Σχολιάστε

ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΑΠΟΤΟΜΗΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ

Τ ΚΘ’ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ

Μνμη τς ποτομς τς τιμας κεφαλς τογου νδξου
Προφ
του Προδρμου κα Βαπτιστοωννου.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα 

κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

ὁ α’ χορὸς

χος β’

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ΑΠΟΛΥΤΙΚΙΑ

ὁ α’ χορός

πολυτκιον  χος β’

Μνήμη Δικαίου μετ’ ἐγκωμίων΄ σοί δε ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε΄ ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾍδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Δόξα Πατρί…

Μνήμη Δικαίου μετ’ ἐγκωμίων,…

ὁ α’ χορός

Καὶ νῦν… Θεοτοκίον

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Συναπτ μικρ κα κφνησις

  τι σν τ κρτος…  

Μετ τν α’ Στιχολογαν

Κθισμα  

χος πλ. α’ – Τν συνναρχον Λγον

ὁ α’ χορός

Τὸν μεσίτην συμφώνως νόμου καὶ χάριτος, οἱ πιστοὶ συνελθόντες ἀνευφημήσωμεν, ὅτι μετάνοιαν ἡμῖν προεκήρυξε, καὶ Ἡρῴδην ἐμφανῶς, στηλιτεύσας εὐθαρσῶς, τήν κάραν αὐτοῦ ἐτμήθη, καὶ ἄρτι ζῶν μετ’ Ἀγγέλων, Χριστῷ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.

ὁ β’ χορός

Δξα Πατρὶ… Κα νν… Θεοτοκον

Τὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τόκος ὁ τῆς λοχείας σου, ἐν σοὶ ἐγνώρισται ἁγνὴ Ἀειπάρθενε, καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾶ τόν λογισμόν, ἡ δόξα σου Θεοτόκε, τοῖς πᾶσιν ἐφαπλουμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Μετ τν β’ Στιχολογαν

Κθισμα  χος πλ. α’

Τν συνναρχον Λγον

ὁ α’ χορός

Τὸν ἐκ μήτρας Προφήτην ἀναδειχθέντα ἡμῖν, καὶ ἐκ στείρας φωστῆρα τῇ οἰκουμένῃ φαιδρώς, προελθόντα ἐν ᾠδαῖς ἀνυμνήσωμεν, τοῦ Χριστοῦ τὸν Βαπτιστήν, καὶ νικηφόρον ἀθλητήν, τὸν Πρόδρομον Ἰωάννην, πρεσβεύει γὰρ τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Δξα Πατρί… Κα νν… Θεοτοκον

Τὴν ταχεῖάν σου σκέπην καὶ τὴν βοήθειαν, Καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν σου, καὶ τὰ κύματα ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε, οἶδα γὰρ οἶδα Παρθένε, ὅτι ἰσχύεις ὅσα καὶ βούλοιο.

Μετ δ τν Πολυλεον

 Κθισμα 

χος πλ. δ’ – Τὴν Σοφαν κα Λγον

ὁ α’ χορός

κ τῆς στείρας ἐκλάμψας ψήφῳ Θεοῦ, καὶ δεσμὰ διαῤῥήξας γλώσσης πατρός, ἔδειξας τὸν ἥλιον, ἑωσφόρον αὐγάζοντα, καὶ λαοῖς ἐν ἐρήμῳ, τὸν Κτίστην ἐκήρυξας, τὸν ἀμνὸν τὸν αἴροντα, τοῦ κόσμου τὰ πταίσματα, ὅθεν καὶ πρὸς ζῆλον, βασιλέα ἐλέγξας, τὴν ἔνδοξον κάραν σου, ἀπετμήθης ἀοίδιμε, Ἰωάννη πανεύφημε, Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ β’ χορός

Δξα Πατρί… Κα νν… Θεοτοκον

Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, θεράπευσον, δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, καὶ τὸ σῶμα, μολύνας τὴν ψυχὴν ὁ ἄθλιος, Οἴμοι! τὶ ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; Τότε Δέσποινα βοήθειά μου γενοῦ, καὶ προστάτης θερμότατος, σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου ἄχραντε.


Τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.

ὁ α’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρί…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

ὁ α’ χορός

Προκείμενον Ἦχος δ’

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

ὁ β’ χορός

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

ὁ α’ χορός

Στχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περί πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;

Τίμιος ἐναντίον Κυρίου θνατος τοσου ατο.


Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον.

ὁ Ἱερεὺς: τι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

μήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ’).

ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι.

ὁ β’ Χορὸς

Καὶ τῷ Πνεύματί σου.

ὁ Ἱερεὺς: κ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

ὁ Διάκονος: Πρόσχωμεν.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

(Ματθ. ιδ´ 1-13).
Ζήτει τοῦτο τῇ Τρίτῃ τῆς ζ’ ἑβδομάδος.

ὁ Ἱερεὺς:

Τῷ καιρῷ ἐκείνῳ, ἤκουσεν Ἡρῴδηςὁ Τετράρχης τὴν ἀκοὴν Ἰησοῦ,  καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· Οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.  Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸν καὶ ἔθετο ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. Ἔλεγε γὰρ αὐτῷ ὁ Ἰωάννης· Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. Καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. Γενεσίων δὲ ἀγομένων τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσε τῷ Ἡρῴδῃ· ὅθεν μεθ’ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ. Καὶ ἐλυπήθη ὁ βασιλεὺς, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσε δοθῆναι. Καὶ πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ.  Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκε τῇ μητρὶ αὐτῆς. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα καὶ ἔθαψαν αὐτό΄ καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ. Καὶ ἀκούσας ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ’ ἰδίαν. Καὶ ἀκούσαντες οἱ ὄχλοι, ἠκολούθησαν αὐτῷ πεζῇ π τν πλεων.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.


Ν’ ψαλμὸς χύμα 

ὁ α΄ χορὸς

Δξα Πατρί… Ἦχος β’

Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β΄ χορὸς

Κα νν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Πεντηκοστάριον. Ἦχος β’

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Τῆς μετανοίας ὁ κῆρυξ, Ἰωάννη Βαπτιστά, ἐκτμηθείς σου τὴν κάραν, τήν, γῆν ἡγίασας, ὅτι τὸν νόμον τοῦ Θεοῦ τοῖς πιστοῖς ἐτράνωσας, καὶ παρανομίαν ἐξηφάνισας, Ὡς παρεστηκὼς τῷ θρόνῳ τοῦ ἐπουρανίου Βασιλέως Χριστοῦ, αὐτὸν ἱκέτευε, λεηθναι τς ψυχς μν.


Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…


ΚΑΝΟΝΕΣ

Ὁ Κανὼν τῆς Θεοτόκου.

ᾠδὴ α’  Ἦχος πλ. δ’

ὁ α’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα΄ Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

ὁ β’ χορὸς

γρὰν διοδεύσας ὡσεὶ ξηράν,…

ὁ α’ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.

ὁ β’ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.

ὁ α’ χορὸς 

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

ὁ β’ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

Κανὼν πρῶτος τοΠροδρόμου

 ᾠδ α’  χος πλ. δ’ – γρν διοδεσας

ὁ α΄ χορὸς

 

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Τὸν ἀπὸ νηδύος στειρωτικῆς, φανέντα Προφήτην, τοῦ ἐκ μήτρας παρθενικῆς, κυοφορηθέντος ἀποῤῥήτως, τὸν Ἱερὸν ἀνυμνήσωμεν Πρόδρομον.

ὁ β’ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Τοὺς ὅρους τῆς φύσεως ὑπερβάς, τῆς δικαιοσύνης, συνετήρησας τοὺς θεσμούς, παράνομον μίξιν διελέγχων, μὴ δεδοικὼς βασιλέων θρασύτητα.

ὁ α΄ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Τοῦ νόμου τῷ γάλακτι ἐκτραφείς, τὴν νομοθεσίαν, συναφείας τῆς νομικῆς, ὡς νόμου σφραγὶς ἐπισφραγίζων, ἀντικατέστης πρὸς μῖσος ἀκόλαστον.

ὁ β’ χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Τάξεις σε Ἀγγέλων καὶ τῶν βροτῶν, ἀνύμφευτε Μῆτερ, εὐφημοῦσιν ἀνελλιπῶς, τὸν Κτίστην γὰρ τούτων ὥσπερ βρέφος, ἐν ταῖς ἀγκάλαις σου ἐβάστασας.

Κανν δετερος τοῦ Προδρόμου

χος πλ. δ’ – Τν σραλ κ δουλεας

ὁ α΄ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Τὸν ὑπὲρ πάντας ἀνθρώπους, μαρτυρηθέντα ὑπὸ Χριστοῦ, ὡς Πρόδρομον καὶ φίλον αὐτοῦ, Ἰωάννην ἅπαντες, τὸν θεῖον εὐφημήσωμεν.

ὁ β’ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Τὸν τῆς ἐρήμου πολίτην, καὶ τῶν Ἀγγέλων σύσκηνον, τὸ καύχημα τοῦ νέου λαοῦ, Ἰωάννην ἅπαντες, τὸν θεῖον εὐφημήσωμεν.

ὁ α΄ χορὸς

Δξα Πατρί…

πὶ τῇ μνήμῃ τοῦ Προδρόμου, ἀγγελικῶς χορεύσωμεν, καὶ τῷ Χριστῷ βοήσωμεν, Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, εἰρήνευσον τὸν κόσμον σου.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκον

Διὰ παντὸς Θεοτόκε, τὸν ἐκ σοῦ ἱκέτευε, ἀῤῥήτῳ λόγῳ σαρκωθέντα Θεόν, πάσης περιστάσεως, λυτρώσασθαι τοὺς δούλους σου.

Ὁ Κανὼν τῆς Θεοτόκου.

δ γ’

 ὁ α’ χορὸς

Ερμς

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

ὁ β’ χορὸς

Οὐρανίας ἁψῖδος,…

ὁ α’ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.

ὁ β’ χορὸς 

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

κετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.

ὁ α’ χορὸς 

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν Ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

ὁ β’ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σὺ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.

δ γ’ – Σ ε τ στερωμα

ὁ α΄ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Πανάσεμνον κόριον, τοῦ μεθυσμοῦ πλησθὲν ἔφησε, Δὸς μοι, τἀνῦν, κάραν Ἰωάννου, ὢ Ἡρῴδη ἐν πίνακι.

ὁ β’ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

παῖς ἐξωρχήσατο, καὶ ὡς παράνομον τέρψασα, τὸν Ἡρῴδην, πρὸς φόνον ἀνθέλκει, τοῦ Προδρόμου καὶ κήρυκος.

ὁ α΄ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ,  πρέσβευε ὑπὲρ ἡμῶν.

σῆς ἀθλιότητος, Ἡρῴδη ἄφρον καὶ ἄνομε! ποίᾳ τόλμῃ, κόρης ἀσελγούσης, φόνον ἄδικον ἔπραξας.

ὁ β’ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Δὸς ἡμῖν βοήθειαν, ταῖς ἱκεσίαις σου Πάναγνε, τὰς προσβολάς, ἀποκρουομένη, τῶν δεινῶν περιστάσεων.

τερος – Ορανας ψδος

ὁ α΄ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ,   πρέσβευε ὑπὲρ ἡμῶν.

Παλαιὰς ὡς μεσίτης, καὶ τῆς Καινῆς Πρόδρομος, εὐαγγελικῶν κηρυγμάτων σὺ προϊστάμενος, μῖξιν παράνομον, τυραννικὴν διελέγξας, εὐκλεῶς τὸν θάνατον χαίρων διήνυσας.

ὁ β’ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ,   πρέσβευε ὑπὲρ ἡμῶν.

κ μητρὸς παρανόμου, προβιβασθὲν κόριον, ἐκβεβακχευμένον τῇ μέθῃ, Ἡρῴδη ἔφησε΄ Δὸς ἐπὶ πίνακι, τὴν κεφαλὴν Ἰωάννου, τῇ μητρὶ χαρίσασθαι, δῶρον ποθούμενον.

ὁ α΄ χορὸς

Δξα Πατρί…

Τοὺς ἐλέγχους μὴ φέρων, ὁ ἀναιδὴς τύραννος, τῆς θεοφρουρήτου σου γλώττης, ἔνδοξε Πρόδρομε, κόρη προδίδωσι, θυμελικῶν ὀρχημάτων, τὴν σεπτήν σου ἔπαθλον, Κάραν ἀοίδιμε.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκον

νοικήσας Παρθένῳ, σωματικῶς Κύριε, ὤφθης τοῖς ἀνθρώποις, ὡς ἔπρεπε θεαθῆναί σε, ἣν καὶ ἀνέδειξας, ὡς ἀληθῆ Θεοτόκον, καὶ πιστῶν βοήθειαν, μνε φιλνθρωπε.


Συναπτ μικρ κα κφνησις

 Ὅτι σ ε Θες μν,…    

ὁ β’ χορὸς

Κθισμα  χος α’ – Τν τφον σου Σωτρ

Τὸν Πρόδρομον Χριστοῦ, Βαπτιστὴν καὶ Προφήτην, Τιμήσωμεν πιστοί, καθαρῷ συνειδότι, ὡς ἔνδοξον κήρυκα, μετανοίας διδάσκαλον, καὶ ὡς μάρτυρα, παναληθῆ τοῦ Σωτῆρος, τὴν γὰρ ἄνοιαν, τὴν τοῦ Ἡρῴδου ἐλέγξας, τὴν κάραν ἐκτέμνεται.

ὁ α΄ χορὸς

Δξα Πατρὶ… χος δ’ – Κατεπλγη ωσφ

Νῦν ἐπέφανεν ἡμῖν, ὁ τοῦ Σωτῆρος Βαπτιστής, καὶ εὐφραίνει νοητῶς, τὰς διανοίας τῶν πιστῶν, τὸ τῆς ἐρήμου καλλώπισμα, καὶ Προφητῶν ἡ σφραγίς, ὅθεν τοῦ Χριστοῦ ἐδείχθη Πρόδρομος, καὶ μάρτυς ἀψευδής, τῆς παρουσίας αὐτοῦ, Πνευματικοῖς οὖν ᾄσμασι συμφώνως, τῷ Ἰωάννῃ βοήσωμεν, Προφῆτα κῆρυξ, τῆς ἀληθείας, πρέσβευε τοῦ σωθῆναι ἡμᾶς.

ὁ β΄ χορὸς

Κα νν… Θεοτοκον

Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχήν, ὁ προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν, ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι; καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα,…

ὁ α’ χορὸς

εὐφημοῦντες δοξάζουσιν.


Ὁ Κανὼν τῆς Θεοτόκου.

δ δ’

ὁ β’ χορὸς

Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.

ὁ α’ χορὸς

Εἰσακήκοα, Κύριε, …

ὁ β’ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.

ὁ α’ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.

ὁ β’ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

πολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.

ὁ α’ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.

δ δ’ – Σ μου σχς Κριε

ὁ β’ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ,  πρέσβευε ὑπὲρ ἡμῶν.

Οὐκ ἐνεγκὼν, τὸ τῶν ἐλέγχων ἀπότομον, ὁ τοῦ νόμου, ταῖς ποιναῖς ὑπεύθυνος, οὐ παῤῥησίαν θεοσεβῆ, ὁ ταῖς ἀσελγείαις τῶν ἡδονῶν συμφυρόμενος, δεσμήσας συνετήρει, τὸν ἀΰλως τοῖς ἄνω, πρὸ τοῦ τέλους χοροῖς συναπτόμενον.

ὁ α΄ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ,  πρέσβευε ὑπὲρ ἡμῶν.

Ψυχοβλαβῆ, μέθην καὶ οἶστρον ἀκόλαστον, ἐκνοσήσας, ἔκδοτος ὁ δείλαιος, τοῖς χορικοῖς, κρότοις τῶν ποδῶν, ἀποδεδειγμένος, φονεὺς Προφήτου γεγένηται, συνέλαβε γὰρ μέθην, ἀσωτίας μητέρα, καὶ δεινὴν ἀνομίαν ἀπέτεκεν.

ὁ β’ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ,  πρέσβευε ὑπὲρ ἡμῶν.

ντως ἐν σοί, οὐ διεψεύσθη ἡ θεία φωνή΄ τῶν Προφητῶν, σὺ γὰρ πέλεις περισσότερος, ὡς προφητείαις ἀξιωθείς, ἐξ αὐτῆς νηδύος, ἐν ἀτελεῖ τῷ τοῦ σώματος, καὶ τὸν προφητευθέντα, ὑπὸ σοῦ Θεὸν Λόγον, καὶ ἰδὼν καὶ βαπτίσας ἐν σώματι.

ὁ α΄ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Σὺ τῶν πιστῶν, καύχημα πέλεις ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν τεῖχος καὶ λιμήν, πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας.

τερος – ξ ρους κατασκου

ὁ β’ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ,   πρέσβευε ὑπὲρ ἡμῶν.

Οὐκ ἔφερε τοὺς σοὺς ἐλέγχους ὁ Ἡρῴδης, θεράπον τοῦ Χριστοῦ, παμμάκαρ, Ἰωάννη΄ ὅθεν ὁπλίζει τὸν ἄδικον πρὸς σὲ φόνον, οὐκ αἰδεσθείς σου τὸ σεβάσμιον.

ὁ α΄ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ,  πρέσβευε ὑπὲρ ἡμῶν.

Οἴστρῳ καὶ τῇ μέθῃ, ὁμοῦ βεβακχευμένος, ὁ ἄδικος βασιλεύς, σὲ παμμάκαρ παρανόμως, θανατηφόρῳ ἀπάγει ψήφῳ Προφῆτα, οὐκ αἰδεσθείς σου τὸ σεβάσμιον.

ὁ β’ χορὸς

Δξα Πατρί…

Τῆς κόρης ὁ δεινός, ὑπαχθεὶς τοῖς λόγοις, Ἡρῴδης δυσσεβής, τῇ μοιχαλίδι δῶρον τὴν κεφαλήν σου, Προφῆτα ὄντως παρέχει, ἀφ’ ἧς πηγάζεις χάριν πᾶσιν ἡμῖν.

ὁ α΄ χορὸς

Κα νν… Θεοτοκον

Χαίροις παρ’ ἡμῶν, ἁγία Θεοτόκε, χαῖρε ἡ χαράν, κυήσασα τῷ κόσμῳ, χαῖρε ἡ μόνη ἀντίληψις τῶν ἀνθρώπων,…

ὁ β’ χορὸς

εὐλογημένη Θεοτόκε ἁγνή.

Ὁ Κανὼν τῆς Θεοτόκου.

δ ε’

ὁ α’ χορὸς

Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.

ὁ β’ χορὸς

Φώτισον ἡμᾶς,…

ὁ α’ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

μπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.

ὁ β’ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.

ὁ α’ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

ὁ β’ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.

δ ε’ – Ἵνα τί μεπσω

ὁ α΄ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ,  πρέσβευε ὑπὲρ ἡμῶν.

Μητρικαῖς ὑποθήκαις, ἆθλον τῆς ὀρχήσεως τῆς κακοδαίμονος, τῆς ὠμῆς λεαίνης, ὁ ὠμότερος σκύμνος ᾐτήσατο, ἣν καὶ θῆρες πάντες, ἐν ἐρημίαις ηὐλαβοῦντο, κεφαλήν τοῦ Προδρόμου καὶ κήρυκος.

ὁ β’ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ,  πρέσβευε ὑπὲρ ἡμῶν.

τῶν σῶν ἀνεφίκτων, καὶ ἀκαταλήπτων κριμάτων φιλάνθρωπε! ὅτι τοῦ ἐκ μήτρας, πεφηνότος δοχεῖον τοῦ Πνεύματος, καὶ συναυξηθέντος, τῇ σωφροσύνῃ καὶ ἁγνείᾳ, ἀσελγές, κατωρχήσατο κόριον.

ὁ α΄ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ,   πρέσβευε ὑπὲρ ἡμῶν.

Προσφιλὲς καὶ οἰκεῖον, τῷ τὴν συζυγίαν τὴν ἄσεμνον στέργοντι, γενεσίων πότοις, καὶ Προφήτου συνάψαι ἀναίρεσιν, καὶ κρατῆρα πλήρη, προφητικῶν τοῖς φιληδόνοις, καὶ ἁγίων αἱμάτων κεράσασθαι.

ὁ β’ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

τερος – ρθρζοντες βομν σοι

ὁ α΄ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ,   πρέσβευε ὑπὲρ ἡμῶν.

ρχήσεως ἐδίδοτο μίσθωμα, δι’ ἀπάτης, τῇ κόρῃ ἐν πίνακι, Προδρόμου Κάρα, ὢ ἄνοια!

ὁ β’ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ,   πρέσβευε ὑπὲρ ἡμῶν.

Τῷ λύθρῳ σταζομένης τῆς κάρας σου, Θεοκῆρυξ, μοιχαλὶς ἐτέρπετο, φρονοῦσα μέγα, ὢ ἄνοια!

ὁ α΄ χορὸς

Δξα Πατρὶ…

Σιγᾶν σου μὲν τὴν γλῶτταν ὑπέλαβεν, ὁ Ἡρῴδης, ἡ δὲ καὶ σιγήσασα, πλέον ἐλέγχει πανεύφημε.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκον

Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε, σὺ γὰρ τὸν Θεὸν Λόγον,…

ὁ α΄ χορὸς

σαρκὶ τῷ κόσμῳ ἐκύησας.

Ὁ Κανὼν τῆς Θεοτόκου.

δ ς’

ὁ β’ χορὸς

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς, Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε.

ὁ α’ χορὸς

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, …

ὁ β’ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.

ὁ α’ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

ὁ β’ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

ὁ α’ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς.

ν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

δ ς’ – λσθητ μοι Σωτρ

ὁ β’ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ,   πρέσβευε ὑπὲρ ἡμῶν.

Τοῦ νόμου τῶν ἐντολῶν, προκινδυνεύων μακάριε, ἐλέγχοις παιδαγωγεῖς, τὸν παρανομήσαντα, οὐ γὰρ ἔφυς κάλαμος, δυσμενῶν πνευμάτων, ῥιπιζόμενος προσπνεύσεσι.

ὁ α΄ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ,  πρέσβευε ὑπὲρ ἡμῶν.

Τῷ λύθρῳ τῷ τῆς σφαγῆς, ἡ Κεφαλὴ σταζομένη, ἠνέχθη τῶν πορνικῶν ἀγώνων εἰς μίσθωμα, Ἡρῴδην ἐλέγχουσα, καὶ μετὰ τὸ τέλος, ὡς τὴν φύσιν συνθολώσαντα.

ὁ β’ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ,   πρέσβευε ὑπὲρ ἡμῶν.

ρήμους περιπολῶν, θριξὶ καμήλου σκεπόμενος, τὰς μὲν ὡς φωτολαμπές, κατῴκεις ἀνάκτορον, τὰς δὲ ὡς βασίλειον, περιφέρων κόσμον, σῶν παθῶν κατεβασίλευσας.

ὁ α΄ χορὸς

Στχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

υσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

τερος – Χιτν μοι παρσχου

ὁ β’ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ,   πρέσβευε ὑπὲρ ἡμῶν.

πήγασας τῷ πλήθει τῶν πιστῶν, Ἰωάννη ἔνδοξε, θεῖα διδάγματα, τὸν ἀμνὸν τὸν τοῦ Θεοῦ καταγγείλας ἡμῖν.

ὁ α΄ χορὸς

Στίχ. Βαπτιστά  τοῦ Χριστοῦ,   πρέσβευε ὑπὲρ ἡμῶν.

Σεμνότητος καὶ βίου ἀκριβοῦς, ἀψευδὲς ὑπόδειγμα, μέμνησο Πρόδρομε, τῶν ὑμνούντων σε Χριστῷ παριστάμενος.

ὁ β’ χορὸς

Δξα Πατρί…  

Πρεσβείαις σου Προφῆτα τοῦ Χριστοῦ, Βαπτιστὰ καὶ Πρόδρομε, κόσμον εἰρήνευσον, διασῴζων ἐκ κινδύνων τὰς ψυχὰς ἡμῶν.

ὁ α΄ χορὸς

Κα νν… Θεοτοκον

μόνη διὰ λόγου ἐν γαστρί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ τς ψυχς μν.


Συναπτ μικρκα κφνησις

Σ γρ ε Βασιλες…

Κοντκιον  χος πλ. α’

τοῦ Προδρόμου ἔνδοξος ἀποτομή, οἰκονομία γέγονέ τις θεϊκή, ἵνα καὶ τοῖς ἐν ᾍδῃ τοῦ Σωτῆρος κηρύξῃ τὴν ἔλευσιν, θρηνείτω οὖν Ἡρῳδιάς, ἄνομον φόνον αἰτήσασα, οὐ νόμον γὰρ τὸν τοῦ Θεοῦ, οὐ ζῶντα αἰῶνα ἠγάπησεν, λλ’ ππλαστον πρσκαιρον.

Οκος

Τὰ γενέσια τοῦ Ἡρῴδου πᾶσιν ἐφάνησαν ἀνόσια, ὅτι ἐν μέσῳ τῶν τρυφώντων, ἡ κεφαλὴ τοῦ νηστεύοντος παρετέθη ὥσπερ ἔδεσμα. Τῇ χαρᾷ συνήφθη λύπη, καὶ τῷ γέλωτι ἐκράθη πικρὸς ὀδυρμός΄ ὅτι τὴν κάραν τοῦ Βαπτιστοῦ πίνακι φέρουσα, ἐπὶ πάντων εἰσῆλθεν, ὡς εἶπεν, ἡ παῖς, καὶ διὰ οἶστρον, θρῆνος ἐπέπεσε πᾶσι τοῖς ἀριστήσασι τότε σὺν τῷ βασιλεῖ, οὐ γὰρ ἔτερψεν ἐκείνους, οὔτε Ἡρῴδην αὐτόν΄ φησί, καὶ ἐλυπήθησαν λύπην οὐκ ἀληθινήν, λλ’ ππλαστον πρσκαιρον.

Σ υ ν α ξ ά ρ ι ο ν

Τ Κθ’ το ατο μηνς, μνήμη τῆς ἀποτομῆς τῆς τιμίας κεφαλῆς τοῦ ἁγίου ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.

Στίχοι

  • ·       Τέμνει κεφαλὴν χεὶρ μιαιφόνος ξίφει,
  • ·       Τοῦ χεῖρα θέντος εἰς κεφαλὴν Κυρίου.
  • ·       Εἰκάδι ἀμφ’ ἐνάτῃ Προδρόμου τάμεν αὐχένα χαλκός.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ὁσίας Θεοδώρας τῆς ἐν Θεσσαλονίκῃ, τῆς ἐξ Αἰγίνης καταγομένης.

Ταῖς τοῦ σοῦ Προδρόμου Χριστὲ πρεσβείαις, λησον κα σσον μς. μν.


ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορός

ᾠδ α’  χος πλ. δ’

Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον. Διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

ὁ β’ χορὸς

 ᾠδ γ’ 

άβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται, τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα. Τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ,…

ὁ α’ χορός

εἰς κράτος καὶ στερέωμα.

ὁ β’ χορὸς

ᾠδ δ’

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.

ὁ α’ χορός

ᾠδ ε’

τρισμακάριστον ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος΄ δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορὸς

ᾠδϚ

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς. Ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει τὸν κόσμον φωτίσαντος.

ὁ α’ χορός

ᾠδ ζ’

κνοον πρόσταγμα τυράννου, δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον΄ ἀλλ’ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον΄ ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ὁ β’ χορὸς

ᾠδ η’

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, Δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεμα πανγιον ες τος αἰῶνας.


Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ. δ’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασία

 ὁ α’ χορός

ᾠδὴ θ’.

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σ μεγαλνομεν.


Συναπτ μικρκα κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορός
Ἦχος β’. – Τῶν Μαθητῶν

Τὸν ἐν Προφήταις μείζονα γνωρισθέντα, καὶ Ἀποστόλων πρόκριτον γεγονότα, ὕμνοις ἐγκωμίων στεφανώσωμεν, τὸν Πρόδρομον τῆς χάριτος, τὴν κεφαλὴν γὰρ ἐτμήθη, διὰ τὸν νόμον Κυρίου.

τερον – ορανν τος στροις

ὁ β’ χορός

ἀσελγὴς Ἡρῴδης, τὸν τῆς ἁγνείας φυτουργόν, σὲ Βαπτιστὰ τοῦ Σωτῆρος, καρατομήσας δολερῶς, σοῦ τοὺς ἐλέγχους τῆς γλώττης, τεμεῖν οὐκ ἴσχυσεν ὅλως.

ὁ α’ χορός

Θεοτοκον

τὴν ἀρὰν τοῦ κόσμου, τῷ θείῳ τόκῳ σου σεμνή, ἐξαφανίσασα ποίμνην, σὲ λιτανεύουσαν πιστῶς, ἀπὸ παντοίων κινδύνων,…

ὁ β’ χορός

ῦσαι πρεσβείαις σου Κόρη.


ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος πλ.δ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

  το παραδξου θαματος

τοῦ παραδόξου θαύματος! τὴν ἱερὰν κεφαλήν, καὶ Ἀγγέλοις αἰδέσιμον, ἀσελγὲς ἀκόλαστον, περιέφερε κόριον, τὴν ἐλέγξασαν, γλῶσσαν παράνομον, τῇ μοιχαλίδι μητρὶ προσέφερεν. Ὢ τῆς ἀφάτου σου, ἀνοχῆς φιλάνθρωπε! δι’ ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.

ὁ β’ χορός

Στίχ.  Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

τοῦ παραδόξου θαύματος! τὴν ἱερὰν κεφαλήν,…

ὁ α’ χορός

Στίχ.  Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

τῆς Ἡρῴδου πωρώσεως! ὁ ἀτιμάσας Θεόν, ταῖς τοῦ νόμου ἐκλύσεσι, τὴν τῶν ὅρκων τήρησιν, δολερῶς ὑποκρίνεται, καὶ τῇ μοιχείᾳ φόνον προστίθησιν, ὁ σκυθρωπάζειν σχηματιζόμενος, Ὢ τῆς ἀφάτου σου, συμπαθείας Δέσποτα! δι’ ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

τῆς ὑπὲρ νοῦν ἐκπλήξεως! τῶν Προφητῶν ἡ σφραγίς, ὁ ἐπίγειος Ἄγγελος, πορνικῆς ὀρχήσεως, ἀναδείκνυται ἔπαθλον, ἡ θεολόγος γλῶσσα προπέμπεται, καὶ τοῖς ἐν ᾍδη, Χριστοῦ προάγγελος. Ὢ τῆς ἀῤῥήτου σου, προμηθείας Δέσποτα! δι’ ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.

ὁ α’ χορός

Δξα Πατρί… χος πλ. β’

Πάλιν Ἡρῳδιὰς μαίνεται, πάλιν ταράττεται, Ὢ ὅρχημα δόλιον, καὶ πότος μετὰ δόλου! ὁ Βαπτιστὴς ἀπετέμνετο, καὶ Ἡρῴδης ἐταράττετο. Πρεσβείαις Κύριε, τοῦ σοῦ Προδρόμου, τὴν εἰρήνην παράσχου ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορός

Κα νν… Θεοτοκονχος ὁ αὐτὸς

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, λεηθναι τς ψυχς μν.


Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • ·        Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • ·        μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • ·        Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • ·        Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • ·        Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • ·        τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • ·        Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • ·        Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • ·        Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • ·        Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • ·        τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • ·        Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ   Ἀπολυτίκιον. Ἦχος β´.

Μνήμη Δικαίου μετ’ ἐγκωμίων΄ σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε΄ ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾍδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τμγαλεος.


ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α’

ὁ α’ χορός

Ἦχοςβ´.

Στίχ. α. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορός

Στίχ. β’. Τοῦ ἀναγγέλλειν τῷ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Στίχ γ΄Ὃτι  εὔφρανάς με, Κύριε, ἐν τοῖς ποιήμασί Σου καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἀγαλλιάσομαι.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ β’ χορός

Στίχ. δ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 ὁ α’ χορός

Δόξα Πατρί…

ὁ β’ χορός

Καὶ νῦν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

 

ἈντίφωνονΒ

ὁ β’ χορός

 

Ἦχος πλ. α’

Στίχ. α’, Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο ὁ  Κύριος δύναμιν καὶ περιεζώσατο.

 Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. β‘, Kαὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθησεται.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ β’ χορός

Στίχ. γ, Θαυμαστοί οἱ μετεωρισμοί τῆς θαλάσσης, θαυμαστός ἐν ὑψηλοῖς ὁ Κύριος.

  Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

ὁ α’ χορός

Στίχ. δ΄. Τά μαρτύριά σου επιστώθησαν σφόδρα τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.

Πρεσβείαις τῶν ἁγίων σου, σῶσον ἡμᾶς, Κύριε.

βχορός

Δόξα Πατρί…

ὁ α’ χορός

Καὶνῦν

βχορός

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ἈντίφωνονΓ

ὁ α’ χορός

Στχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Ἀπολυτίκιον. Ἦχος β.

Μνήμη Δικαίου μετ’ ἐγκωμίων΄ σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε΄ ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾍδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Στχ. Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ’ αὐτὸν καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

Μνήμη Δικαίου μετ’ ἐγκωμίων΄….

Εἰσοδικὸν

ὁ α’ χορός

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς…..
βχορὸς

ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον. Ἦχος β.

Μνήμη Δικαίου μετ’ ἐγκωμίων΄ σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε΄ ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾍδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

βχορός

ΤοῦΝαοῦ

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον

χος δ’ – Ατμελον

ωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου, αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι. Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, κα τροφν τς ζως μν.


 Τρισάγιον.


Απόστολος

Τοῦ Προδρόμου (Πράξ. ιγ´ 25-32).

Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.

                                           Στίχ.  Εἰσάκουσον ὁ Θεὸς τῆς φωνῆς μου.

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα

ν ταῖς ἡμεραῖς ἐκείναις, ὡς ἐπλήρου ᾿Ιωάννης τὸν δρόμον, ἔλεγε· τίνα με ὑπονοεῖτε εἶναι; οὐκ εἰμί ἐγώ, ἀλλ᾿ ἰδοὺ ἔρχεται μετ᾿ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. ῎Ανδρες ἀδελφοί, υἱοὶ γένους ᾿Αβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη. Οἱ γὰρ κατοικοῦντες ἐν ῾Ιερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν, καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς ῾Ιερουσαλήμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν, ἡμῖν, ἀναστήσας ᾿Ιησοῦν, ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε·

λληλούϊα (γ’) Ἦχος δ΄

Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.


Εὐαγγέλιον

῾Ομοίως·

 (Μάρκ. ς´ 14-30),

Ἐκ τοῦ κατὰ Μάρκον.

Τῷ καιρῷ ἐκείνῳ, ἤκουσεν ῾Ηρῴδης ὁ βασιλεὺς τὴν ἀκοὴν Ἰησοῦ · (φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ)· καὶ ἔλεγεν ὅτι ᾿Ιωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. Ἄλλοι ἔλεγον ὅτι ᾿Ηλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ἐστίν, ἢ ὡς εἷς τῶν προφητῶν. Ἀκούσας δὲ ὁ ῾Ηρῴδης εἶπεν· ὅτι ὃν ἐγὼ  ἀπεκεφάλισα ᾿Ιωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν. Αὐτὸς γὰρ ὁ ῾Ηρῴδης ἀποστείλας ἐκράτησε τὸν ᾿Ιωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ ῾Ηρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν. Ἔλεγε γὰρ ὁ ᾿Ιωάννης τῷ ῾Ηρῴδῃ ὅτι οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. Ἡ δὲ ῾Ηρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· ὁ γὰρ ῾Ηρῴδης ἐφοβεῖτο τὸν ᾿Ιωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ, πολλὰ ἐποίει καὶ ἡδέως αὐτοῦ ἤκουε. Καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτι ῾Ηρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς ῾Ηρῳδιάδος καὶ ὀρχησαμένης καὶ ἀρεσάσης τῷ ῾Ηρῴδῃ καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ· αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι. Καὶ ὤμοσεν αὐτῇ ὅτι ὃ ἐάν με αἰτήσῃς δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου. Ἡ δὲ ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς· Τί αἰτήσομαι; ἡ δὲ εἶπε· Τὴν κεφαλὴν ᾿Ιωάννου τοῦ Βαπτιστοῦ. Καὶ εἰσελθοῦσα, εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· θέλω ἵνα μοι δῷς ἐξ αὐτῆς ἐπὶ πίνακι, τὴν κεφαλὴν ᾿Ιωάννου τοῦ Βαπτιστοῦ. Καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι. Καὶ εὐθέως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ. Ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καί ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ. Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν ᾿Ιησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.


Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου


Εἰς τό᾽Εξαιρέτως

 ὁ α’ χορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.


Κοινωνικόν

βχορός

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. λληλούϊα.


ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

   ἦχος πλ. α’

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.


ἦχοςβ

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

πόλυσις  «…ΧριστὸςἀληθινὸςΘεὸςἡμῶν»

Δι’εὐχῶν…

μήν.[1]

29 ΑΥΓ12 ΕΟΡΤΗ ΤΗΣ ΑΠΟΤΟΜΗΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ


[1] Εἴδησις. Εἰς τὴν τράπεζαν νηστεία, ἤ τοι ξηροφαγία.

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: