπόθησας, καὶ τοῖς σοῖς ὑπερφύεσιν ὡς ἀληθῶς σπουδάσμασιν, Ἀγγέλων εὔφρανας συστήματα· ἀνθρώπους ἐξέπληξας· δαίμονας ᾔσχυνας· τὸ θῆλυ γένος τετίμηκας, τὸ ἐκείνων ταῖς σαῖς νίκαις, προσαφελοῦσα τῆς ἥττης ὄνειδος.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Κ‘ τοῦ αὐτού μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρτεμίου.

Στίχοι

  • · Ὁ πάντα λαμπρὸς Ἀρτέμιος ἐν βίῳ,
  • · Τμηθεὶς ἀπῆλθεν εἰς ὑπέρτατον κλέος.
  • · Εἰκάδι Ἀρτέμιος πυκινόφρων αὐχένα τμήθη.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης τῆς θαυματουργοῦ.

Στίχοι

Λιπούσα κόσμον ἐμπλέων ἀκοσμίας.

Χριστῷ προσεισὶ νυμφικὼς ἡ παρθένος.

Εἰκάδι Ματρώνης δέμας γαῖα κάλυψε θανούσης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Γερασίμου τοῦ νέου, τοῦ ἐκ Τρικάλων τῆς Πελοποννήσου, οὗ τὸ σεπτὸν καὶ ἅγιον λείψανον σῴζεται ἄφθορον ἐν Κεφαλληνίᾳ.

Στίχοι

Γεράσιμος κάλλιστον ήρατο στέφος,
Eκ της άνωθεν δεξιάς του Kυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἐβόρης, Ἐνόης, Ζεβινᾶς, Γερμανός, Νικηφόρος, Ἀντωνῖνος, καὶ ἡ Ἁγία Μάρτυς Μαναθὼ ἡ παρθένος, ξίφει καὶ πυρὶ τελειοῦνται.

Στίχοι

Λίθοις Eβόρην και σύναθλον Eνόην,
Λίθων λάτραι κτείνουσιν αθλητοκτόνοι.

Ξίφος Ζεβινᾶν, Γερμανόν, Νικηφόρον.
Σὺν Ἀντωνίῳ δεικνύει νικηφόρους.

Tι και καθαρθής εις το πυρ βεβλημένη,
Αγνή Mαναθώ, πνεύμα σώμα παρθένε;

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.


ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ. ᾨδὴ α 

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾨδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾨδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾨδὴ ε’ 

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾨδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾨδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾨδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.


Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

ᾠδὴ θ’.

πας γηγενής, σκιρτάτῳ τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.


 Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

τι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός

Τοῖς Μαθηταῖς

Παρεστηκὼς Ἀρτέμιε, τῇ Ἁγίᾳ Τριάδι, καὶ ἀστραπαῖς λαμπόμενος, τοῖς ἐκεῖθεν πλουσίως, ἐξ οὐρανοῦ ἐποπτεύοις, τοὺς τιμῶντάς σε πόθῳ, μεγαλομάρτυς Ἔνδοξε, συμμαχῶν θείοις ὅπλοις, ὡς τοῦ Χριστοῦ, στρατιώτης ἄριστος ἀθλοφόρε, τῷ σταυροφόρῳ Ἄνακτι, κατ’ ἐχθρῶν πολεμίων.

ὁ β’ χορός

Ἐπεσκέψατο ἡμᾶς.

Τῆς ψυχῆς τὸ τριμερές, εἰς ἀπαθείας ἄβυσσον, κατέδυσας ὦ Ματρῶνα, καὶ ἁβρόχως τῆς ζωῆς, διαγαγοῦσα πέλαγος, πρὸς γῆν τῆς ἐπαγγελίας τῆς ἄνω κατήντησας.

ὁ α’ χορός

Θεοτοκίον.

κρασίας τῷ καρπῷ, ὁ ὄφις δελεάζων με, ἡδοναῖς θέλγει τοῦ βίου, καὶ παραβάτην ἐντολῶν, τῶν θείων ἀπεργάζεται, ἀλλὰ σὺ τῷ Θεῷ με,….

ὁ β’ χορός

….. Παρθένε κατάλλαξον.


ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος πλ. δ΄.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὢ τοῦ παραδόξου θαύματος.

τοῦ παραδόξου θαύματος! πῶς καὶ γυναῖκες ὀφρύν, τοῦ μεγάλα, αὐλήσαντος, καθαιροῦσιν ὄφεως! πῶς ἰσχὺν ἐνεδύσατο, τὴν κατ᾿ ἐκείνου, τὸ ἀσθενέστατον, τῷ ὄντι φῦλον! πῶς εἰς ἀγῶνας χωρεῖ, τοὺς ὑπὲρ ἄνθρωπον, ἡ τὸ πρὶν εὐόλισθος, φύσις διό, Χριστὸν μεγαλύνομεν τὸν τούτου πρόξενον.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

τῆς γενναίας ἐνστάσεως, καὶ παλαισμάτων τῶν σῶν, ὦ Ματρῶνα θεόληπτε, δι᾿ ὧν ἐκνικήσασα, τὴν δαιμόνων παράταξιν, τὸ κατ᾿ ἐκείνων ἔστησας τρόπαιον, καὶ στεφανίτις ὤφθης ἀναίμακτος, τῆς προαιρέσεως, τὸ σεπτὸν μαρτύριον διὰ παντός, ὑπελθοῦσα πάνσοφε, στεῤῥῶς τοῦ βίου σου.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Στῦλον πυρὸς προηγούμενον, θεοφιλέσι ψυχαῖς, πρὸς οὐράνιον ἄνοδον, σὲ καλοῦμεν ἔνδοξε, καὶ νεφέλην σκιάζουσαν, τῶν πρεσβειῶν σου νοτίσι καύσωνα, παθῶν παντοίων ἐναπελαύνουσαν, ἄγαλμα ἔμψυχον, καὶ σεπτὸν κειμήλιον καὶ ἱερόν, τοῖς πιστοῖς θησαύρισμα, μῆτερ ἀείμνηστε.

ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Σὲ ὄλβον ἔσχεν ἀσύλητον, ἡ σὴ Ματρῶνα πατρίς, καὶ σεπτὸν ἀγαλλίαμα, καὶ λιμένα ἄκλυστον, καὶ στεῤῥὸν περιτείχισμα, καὶ κατ᾿ ἐχθροῦ παντὸς ἀμυντήριον, ψυχῆς καὶ σώματος φυλακτήριον, ἢν καὶ περίσωζε, διὰ τέλους πάνσεμνε ταῖς σαῖς εὐχαῖς, πᾶν τὸ πρὸς ἐπήρειαν ἀποτειχίζουσα.

 

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος πλ. δ´.

σμασί τε καὶ κρότοις, ἐπὶ γῆς σεμνὴ ἡμᾶς τοὺς σὲ γεραίροντας, ἄμειψαι οὐρανόθεν Ὁσία, ἐκμειλίσουσα τὸν Δεσπότην ἡμῖν τῶν πταισμάτων τὴν λύσιν πρυτανεύουσα, καὶ τὰς ἐναντίας περιστάσεις ἐναπείργουσα, ἵνα ἤρεμον ἐπὶ γῆς βιοῦντες βίον, ἐν εἰρήνῃ τὸν σὲ ἐν δόξῃ στέψαντα Χριστόν, μεγαλύνωμεν.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου καί λύτρωσαι ἡμᾶς, πό πάσης νάγκης καί θλίψεως.


Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. δ´.

( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • ·        Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • ·        Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • ·        Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • ·        Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • ·        Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • ·        Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • ·        Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • ·        Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • ·        Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • ·        Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • ·        Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • ·        Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ΑΠΟΛΥΤΙΚΙΟ

ὁ β’ χορός

χος γ’. Τν ραιότητα.

Χριστοῦ τοῖς ἴχνεσιν, ἀκολουθήσασα, κόσμου τερπνότητα, Ὁσία ἔλιπες, καὶ ἐμιμήσω ἐν σαρκί, Ἀγγέλων τὴν πολιτείαν· ὅθεν ταῖς τοῦ Πνεύματος, δωρεαῖς κατεφαίδρυνας, τὴν ἐνεγκαμένην σε, νῆσον Χίον πανεύφημε· διὸ χαρμονικῶς ἐκβοᾷ σοι· χαίροις Ματρῶνα πανολβία.

 


ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχοςβ´.

Στίχ. α. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

ἈντίφωνονΒ

ὁ β’ χορός

 

Ἦχος πλ. α’

Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β‘, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γ, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

βχορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶνῦν

βχορός

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

ἈντίφωνονΓ

ὁ α’ χορός

Ἦχος γ’.

Στίχ.πομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου.

Τν ραιότητα.

Χριστοῦ τοῖς ἴχνεσιν, ἀκολουθήσασα, κόσμου τερπνότητα, Ὁσία ἔλιπες, καὶ ἐμιμήσω ἐν σαρκί, Ἀγγέλων τὴν πολιτείαν· ὅθεν ταῖς τοῦ Πνεύματος, δωρεαῖς κατεφαίδρυνας, τὴν ἐνεγκαμένην σε, νῆσον Χίον πανεύφημε· διὸ χαρμονικῶς ἐκβοᾷ σοι· χαίροις Ματρῶνα πανολβία.

ὁ β’ χορὸς

Στίχ. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατηύθυνε τά διαβήματά μου.

Ἦχος γ’

Χριστοῦ τοῖς ἴχνεσιν, ἀκολουθήσασα, κόσμου τερπνότητα, Ὁσία ἔλιπες, καὶ ἐμιμήσω ἐν σαρκί, Ἀγγέλων τὴν πολιτείαν· ὅθεν ταῖς τοῦ Πνεύματος, δωρεαῖς κατεφαίδρυνας, τὴν ἐνεγκαμένην σε, νῆσον Χίον πανεύφημε· διὸ χαρμονικῶς ἐκβοᾷ σοι· χαίροις Ματρῶνα πανολβία.

 

Μικρὰ Εἴσοδος.

 

Εἰσοδικὸν

ὁ α’ χορός

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός …
ὁ β’ χορὸς

ψάλλοντάς σοι΄ λληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται  συλλείτουργον)

ΤῆςἉγίας

χος γ’. Τν ραιότητα.

 

Χριστοῦ τοῖς ἴχνεσιν, ἀκολουθήσασα, κόσμου τερπνότητα, Ὁσία ἔλιπες, καὶ ἐμιμήσω ἐν σαρκί, Ἀγγέλων τὴν πολιτείαν· ὅθεν ταῖς τοῦ Πνεύματος, δωρεαῖς κατεφαίδρυνας, τὴν ἐνεγκαμένην σε, νῆσον Χίον πανεύφημε· διὸ χαρμονικῶς ἐκβοᾷ σοι· χαίροις Ματρῶνα πανολβία.

βχορὸς

χοςπλ. α’.

Τνσυνάναρχονλόγον.

Εὐσεβείας ἐμπρέπων τοῖς κατορθώμασι, τῆς τῶν Μαρτύρων εὐκλείας ὤφθης σοφὲ κοινωνός, ἐναθλήσας ἀνδρικῶς Μάρτυς Ἀρτέμιε· ὅθεν πηγάζων δαψιλῶς, ἰαμάτων δωρεάς, τὸ πάθος ἐντεροκήλης, ὡς συμπαθὴς θεραπεύεις, τῶν προστρεχόντων τῇ πρεσβείᾳ σου.

ὁ α’ χορός

Ἦχος α’. Αὐτόμελον.

Τῶν Ὀρθοδόξων προστάτην καὶ ἐν σώματι ἄγγελον, καὶ θαυματουργὸν θεοφόρον νεοφανέντα ἡμῖν, ἐπαινέσωμεν πιστοὶ θεῖον Γεράσιμον· ὅτι ἀξίως παρὰ Θεοῦ ἀπείληφεν, ἰαμάτων τὴν ἀέναον χάριν· ῥώννυσι τοὺς νοσοῦντας, δαιμονῶντας ἰᾶται· διὸ καὶ τοῖς τιμῶσιν αὐτόν, βρύει ἰάματα.

ὁ β’ χορός

ΤοῦΝαοῦ

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον Ἦχος β’

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.  


 Τρισάγιον.


Ἀπόστολος (Κορινθίους β΄11΄1-6).

Τῆς ῾Αγίας·

Προκείμενον ἦχος δ’

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

                                Στίχ.Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.

Πρὸς Κορινθίους β´.  Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

δελφοί, ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· ἀλλὰ καὶ ἀνέχεσθέ μου·  ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ·  φοβοῦμαι δὲ μήπως, ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν.  εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἀνείχεσθε.  λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων.  εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει, ἀλλ’ ἐν παντὶ φανερωθέντες ἐν πᾶσιν εἰς ὑμᾶς.

λληλούϊα ( γ’) Ἦχος δ΄

Στίχ.πομένων ὑπέμεινα τόν Κύριον.

Στίχ. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου.


Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον

κε΄ 1 – 13

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου.  πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραὶ.  αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον·  αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον.  μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ.  τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν.  αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.  ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς.  ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα.  ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν.  ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.  γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

 

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.   


Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου


Εἰς τό᾽Εξαιρέτως

ὁ α’ χορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.


Κοινωνικόν

ὁ β’ χορός

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

ἦχος πλ. α΄’

 

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς)

Ἀπόλυσις 

 20 ΟΚΤ12 ΕΟΡΤΗ ΑΓΙΑΣ ΜΑΤΡΩΝΗΣ ΚΑΙ ΑΓΙΟΥ ΑΡΤΕΜΙΟΥ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s