ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΕΟΡΤΗΣ ΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΛΟΥΚΑ (ΕΞ ΙΔΙΑΙΤΕΡΑΣ ΦΥΛΛΑΔΟΣ)

18 ΟΚΤΩΒΡΙΟΥ 2012

Λουκτοποστλουκαεαγγελιστο..

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

Ἦχος δ΄’

ὁ α’ χορὸς

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ΑΠΟΛΥΤΙΚΙΑ

ὁ α’ χορός

Ἀπολυτίκιον. Ἦχος δ´.

Ταχὺ προκατάλαβε.

κέστωρ σοφώτατος ἱερομύστα Λουκᾶ, ζωγράφος πανάριστος τῆς Θεοτόκου Μητρός, ἐδείχθης Ἀπόστολε, ἔγραψας μάκαρ λόγους, διὰ Πνεύματος θείου, ἔδωκας ἐννοῆσαι συγκατάβασιν ἄκραν, Χριστοῦ τῆς παρουσίας, διὸ πρέσβευε σωθῆναι ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρί…

κέστωρ σοφώτατος….

ὁ α’ χορός

Καὶ νῦν. Θεοτοκίον.

Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.


Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

  Ὅτι σὸν τὸ κράτος…  

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

 ὁ α’ χορός

Ἦχος  α´.

Τὸν τάφον σου Σωτήρ

ς ἥλιον εὑρὼν Παῦλον τὸν θεηγόρον, ηὐγάσθης παρ᾿ αὐτοῦ, τῇ τοῦ Πνεύματος αἴγλῃ, καὶ θεῖος ἀπόστολος, τοῦ Χριστοῦ ἐχρημάτισας, τὴν σοφίαν γάρ, τὴν ἀληθῆ ἀγαπήσας, ἀπεμώρανας, τὴν κοσμικὴν ἀγνωσίαν, τῷ θείῳ κηρύγματι.

ὁ β’ χορός

Δόξα. Ἦχος πλ. α´.

Τὸν συνάναρχον Λόγον.

ς τὴν σύμπασαν κτίσιν ὁ θεῖος φθόγγος σου, ἐξεχύθη ὡς φέγγος ζωῆς ἀπόστολε, καὶ τῶν δογμάτων σου Λουκᾶ ταῖς ἐπιλάμψεσιν, ἀνακηρύττει ἐμφανῶς, τοῖς ἐν ζόφῳ τῶν δεινῶν, τὴν γέννησιν τοῦ Σωτῆρος, καὶ τὸ ἑκούσιον πάθος, καὶ τὴν τριήμερον ἀνάστασιν.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίον

Τῆς ἁγνῆς Θεοτόκου καὶ θεομήτορος, τῆς τεκούσης τὸν Λόγον τοῦ προανάρχου Πατρός, τὸν χαρακτῆρα τῆς μορφῆς ὡς καθιστόρησας, ταύτῃ παρέστησας αὐτόν, ἥτις ἐβόησε Λουκᾶ: Ἡ χάρις εἴη ἐν τούτῳ, τοῦ ἐξ ἐμοῦ γεννηθέντος, πρὸς σωτηρίαν πάσης κτίσεως.


Μετὰ τὴν β´ Στιχολογίαν.

ὁ α’ χορός

Ἦχος δ´.  

Ταχὺ προκατάλαβε.

Τοῦ Λόγου ἀπόστολος καὶ ὑπηρέτης σοφός, τοῦ Παύλου συνέκδημος καὶ φοιτητὴς ἱερός, Λουκᾶ ἐχρημάτισας, τούτου γὰρ ἀνενδότως, ἠκολούθεις τοῖς τρόποις, γράφων, ὡς ζωῆς ῥήσεις τοὺς αὐτοῦ θείους λόγους, οὓς νῦν ἡ Ἐκκλησία κατέχουσα τέρπεται.

ὁ β’ χορός

Δόξα…

Τοῦ Λόγου ἀπόστολος….

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

ς θάλαμος πάμφωτος τὸν Θεὸν Λόγον χωρεῖς, ὡς τράπεζα ἔμψυχος ἐν ταῖς χερσί σου κρατεῖς, τὸν πάντα βαστάζοντα, τούτου ἁγνὴ δυσώπει, ἐκ χειρὸς ἀλλοτρίου, ῥῦσαί με καὶ τῷ θείῳ, καταυγάσει με φέγγει, σοὶ γὰρ ἀπὸ καρδίας Κόρη προσέδραμον.


Μετὰ τὸν Πολυέλεον

Κάθισμα

ὁ α’ χορός

Ἦχος πλ. δ´.  

Τὴν σοφίαν καὶ Λόγον

Τῆς Ἐδὲμ ὁ θεόβρυτος ποταμός, ὁ τὴν γῆν καταρδεύων πνευματικῶς, Λουκᾶς ὁ θεόσοφος ἀνυμνείσθω ἐν ᾄσμασι, τὸ τοῦ Εὐαγγελίου θεόπνευστον ὄργανον, τὸ ἐκφωνοῦν τῇ κτίσει Τριάδος ἐπίγνωσιν, σήμερον γὰρ ὤφθη, τῇ σεπτῇ αὐτοῦ μνήμῃ, καὶ παύει νοσήματα καὶ διώκει τὰ πνεύματα, καὶ ἰᾶται τοὺς κράζοντας: Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐφημοῦσί σε πόθῳ, ἀπόστολε ἔνδοξε.

ὁ β’ χορός

Δόξα… Καὶ νῦν… Θεοτοκίον

Τοῦ Υἱοῦ σου Παρθένε ταῖς ἀστραπαῖς, ἀποστόλων ὁ θίασος πυρσωθείς, φῶς θεῖον γεγένηται ἐν λυχνία ὁρώμενον, καὶ τῇ θεογνωσίᾳ φωτίζον τὰ σύμπαντα, καὶ ἅλας θεραπεῦον ψυχῶν τὰ ἑλκώματα. Ὅθεν ἐκδυσώπει σὺν αὐτοῖς Θεοτόκε, ῥυσθῆναι κολάσεως, καὶ τυχεῖν θείας χάριτος, τοὺς ἐν πίστει βοῶντάς σοι, χαῖρε ὄρος πῖον Θεοῦ, χαῖρε θεῖον τοῦ Λόγου ἀλάβαστρον, χαῖρε τῆς παρθενίας, λειμὼν ὁ μυρίπνοος.


Τό α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

ὁ α’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  • Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δόξα Πατρί…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Καὶ νῦν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

ὁ α’ χορός

Προκείμενον  Ἦχος δ’

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

ὁ β’ χορός

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

ὁ α’ χορός

Στίχ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.


Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου

Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

Ἱερεὺς: τι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

μήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ’).

Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ἱερεὺς: Εἰρήνη πᾶσι.

ὁ β’ Χορὸς

Καὶ τῷ Πνεύματί σου.

Ἱερεὺς: κ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

(Θ΄, 1-6)

Διάκονος: Πρόσχωμεν.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

Τῷ καιρῷ ἐκείνῳ, συγκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας, καὶ εἶπε πρὸς αὐτούς: Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδους, μήτε πήραν, μήτε ἄρτον, μήτε ἀργύριον, μήτε ἀνὰ δύο χιτῶνας ἔχειν, Καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. Καὶ ὅσοι ἂν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε, εἰς μαρτύριον ἐπ᾿ αὐτούς. Ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας, εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.


Καὶ εὐθὺς ὁ Ν’ ψαλμὸς (χύμα) 

ὁ α΄ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

Ταῖς  τοῦ Ἀποστόλου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Ἦχος πλ β’

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Σήμερον, ὁ τῆς κενώσεως τοῦ Λόγου ἑρμηνεύς, καὶ τοῦ Εὐαγγελίου συγγραφεὺς ἱερός, Λουκᾶς ὁ ἀπόστολος, ὡς πηγὴ ἐξ οἴκου Κυρίου τῇ οἰκουμένῃ προέρχεται, ἀρυσώμεθα οὖν πάντες ἀφθαρσίας ὕδωρ, καὶ τῷ Σωτῆρι βοήσωμεν· Ὁ κρατὴρ τῆς ζωῆς, Ὑπερούσιε Θεότης, ταῖς τοῦ Ἀποστόλου σου πρεσβείαις, ἀποκάθαρον ἡμᾶς ἐκ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος.


Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

Κανὼν τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς: Σκέπη ἀσφαλὴς γενοῦ μοι, Θεοτόκε. Ἀμήν.

ᾨδὴ α’

Ἦχος πλ. δ’

ὁ α’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

ὁ β’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν,…

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σκηνὴ φωτοφόρος καὶ λογική, ὑπάρχουσα Κόρη, τοῦ τῶν ὅλων δημιουργοῦ, δοχεῖον τῆς θείας ἐμφανείας, δι᾿ ἀρετῶν τὴν καρδίαν μου ἔργασαι.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Κατεῖδέ σε πάλαι ὁ Ἰακώβ, ἐν τύπῳ Παρθένε, θείαν κλίμακα ἐμφανῶς, Θεὸς διὰ σοῦ γὰρ κόσμῳ ὤφθη, καὶ τῶν βροτῶν τὴν οὐσίαν ἀνύψωσεν.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

κύησας Λόγον τὸν τοῦ Πατρός, δυσὶν ἐν οὐσίαις καὶ θελήσεσιν ἀληθῶς, ἀτρέπτως Παρθένε ἑνωθείσαις, ἐν ὑποστάσει μιᾷ ὡς ηὐδόκησε.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πηγὴ κεκλεισμένη καὶ διαυγής, ὡράθης Παρθένε ἐξ ἧς ἔβλυσε δαψιλῶς, τρυφῆς οὐρανίου ὁ χειμάῤῥους, παλινζωΐας προῤῥέων τὰ ῥεύματα.

Κανὼν τοῦ ἀποστόλου, οὗ ἡ ἀκροστιχίς: Λουκᾶς τιμάσθω ὁ ἀπόστολος πόθῳ.

 Γερασίμου.

ᾨδὴ α’

Ἦχος δ´.

Ἀνοίξω τὸ στόμα μου.

ὁ α’ χορός

Στίχ. Ἅγιε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Λουκᾶν τὸν θεόληπτον, ἀνευφημῆσαι προθέμενος, Παράκλητε Κύριε, τὴν σὴν βοήθειαν, συνεργῆσαί μοι αἰτοῦμαι τοῖς ἐπαίνοις, ὡς ἂν τούτῳ ἄξιον, πλέξω μελῴδημα.

ὁ β’ χορός

Στίχ. Ἅγιε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Λουκᾶν τὸν θεόληπτον…

ὁ α’ χορός

Στίχ. Ἅγιε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Παῦλος ὁ ἔνθεος, τὴν ψυχικήν σου εὐγένειαν, Λουκᾶ θεασάμενος σὲ ἐπεσπάσατο, καὶ ἀνέδειξε, τῶν ἄνω μυστηρίων, λαμπρὸν δημηγόρον σε, καὶ μύστην ἄριστον.

ὁ β’ χορός

Στίχ. Ἅγιε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

πῆρξας συνδέσμιος, καὶ συναιχμάλωτος ἔνδοξε, τῷ Παύλῳ ἀπόστολε, ὡς φοιτητὴς ἱερός, μεθ᾿ οὗ ἅπασαν, διαδραμὼν τὴν κτίσιν, τὸν λόγον διέσπειρας, τῆς θείας χάριτος.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Καθαίρων νοσήματα καὶ θεραπεύων παθήματα, ὡς θεῖος ἀπόστολος καὶ ἰατρὸς ἀληθής, ἐνεκέντρισας, ἀνθρώπων τὰς καρδίας, πρὸς πίστιν σωτήριον τοῦ σὲ δοξάσαντος.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

σπόρως συνέλαβες, ἀδιαφθόρως ἐκύησας, ἀκόπως ἐβάστασας, Θεοχαρίτωτε, τὸν κατέχοντα, τὰ πάντα τῇ παλάμῃ· ὢ δόξης! ὢ χάριτος, ἧς κατηξίωσαι!

 

Ὁ Κανὼν τῆς Θεοτόκου.

ᾨδὴ γ’

 Ὁ Εἱρμὸς

ὁ α’ χορὸς

Ἦχος πλ. δ’

Σύ εί τό στερέωμα, τών προστρεχόντων σοι Κύριε, σύ εί τό φώς, τών

εσκοτισμένων, καί υμνεί σε τό πνεύμά μου.

ὁ β’ χορὸς

Σύ εί τό στερέωμα,….

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

λιον ἐκλάμψασα παρθενικῶν ἐκ λαγόνων σου, μετὰ σαρκὸς τῆς δικαιοσύνης, τοὺς ἀνθρώπους ἐφώτισας.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ρουρα ἀνήροτος ἡ σὴ γαστὴρ ἀναδέδεικται, ὁ γὰρ Χριστὸς τῆς ζωῆς ὁ στάχυς ἐκ σοῦ, Δέσποινα ἔφυσε.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Στάμνος ἐπουράνιος ἀναδειχθεῖσα πανύμνητε, τὸ νοητὸν μάννα τοῖς ἀνθρώποις, ὑπὲρ λόγον ἐπήγασας.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Φύσιν προσλαβόμενος ἐκ σοῦ ὁ Λόγος θεόνυμφε τὴν τοῦ Ἀδὰμ κοινωνεῖ ἀφύρτως, σαρκὸς ἅμα καὶ αἵματος.

 

Τοῦ ποστόλου

 ᾠδὴ γ’

ὁ α’ χορὸς

Ἦχος δ´.

Στίχ. Ἅγιε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Τοὺς σοὺς ὑμνολόγους

Σοφίας ἐκφάντωρ τῆς ἐνθέου, Λουκᾶ θεία νεύσει γεγονώς, σοφίαν ἐνυπόστατον, τὴν τοῦ Θεοῦ ἐκήρυξας, ἡμῖν ἐπιδημήσασαν, σαρκὸς σοφὲ ὁμοιώματι.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Σοφίας ἐκφάντωρ τῆς ἐνθέου, …

ὁ α’ χορὸς

Στίχ. Ἅγιε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Τῇ σάλπιγγι τοῦ Εὐαγγελίου, σαλπίσας εἰς ἅπασαν τὴν γῆν, ἐκ λάκκου ἀπογνώσεως, ψυχὰς ἀνθρώπων ἤγειρας, πρὸς γνῶσιν τῆς χρηστότητος, τοῦ σὲ λαμπρῶς θαυμαστώσαντος.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

σχύϊ τῆς θείας ἐπιπνοίας, ῥητόρων διέλυσας πλοκάς, ῥήτωρ θεοειδέστατος, λογίων τῶν τοῦ Πνεύματος, ἀπόστολε γενόμενος, καὶ συγγραφεὺς θεοπρόβλητος.

ὁ α’ χορὸς

Δόξα Πατρί…

Κυήσεως θείας ἠξιώθης, τῷ Παύλῳ Λουκᾷ μαθητευθείς, ὅθεν τὸ Εὐαγγέλιον, τοῦ Λόγου διεχάραξας, καὶ τῶν συναποστόλων σου, τὰ ἱερὰ κατορθώματα.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

φλέκτως τὸ πῦρ τῆς θεαρχίας, νηδύϊ συνέλαβες ἁγνή, ἀῤῥήτως δὲ ἐκύησας, Χριστὸν τὸν ὑπεράγαθον, Θεὸν μὲν τὸ νοούμενον, ἄνθρωπον δὲ τὸ ὁρώμενον.

 


 Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

 Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,… 

ὁ β’ χορὸς

Κάθισμα  Ἦχος πλ.δ’

Τὴν Σοφίαν καὶ Λόγον

ς συνέκδημος Παύλου ἀναδειχθείς, τοὺς ποικίλους κινδύνους καρτερικῶς, ὑπέμεινας πανεύφημε, τοῦ Κυρίου Ἀπόστολε, καὶ τὸν δρόμον ἀθλήσει, τελέσας τῆς πίστεως, σὺν αὐτῷ ἐν ὑψίστοις, εὐφραίνει Μακάριε· ὅθεν καὶ τῷ κόσμω, τὸ Χριστοῦ Εὐαγγέλιον, κηρύξας ἐφώτισας, τὴν ὑφήλιον ἅπασαν. Λουκᾶ πανσεβάσμιε, πρέσβευε Χριστῷ τῷ  Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς  ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

 ὁ α’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν…ὅμοιον

Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν ἀκατάφλεκτον βάτον, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν ἀνάκλησιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον, ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ  καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων. Διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς  προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου.

Τῆς Θεοτόκου.

ᾨδὴ δ’ Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.

ὁ α’ χορὸς

Εἰσακήκοα, Κύριε, ……..

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

πειράνδρως γεννήσασα, τὸν παραγαγόντα τὰ πάντα ῥήματι, θεϊκῆς ἀναγεννήσεως, Δέσποινα ἠξίωσας τὸ ἀνθρώπινον.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λόγῳ Λόγον συνέλαβες, τὸν ἐξ ἀλογίας ἡμᾶς ῥυσάμενον, καὶ Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, προελθόντα Κόρη ἐξ αἱμάτων σου.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ἁγνεία σου ἄφθορος, καὶ μετὰ τὴν κύησιν Κόρη ἔμεινεν, ὁ γὰρ κτίστης σωματούμενος, τὴν σὴν παρθενίαν οὐκ ἐλυμήνατο.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὲ ὡς κρίνον πανεύοσμον, μέσον ἀκανθώδους ἁγνὴ συγχύσεως, κατοπτεύσας ὁ φιλάνθρωπος, ἐκ σοῦ ὥσπερ ἄνθος ἡμῖν ἐξήνθησε.

 

Τοῦ ποστόλου

ᾠδὴ δ’ 

Ὁ Εἱρμός

Τὴν ἀνεξιχνίαστον

ὁ β’ χορὸς

Ἦχος δ´.

Στίχ. Ἅγιε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Συνοδίτην σε ὁ Παῦλος, ὁπαδὸν καὶ ὁμότροπον, ὡς κεκαθαρμένον, ψυχή τε καὶ σώματι εὕρατο. Ὅθεν ἐπαίνων σοι γραφῶν τὰ ἐγκώμια, συνεργάτην σε, ἀγαπητὸν κατωνόμασε.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Συνοδίτην σε ὁ Παῦλος,…..

ὁ β’ χορὸς

Στίχ. Ἅγιε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Θεοῤῥήμονί σου γλώσσῃ, καὶ εὐσήμοις ἐν χείλεσι, τῆς οἰκονομίας τοῦ σαρκὸς ὀφθέντος παχύτητι, τὸ πρὸ αἰώνων μυστήριον ἐκήρυξας, ἐπ᾿ ἐσχάτων δε, φανερωθὲν ὡς ηὐδόκησεν.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

ς λαμπὰς θεογνωσίας, ὡς λυχνία πολύφωτος, ὥσπερ θεῖος ὄρθρος, τῆς δικαιοσύνης τὸν ἥλιον, τοῖς σελασφόροις σου λόγοις καθυπέδειξας, τοῖς κραυγάζουσι· Δόξα, Χριστέ, τῇ δυνάμει σου.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Οὐρανὸς Θεοῦ τὴν δόξαν, λογικὸς διηγούμενος, τοῦ συγκαταβάσει, οὐρανοὺς ἀπόστολε κλίναντος, τοῖς ἐν τῇ γῇ ἀνεφάνης καὶ οὐράνωσας, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.

ὁ α’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

νευ φύρσεως ὁ Λόγος, ἤ τροπῆς ἤ συγχύσεως, ἐν τῇ σῇ κοιλίᾳ, ἄχραντε Παρθένε κεκένωται, μὴ ἀποστὰς συνεδρίας τῆς τοῦ φύσαντος, διασῴζων με,….

ὁ β’ χορὸς

….βεβυθισμένον τοῖς πταίσμασι.

Τῆς Θεοτόκου.

ᾨδὴ ε’

 Εἱρμὸς

αχορὸς

να τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.

βχορὸς

να τὶ με ἀπώσω………..

αχορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Γεωργεῖς ἀνηρότως, πλούτῳ εὐσπλαγχνίας τὸν ὑπερούσιον, ὡς φυτὸν ὡραῖον, τὸν καρπὸν ἀναθάλλον τῆς γνώσεως καὶ τοὺς νεκρωθέντας, τῇ ἐκ τοῦ ξύλου παραβάσει, ἀνακτώμενον δι᾿ ἀγαθότητα.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ν νηδύϊ σου κόρη, ἀστενοχωρήτως τὸν Λόγον χωρήσασα, ὤφθης πλατυτέρα, οὐρανῶν ἁπάσης τῆς κτίσεως· ὅθεν τὴν ψυχήν μου, ἀπὸ στενώσεως θανάτου, πρὸς ζωὴν ἀπαθείας κυβέρνησον.

αχορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ναὸς ἔμψυχος ὤφθης, τῆς δικαιοσύνης δεχθεῖσα τὸν πρύτανιν, κόρη ἐν κοιλίᾳ, σαρκωθέντα ἐκ σοῦ ὑπὲρ ἔννοιαν, καὶ διὰ θανάτου, δικαιοσύνην καὶ εἰρήνην, καὶ ζωὴν τοῖς ἐν ᾍδη πηγάσαντα.

βχορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐρανίων χαρίτων, καὶ τριαδικῶν μυστηρίων θησαύρισμα, γέγονας Παρθένε, μεσιτεύσασα Πλάστῃ καὶ πλάσματι, ὁ γὰρ Θεὸς Λόγος, ἐκ σοῦ ἀνέπλασε τὴν φύσιν, συντριβεῖσαν ἀπάτῃ τοῦ ὄφεως.

 Τοῦ ποστόλου

ᾠδὴε‘ 

Ἐξέστη τὰ σύμπαντα

ὁ α’ χορὸς 

Στίχ. Ἅγιε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Παράδεισος ἔμψυχος, καὶ πανευώδης πέφηνας, ἔχων ὥσπερ ξύλον ζωηφόρον, τὸ Εὐαγγέλιον τὸ οὐράνιον, ἐξ οὗ ἀφθαρσίαν καὶ ζωήν, δρέπονται ἀπόστολε, οἱ πιστῶς προσιόντες σοι.

βχορὸς 

Στίχ. Ἅγιε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Θεῖος ἀπόστολος, Λουκᾶς ὁ παμμακάριστος, ὥσπερ ποταμὸς εοῦ τοῦ ζῶντος, ἐξ ὑπερῴων ὑδάτων πρόεισι, βρύων μυστικὰς ῥοάς, καὶ ἀρδεύων πάντοτε, Ἐκκλησίας τὰς αὔλακας.

αχορὸς

ΔόξαΠατρί

Σταυρὸν καὶ τὰ θαύματα, τὰ πάθη καὶ τὴν ἔγερσιν, τοῦ μέχρι σαρκὸς συγκαταβάντος, καλλιεπείᾳ λόγου συνέγραψας, ὥσπερ ὀξυγράφος γραμματεύς, καὶ λαμπρὸς διάκονος, τοῦ Σωτῆρος ἀπόστολε.

βχορὸς

ΚαὶνῦνΘεοτοκίον

Τὴν στάμνον τὴν πάγχρυσον, τὴν ῥάβδον τὴν βλαστήσασαν, τὸν δημιουργὸν καὶ βασιλέα, τὴν θεοδόχον κόρην τιμήσωμεν, αὕτη ἐῤῥύσατο φθορᾶς, ἅπαντὸἀνθρώπινον,….

 

αχορὸς

τὸνΘεὸνσωματώσασα.

 Τῆς Θεοτόκου.

ᾨδὴ ς’

 Ὁ Εἱρμὸς

βχορὸς

λάσθητί μοὶ Σωτὴρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.

ὁ α’ χορὸς

λάσθητί μοὶ Σωτὴρ…..

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χριστοῦ περιφανές, Παρθένε ὤφθης ἀνάκτορον, ὁ ἐν ἁγίοις καὶ γὰρ ἐπαναπαυόμενος, ἐκ σοῦ προελήλυθεν, ἡμᾶς ἁγιάζων, κοινωνίᾳ θείου Πνεύματος.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μύρον ἐκ σοῦ ὁ Χριστός, ἀποτεχθεὶς ἐλυτρώσατο, δουλώσεως καὶ φθορᾶς, ἅπαν τὸ ἀνθρώπινον, καὶ ὀσμὴν διέπνευσε, τῆς ἀθανασίας, τοῖς θανάτῳ ὑποκύψασιν.

ὁ β’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

λόφωτος λαμπηδών, τοῖς ἐν νυκτὶ ματαιότητος, ἐπέφανας ἀληθῶς, Παρθένε ἀστράψασα, φῶς τὸ ὑπερούσιον, παχύτητι ὕλης, εἰς ζωῆς φαῦσιν τοῖς πέρασιν.

ὁ α’ χορὸς

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

λύος παθητικῆς, καὶ πονηρᾶς οἴμοι ἕξεως, καὶ πάσης φθοροποιοῦ, κόρη παραβάσεως, τὴν ψυχήν μου λύτρωσαι, καὶ τὴν σκοτοδίνην, τῶν προλήψεων ἀπέλασον.

 Τοῦ ποστόλου

ᾠδὴ ς’ 

Τὴν θείαν ταύτην.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

ρος ἐφάνης ἀπόστολε, σταλάζον γλυκασμὸν θείου Πνεύματος, δι᾿ οὗ κατέπευσας, τὴν τῆς κακίας πικρότητα, καὶ τὰς τῶν πιστευσάντων, ψυχὰς ἐγλύκανας.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε Ἀπόστολε τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Λουκᾶν τὸν θεῖον τιμήσωμεν, ὡς μέγαν οἰκονόμον τοῦ Πνεύματος, καὶ μύστην ἄριστον, καὶ θεηγόρον ἀπόστολον, Χριστοῦ τοῦ Ζωοδότου, καὶ πανοικτίρμονος.

ὁ β’ χορὸς

Δόξα Πατρί…

ργανον ὤφθης θεόφθογγον, κρουόμενον τῷ πλήκτρῳ τοῦ Πνεύματος, Λουκᾶ Ἀπόστολε, καὶ καταθέλγον τὰ πέρατα, τῶν ἱερῶν δογμάτων, ταῖς ὑφηγήσεσι.

ὁ α’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Σοφίαν Λόγον καὶ δύναμιν, Πατρὶ τὴν συμφυῶς συνυπάρχουσαν, σωματωθεῖσαν δὲ, ἐκ τῆς ἀχράντου Θεόπαιδος, ἐκήρυξας τῷ κόσμῳ, μακαριώτατε.


Συναπτὴ μικράκαὶ ἡ Ἐκφώνησις

Σὺ γὰρ εἶ ὁ Βασιλεύς…

Κοντάκιον  Ἦχος δ’

Ἐπεφάνης σήμερον

Μαθητὴς γενόμενος τοῦ Θεοῦ Λόγου, σὺν τῷ Παύλῳ  ἅπασαν, ἐφωταγώγησας τὴν γῆν, καὶ τὴν ἀχλὺν ἀπεδίωξας, τὸ θεῖον γράψας Χριστοῦ Εὐαγγέλιον.

Ὁ Οἶκος

ς ἰατρὸς καὶ μαθητὴς Λουκᾶ ἠγαπημένος, μυστικῇ χειρουργίᾳ τὰ πάθη τῆς ψυχῆς μου, καὶ τὰ τοῦ σώματος ὁμοῦ ἴασαι, καὶ δὸς μοι κατὰ πάντα εὐεκτεῖν, καὶ σοῦ τὴν παναοίδιμον γηθόμενος γεραίρειν πανήγυριν, ὄμβροις τε δακρύων, ἀντὶ μύρων τὸ σεπτόν σου καὶ πάντιμον σῶμα καταβρέχειν· ὡς στήλη γὰρ ζωῆς ἐγγεγραμμένη τῷ ναῷ τῷ θαυμαστῷ τῶν Ἀποστόλων πᾶσιν ἐκφώνει, καθάπερ καὶ σὺ τὸ πρῶτον, τὸ θεῖον γράψας Χριστοῦ Εὐαγγέλιον.

 Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΙΗ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ.

Στίχοι

  • «Εἰς Ἐμμαοὺς βλέπειν σε κἂν πρὶν εἰργόμην,
  • · (Λουκᾶς λέγει), τρανῶς σε νῦν Χριστὲ βλέπω».
  • · Ὀγδοάτῃ δεκάτῃ πέρατος βίου ἔμμορε Λουκᾶς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαρίνου τοῦ γέροντος.

Στίχοι

  • · Γέρων Μαρῖνος ἐξελέγχει γραῦν πλάνην,
  • · Τόλμη νεάζων, καὶ τελειοῦται ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰουλιανοῦ τοῦ ἐν τῷ Εὐφράτῃ.

Στίχοι

  • · Ἐκ τοῦ παρατρέχοντος ὡς ὄναρ βίου,
  • · Ἰουλιανὸς ἄσμενος παρατρέχει.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Τεσσαράκοντα Παῖδες, ξίφει τελειοῦνται.

Στίχοι:

  • Παίδων διπλῆ τέθνηκεν εἰκὰς ἐκ ξίφους,

  • Τιμῶσα Χριστὸν τὸν διπλοῦν κατ’ οὐσίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μνάσων ἐπίσκοπος Κύπρου, ξίφει τελειοῦται.

Στίχοι:

  • Ὡς πύργος ἐνδοὺς τὴν κάραν κλίνας Μνάσων,

  • Πτῶσιν πρὸ τῆς γῆς τὴν ἀπὸ ξίφους μένει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Νεομαρτύρων Γαβριὴλ καὶ Κυρμιδώλη, τῶν ἐν Αἰγύπτῳ ἀθλησάντων ἐν ἔτει ᾳφκβ΄ (1522).

Στίχοι:

  • Ὁ Κυρμιδώλης καὶ Γαβριὴλ οἱ δύο,

  • ἀθλοῦσιν ἅμα καὶ στεφανοῦνται ἅμα.

Τῇ αὐτῇ ἡμέρᾳ, τῶν Ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν Συμεὼν καὶ Θεοδώρου, καὶ τῆς Ὁσίας Μητρὸς ἡμῶν Εὐφροσύνης, τῶν εὑραμένων τὴν ἀποστολικὴν καὶ πάνσεπτον Εἰκόνα τῆς Ὑπεραγίας Θεοτόκου, τὴν Σπηλαιώτισσαν, καὶ τῆς τοῦ Μεγάλου Σπηλαίου Μονῆς καθηγησαμένων.

Στίχοι:

  • Ἐν γῆς μὲν ἄντρῳ τῆς Παρθένου τὸν τύπον,

  • ἐν οὐρανοῖς δὲ ζῶσαν αὐτὴν εὕρετε.

  • Ὁκτωκαιδεκάτῃ, Συμεῶνά τε καὶ Θεόδωρον,

  • Εὐφροσύνην θ’ ὁσίως τὸ Μέγα Σπήλαιον ἀείδει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυριακοῦ, ἐπισκόπου Ἱεροσολύμων.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.


ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

Ἦχος δ. ᾠδὴ α 

νοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ὁ β’ χορός

ᾠδὴ γ’

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου…

ὁ α’ χορός

στεφάνων δόξης ἀξίωσον.

ὁ β’ χορός

ᾠδὴ δ’

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

ᾠδὴ ε’ 

ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ὁ β’ χορός

ᾠδὴ ς’

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ὁ α’ χορός

ᾠδὴ ζ’

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορός

ᾠδὴ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.


Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια, τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.


 Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις

τι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός

Τοῖς Μαθηταῖς

Λουκᾶ Χριστοῦ Ἀπόστολε, μύστα τῶν ἀπορρήτων, καί των ἐθνῶν Διδάσκαλε, μετὰ Παύλου τοῦ θείου, καὶ τῆς ἁγνῆς Θεοτόκου, ἧς τὴν θείαν εἰκόνα, ἐκ πόθου ἀνιστόρησας, ἐκδυσώπει θεόπτα, ὑπὲρ ἡμῶν, τῶν μακαριζόντων σε καὶ τιμώντων, τὴν ἱεράν σου κοίμησιν, Πάνσοφε μυστολέκτα.

ὁ β’ χορός

Θεοτοκίον

Δέσποινα πάντων Ἄνασσα, πρόφθασον ἐν κινδύνοις, πρόφθασον ἐν ταῖς θλίψεσι, πάρεσο ἐν ἀνάγκαις, τῆς τελευταίας ἡμέρας, μὴ Σατὰν ἡμᾶς λάβῃ, μὴ ᾍδης, μὴ ἀπώλεια· ἀλλὰ τῷ τοῦ Υἱοῦ σου, τότε φρικτῷ, ἀνευθύνως βήματι παραστῶμεν· ὡς Θεομήτωρ γὰρ ἁγνή, ὅσα θέλεις ἀνύεις.


ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος δ

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὡς γενναῖον ἐν Μάρτυσιν.

ς τοῦ Παύλου συνέκδημος, τὴν τοῦ Πνεύματος ἔλλαμψιν, προφανῶς κεκλήρωσαι Λουκᾶ ἔνδοξε, ὅθεν τῷ κόσμῳ ἀπήστραψας, ὡς θεῖος ἀπόστολος, ἀληθείας φωτισμόν, καὶ τοῦ ψεύδους διέλυσας τὴν σκοτόμαιναν, καὶ υἱοὺς τοῦ φωτὸς τοῦ ἀπροσίτου, ἀπειργάσω μυστολέκτα, τοὺς δεξαμένους τὸν λόγον σου.

 ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

σπερ κάλαμος ἔνθεος, ἡ θεόπνευστος γλῶσσά σου, τὸ τῆς νέας χάριτος Εὐαγγέλιον, καὶ τὰ λαμπρὰ κατορθώματα, τῶν συναποστόλων σου, διεχάραζε σοφῶς, ἐν δυσὶ Λουκᾶ τεύχεσιν ἃ κατέχουσα, οἷα δίκρουνον βρύσιν ἀφθαρσίας, τοῦ Χριστοῦ ἡ Ἐκκλησία, χαρμονικῶς μεγαλύνει σε.

 ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

ς νεφέλην οὐράνιον, ζωῆς ὕδωρ ὑέτισας, τοῖς τῇ πλάνῃ ἔνδοξε ὑποκύψασιν, οὓς ἐκκαθάρας τοῖς λόγοις σου, ὡς δῶρον εὐπρόσδεκτον, καὶ ὀψώνιον τερπνόν, τῷ Χριστῷ προσενήνοχας· ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι τοὺς ἐν πίστει ἐκτελοῦντας, Λουκᾶ τὴν πάνσεπτον μνήμην σου.

 ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον

ς αὐτόπτης καὶ μέτοχος, κληρονόμος καὶ σύμφυτος, βασιλείας ἔνδοξε ἧς ἐκήρυξας, τῶν σῶν καμάτων τὰ ἔπαθλα, καὶ τὴν ἀνταπόδοσιν, τῶν ἀγώνων σου Λουκᾶ, ἀποδρέπῃ θεούμενος ταῖς μεθέξεσι, τοῦ ἀΰλου φωτὸς τῆς θεαρχίας, ἣν ἱκέτευε ἀλήκτως, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

ὁ α’ χορός

Δόξα… Ἦχος πλ. δ΄

Δαυϊτικῶς συνελθόντες οἱ Πιστοὶ ἐν ᾄσμασι, τῷ μυστικῷ ῥήτορι τοῦ Λόγου, Λουκᾶ ἐκβοήσωμεν· Ἡ γλῶσσά σου κάλαμος γραμματέως ἐδείχθη, Χριστοῦ τοῦ ὀξυγράφου, ὡραΐζουσα τὰς ὄψεις, πρὸς τὴν γνῶσιν τῶν ἐθνῶν, τῆς θείας ἐπιγνώσεως, ἐν ᾗ ἀνεκήρυξας τὸ Εὐαγγέλιον, καὶ τῶν συναποστόλων σου τὰς Πράξεις συνεγράψω. Διὸ παριστάμενος τῇ Τριάδι καὶ Θεῷ, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Τὰ οὐράνια ὑμνεῖ σε κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. δ’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • ·        Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • ·        Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • ·        Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • ·        Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • ·        Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • ·        Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • ·        Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • ·        Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • ·        Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • ·        Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • ·        Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • ·        Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ΑΠΟΛΥΤΙΚΙΟ

ὁ β’ χορός

Ἦχος δ´.

Ταχὺ προκατάλαβε.

κέστωρ σοφώτατος ἱερομύστα Λουκᾶ, ζωγράφος πανάριστος τῆς Θεοτόκου Μητρός, ἐδείχθης Ἀπόστολε, ἔγραψας μάκαρ λόγους, διὰ Πνεύματος θείου, ἔδωκας ἐννοῆσαι συγκατάβασιν ἄκραν, Χριστοῦ τῆς παρουσίας, διὸ πρέσβευε σωθῆναι ἡμᾶς.


 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχοςβ´.

Στίχ. α. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

ἈντίφωνονΒ

ὁ β’ χορός

 

Ἦχος πλ. α’

Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β‘, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γ, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

βχορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶνῦν

βχορός

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

 

ἈντίφωνονΓ

ὁ α’ χορός

 

Στίχ Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Ἀπολυτίκιον. Ἦχος δ´.

Ταχὺ προκατάλαβε.

κέστωρ σοφώτατος ἱερομύστα Λουκᾶ, ζωγράφος πανάριστος τῆς Θεοτόκου Μητρός, ἐδείχθης Ἀπόστολε, ἔγραψας μάκαρ λόγους, διὰ Πνεύματος θείου, ἔδωκας ἐννοῆσαι συγκατάβασιν ἄκραν, Χριστοῦ τῆς παρουσίας, διὸ πρέσβευε σωθῆναι ἡμᾶς.

Μικρὰ Εἴσοδος.

Εἰσοδικὸν

ὁ α’ χορός

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός …
ὁ β’ χορὸς

ψάλλοντάς σοι΄ λληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται  συλλείτουργον)

Ἀπολυτίκιον. Ἦχος δ´.

Ταχὺ προκατάλαβε.

κέστωρ σοφώτατος ἱερομύστα Λουκᾶ, ζωγράφος πανάριστος τῆς Θεοτόκου Μητρός, ἐδείχθης Ἀπόστολε, ἔγραψας μάκαρ λόγους, διὰ Πνεύματος θείου, ἔδωκας ἐννοῆσαι συγκατάβασιν ἄκραν, Χριστοῦ τῆς παρουσίας, διὸ πρέσβευε σωθῆναι ἡμᾶς.

ὁ β’ χορός

ΤοῦΝαοῦ

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον Ἦχος β’

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.  


Τρισάγιον.


Ἀπόστολος

Προκείμενον. Ἦχος πλ. δ΄

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ.

Στίχ. Οἱ  οὐρανοί  διηγοῦνται δόξαν Θεοῦ.

Πρὸς Κολασσαεῖς  Ἐπιστολῆς Παύλου  4:5-11, 14-18

δελφοί, ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Τὰ κατ᾿ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, σὺν ᾿Ονησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε. Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμαλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρνάβα περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν, – καὶ ᾿Ιησοῦς ὁ λεγόμενος ᾿Ιοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς. Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νυμφᾶν καὶ τὴν κατ᾿ οἶκον αὐτοῦ ἐκκλησίαν· καὶ ὅταν ἀναγνωσθῇ παρ᾿ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. Καὶ εἴπατε ᾿Αρχίππῳ· βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. ῾Ο ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Μνημονεύετέ μου τῶν δεσμῶν. ῾Η χάρις μεθ᾿ ὑμῶν· ἀμήν.

Ἀλληλούϊα. (γ΄)Ἦχος α΄

Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.

Στίχ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν

ι΄ 16 – 21

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς·  Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.  Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.  Εἶπε δὲ αὐτοῖς· Ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.  ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.  πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.  Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.   

Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου

Εἰς τό᾽Εξαιρέτως

ὁ α’ χορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Κοινωνικόν

ὁ β’ χορός

 Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. Ἀλληλούϊα.

 

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

ἦχος πλ. α΄’

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς)

Ἀπόλυσις 

 18 ΟΚΤ12 ΕΟΡΤΗ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΛΟΥΚΑ (ΕΞ ΙΔΙΑΙΤΕΡΑΣ ΦΥΛΛΑΔΟΣ)

 

 

 

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s