«Δεῦτε ἅπαντα τὰ ἔθνη, τὸ εὐλογημένον ξύλον προσκυνήσωμεν» Ἦχος β’

Δόξα… Καὶ νῦν… Ἦχος β’

Δεῦτε ἅπαντα τὰ ἔθνη, τὸ εὐλογημένον ξύλον προσκυνήσωμεν, δι᾿ οὗ γέγονεν ἡ αἰώνιος δικαιοσύνη· τὸν γὰρ Προπάτορα Ἀδάμ, ὁ ἀπατήσας ἐν ξύλῳ, τῷ Σταυρῷ δελεάζεται· καὶ πίπτει κατενεχθεὶς πτῶμα ἐξαίσιον, ὁ τυραννίδι κρατήσας τοῦ βασιλείου πλάσματος, Αἵματι Θεοῦ, ὁ ἰὸς τοῦ ὄφεως ἀποπλύνεται· καὶ κατάρα λέλυται, καταδίκης δικαίας, ἀδίκῳ δίκῃ τοῦ δικαίου κατακριθέντος· ξύλῳ γὰρ ἔδει τὸ ξύλον ἰάσασθαι, καὶ πάθει τοῦ ἀπαθοῦς, τὰ ἐν ξύλῳ λῦσαι πάθη τοῦ κατακρίτου. Ἀλλὰ δόξα Χριστὲ Βασιλεῦ, τῇ περὶ ἡμᾶς σου φρικτῇ οικονομίᾳ δι᾿ ἧς ἔσωσας πάντας, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ

Οἱ κοσμοχαρμόσυνοι ΚΔ´ Οἶκοι εἰς τὴν νοητὴν κλίμακα

ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ

Ἡ Ἀκολουθία αὕτη τελεῖται κατ᾿ ἔθος ἐπὶ τῇ ἑορτῇ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, ἐντάσσεται δὲ εἴτε εἰς τήν ἀκολουθίαν τοῦ Μεγάλου Ἑσπερινοῦ τῆς Ἑορτῆς, εἴτε, συνηθέστερα, εἰς τὸν τῆς κυρίας ἡμέρας αὐτῆς, μετὰ τὸ Νῦν ἀπολύεις.

Συνέχεια ανάγνωσης ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ

«Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου» Ἦχος πλ. β’ ΠΡΙΓΓΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΣ

Δοξαστικό των αίνων του όρθρου της εορτής της  Υψώσεως του Τιμίου Σταυρού

Δόξα…Καὶ νῦν…

Ἦχος πλ. β’

Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα ψυχῆς τε καὶ σώματος, καὶ πάσης μαλακίας. Αὐτὸν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ· φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες· χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ προσπαγεὶς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

Εορτάζοντες την 14ην του μηνός Σεπτεμβρίου


  • Η ΥΨΩΣΗ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ (Νηστεία εκ πάντων)

  • Η ΚΟΙΜΗΣΗ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

  • ΜΝΗΜΗ ΤΗΣ ΕΥΣΕΒΕΣΤΑΤΗΣ ΒΑΣΙΛΙΣΣΑΣ ΠΛΑΚΙΛΛΑΣ συζύγου του ευσεβέστατου βασιλιά Θεοδοσίου του Μεγάλου

  • ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΣΤ΄ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

  • Ο ΑΓΙΟΣ ΠΑΠΑΣ

  • Ο ΑΓΙΟΣ ΘΕΟΚΛΗΣ

  • Ο ΑΓΙΟΣ ΒΑΛΕΡΙΑΝΟΣ το νήπιο

  • Ο ΟΣΙΟΜΑΡΤΥΡΑΣ ΜΑΚΑΡΙΟΣ ο Νέος

Αναλυτικά

Συνέχεια ανάγνωσης Εορτάζοντες την 14ην του μηνός Σεπτεμβρίου

Εορτάζοντες την 13ην του μηνός Σεπτεμβρίου

  • ΕΓΚΑΙΝΙΑ ΙΕΡΟΥ ΝΑΟΥ ΑΓΙΑΣ ΑΝΑΣΤΑΣΕΩΣ

  • Ο ΑΓΙΟΣ ΚΟΡΝΗΛΙΟΣ, ο Εκατόνταρχος

  • Ο ΑΓΙΟΣ ΣΤΡΑΤΩΝ

  • ΟΙ ΑΓΙΟΙ ΚΡΟΝΙΔΗΣ, ΛΕΟΝΤΙΟΣ, ΣΕΡΑΠΙΩΝ, ΓΟΡΔΙΑΝΟΣ, ΣΕΛΕΥΚΟΣ, ΜΑΚΡΟΒΙΟΣ, ΟΥΑΛΕΡΙΟΣ (ή Ούαλεριανός), ΛΟΥΚΙΑΝΟΣ, ΖΩΤΙΚΟΣ και ΗΛΕΙ

  • Ο ΑΓΙΟΣ ΑΡΙΣΤΕΙΔΗΣ

  • Ο ΟΣΙΟΣ ΠΕΤΡΟΣ «ό εν τρ Άτρώα» (κατ’ άλλους «ό εν τη Άγρέα»)

  • Ο ΟΣΙΟΣ ΙΕΡΟΘΕΟΣ, ο Νέος

  • Ο ΑΓΙΟΣ ΜΕΛΕΤΟΣ, ο Πηγάς

  • ΠΡΟΕΟΡΤΙΑ (ΠΑΡΑΜΟΝΗ) ΤΗΣ ΥΨΩΣΕΩΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ

Αναλυτικά

Συνέχεια ανάγνωσης Εορτάζοντες την 13ην του μηνός Σεπτεμβρίου