«ΜΑΡΤΥΡΩΝ ΘΕΙΟΣ ΧΟΡΟΣ» ΔΟΞΑΣΤΙΚΟ ΕΣΠΕΡΙΝΟΥ ΚΥΡΙΑΚΗΣ ΑΓΙΩΝ ΠΑΝΤΩΝ

Ἦχος πλ.β’
Μαρτύρων θεῖος χορός, τῆς Ἐκκλησίας ἡ βάσις, τοῦ Εὐαγγελίου ἡ τελείωσις, ὑμεῖς ἔργῳ τοῦ Σωτῆρος τὰ ῥητὰ ἐπληρώσατε, ἐν ὑμῖν γὰρ αἱ πύλαι τοῦ ᾍδου, κατὰ τῆς Ἐκκλησίας ἀνεωχθεῖσαι, ἐκλείσθησαν, ἡ τοῦ αἵματος ὑμῶν χύσις, τὰς εἰδωλικὰς σπονδὰς ἐξήρανεν, ἡ σφαγὴ ὑμῶν, ἀπέτεκε τῶν πιστῶν τὸ πλήρωμα, τοὺς ἀσωμάτους ἐξεπλήξατε, τῷ Θεῷ στεφανηφόροι παρίστασθε, ᾧ ἀπαύστως πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.