ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ Γ΄ ΕΥΡΕΣΕΩΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ

25 ΜΑΪΟΥ 2012

Μνμη τς τρτης Ερσεως τς τιμας Κεφαλς το γου κα νδξου Προφτου, Προδρμου κα Βαπτιστο ωννου.



ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

ὁ α’ χορὸς

χος α΄

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ..

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Ἀπολυτίκιον.

χος δ’.  Ταχ προκατλαβε

ς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῆ, Χριστὸς ἀπεκάλυψε, τὴν Κεφαλήν σου ἡμῖν, Προφῆτα καὶ Πρόδρομε, πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτῃ εὑρέσει, ᾄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σῴζοντα ἡμᾶς ἐκ φθορᾶς ταῖς ἱκεσίαις σου.

 

ὁ β’ χορὸς

Δόξα Πατρὶ…

ς θεῖον θησαύρισμα, ….

ὁ α’ χορὸς

Καὶ νῦν…ὁ αὐτός

Ἀπολυτίκιον.

νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.

 


Συναπτ μικρ μεθ’ ν κφνησις

τι σν τ κρτος…

Τὸ Ψαλτήριον καὶ ὁ πολυέ­λε­ος.

ΚΑΘΙΣΜΑΤΑ

Μετ τν α’ Στιχολογαν

χος δ’

ὁ α’ χορὸς

Ταχ προκατλαβε

κ γῆς ἀνατείλασα, ἡ τοῦ Προδρόμου Κεφαλή, ἀκτῖνας ἀφίησι, τῆς ἀφθαρσίας πιστοῖς τῶν ἰάσεων, ἄνωθεν συναθροίζει, τὴν πληθὺν τῶν Ἀγγέλων, κάτωθεν συγκαλεῖται, τῶν ἀνθρώπων τὸ γένος ὁμόφωνον ἀναπέμψαι, δόξαν Χριστῷ τῶ Θεῷ.

ὁ β’ χορὸς

Κάθισμα τῆς Ἑορτῆς 

Δόξα Πατρί…Καὶ νῦν… Ἦχος πλ. δ’

Τὸ προσταχθὲν μυστικῶς 

πὶ τοῦ ὄρους ἀνελθὼν τοῦ Ἐλαιῶνος, ὁ ἐλεήμων Ἰησοῦς, αὐτόθεν ἤρθης· φωτεινὴ γὰρ νεφέλη ἐκ γῆς σε ὑπέλαβεν, ὁρώντων τῶν Μαθητῶν σου θαῦμα φρικτόν, βοώντων τῶν Ἀσωμάτων ἐν οὐρανοῖς. Φόβῳ πύλαι ἐπάρθητε, ταῖς ἀνωτέραις στρατιαῖς, μεθ’ ὧν σε Βασιλέα ὑμνεῖ, πᾶσα κτίσις, τὸν πάντων Θεόν.

 

Μετ τν β’ Στιχολογαν

ὁ α’ χορὸς

χος δ’

ψωθες ν τ Σταυρ

ναδοθεῖσα ὡς χρυσὸς ἐκ μετάλλων, ἡ ἱερά σου Κεφαλὴ παραδόξως, ἐκ τῶν ἀδύτων γῆς ἐπλούτισε, Χριστοῦ Βαπτιστά, πάντας τοὺς προστρέχοντας, ἐν τῇ ταύτης εὑρέσει, ὕμνοις μεγαλύνοντας, τὸν Σωτῆρα καὶ Κτίστην, τὸν νέμοντα ἡμῖν διὰ σοῦ τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Κάθισμα τῆς Ἑορτῆς  

Δόξα Πατρὶ…Καὶ νῦν… Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον 

Ἐπιβὰς ἐν νεφέλαις τῶν οὐρανῶν, καταλείψας εἰρήνην τοῖς  ἐπὶ γῆς, ἀνῆλθες καὶ ἐκάθισας, τοῦ Πατρὸς δεξιόθεν, ὡς ὁμοούσιος τούτῳ, ὑπάρχων καὶ Πνεύματι· ἐν σαρκὶ γὰρ ὤφθης, ἀλλ’ ἄτρεπτος ἔμεινας· ὅθεν ἀναμένεις, συντελείας τὸ πέρας, τοῦ κρῖναι ἐρχόμενος, ἐπὶ γῆς κόσμον ἅπαντα. Δικαιοκρίτα Κύριε, φεῖσαι τῶν ψυχῶν ἡμῶν, τῶν πταισμάτων ἄφεσιν δωρούμενος, ὡς Θεὸς ἐλεήμων τοῖς  δούλοις σου.

Μετὰ τὸν Πολυέλεον

ὁ α’ χορὸς

πεφνης σμερον χος δ’

Ἡρῴδης Πρόδρομε, παρανομήσας, γυναικὶ παρέσχετο, τὴν κεφαλήν σου τὴν σεπτήν, ἧς τῇ εὑρέσει βοῶμέν σοι, Αἴτησαι πᾶσι, δωρήσασθαι ἔλεος.

ὁ β’ χορὸς

Κάθισμα τῆς Ἑορτῆς

Δξα Πατρί… Κα ννἦχος α΄

Τοῦ λίθου σφραγισθέντος

γγέλων θαυμαζόντων τῆς ἀνόδου τὸ ξένον  καὶ μαθητῶν ἐκπληττομένων τὸ φρικτὸν τῆς ἐπάρσεως,  ἀνῆλθες μετὰ δό­ξης ὡς Θεός,  καὶ πύλαι σοι ἐπήρθησαν, σωτήρ·  διὰ τοῦτο αἱ δυνάμεις τῶν οὐρανῶν ἐθαύμαζον βοῶσαι·  Δόξα τῇ κα­τα­­βάσει σου, σωτήρ, δόξα τῇ βασιλείᾳ σου,  δόξα τῇ ἀνα­λή­ψει σου, μόνε φιλάνθρωπε.

Τ α’ ντφωνον το δ’ χου.

ὁ α’ χορός

  • ·       κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

  • ·       κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

  •         Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

  •         Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρί…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ’

 ὁ α’ χορός

Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.

ὁ β’ χορός

Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.

ὁ α’ χορός

Στίχος. Μνήσθητι, Κύριε, τοῦ Δαυΐδ καί πάσης τῆς πρᾳότητος αὐτοῦ.

κεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.


Ἡ Τάξις τοῦ Εὐαγγελίου τοῦ Ὄρθρου

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον.

ὁ Ἱερεὺς: τι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

μήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς:

Κύριε, ἐλέησον (γ’).

ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι.

ὁ β’ Χορὸς:

Καὶ τῷ Πνεύματί σου.

ὁ Ἱερεὺς: κ τοῦ κατὰ Λουκᾶν (ζ΄,17-30) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

Διάκονος: Πρόσχωμεν.

ὁ α’ χορὸς:

Δόξα σοι, Κύριε, δόξα σοι.

ὁ Ἱερεὺς: Τῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν ὁ λόγος τοῦ Ἰησοῦ ἐν ὅλῃ τῇ ᾽Ιουδαίᾳ περὶ αὐτοῦ καὶ πάσῃ τῇ περιχώρῳ. Καὶ ἀπήγγειλαν ᾽Ιωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινας τῶν μαθητῶν αὐτοῦ ὁ ᾽Ιωάννης ἔπεμψεν πρὸς τὸν κύριον λέγων, Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν; παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον, ᾽Ιωάννης ὁ βαπτιστὴς ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων, Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν; ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο βλέπειν. Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε ᾽Ιωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται·καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. ᾽Απελθόντων δὲ τῶν ἀγγέλων ᾽Ιωάννου ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ ᾽Ιωάννου, Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. Ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. Οὗτός ἐστιν περὶ οὗ γέγραπται, ᾽Ιδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν ᾽Ιωάννου οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστιν. Καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα ᾽Ιωάννου·οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ.

ὁ α’ χορὸς:

Δόξα σοι, Κύριε, δόξα σοι.


Εἶτα ὁ Ν´ Ψαλμός( Χύμα).

ὁ α’ χορὸς

Δόξα Πατρὶ… Ἦχος β’

Ταῖς τοῦ σοῦ Προδρόμου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Πεντηκοστάριον  Ἦχος ὁ αὐτὸς

τῶν θείων ἐννοιῶν πανσεβάσμιος θήκη, καὶ τῆς ἀῤῥήτου οὐσίας, τρανῶς ἡ προσβλέψασα, τὸ μυστήριον Κάρα σου, ὡς ἐκ λαγόνων μητρικῶν, ἐκ τῶν τῆς γῆς ταμείων σήμερον ἀνατέταλκεν, Ἰωάννη πανεύφημε, καὶ εὐωδίασε πᾶσαν τὴν ὑφήλιον, ἁγιασμοῦ προχέουσα μύρον, καὶ νοητῶς κηρύττουσα μετανοίας ὁδόν, καὶ τῷ Σωτῆρι τῶν ὅλων πρεσβεύουσα, πρ τν ψυχν μν.


Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

ΤΗΣ ΕΟΡΤΗΣ

το χου πλ. α’ μετ τν ερμῶν’

Ποημα ωννου Μοναχο

ὁ α’ χορός

δ α’  χος πλ. α’  ερμς

Τῷ Σωτῆρι Θεῷ, τῷ ἐν θαλάσσῃ λαόν, ποσὶν ἀβρόχοις ὁδηγήσαντι, καὶ Φαραὼ πανστρατιᾷ καταποντίσαντι, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.

ὁ β’χορὸς

Τῷ Σωτῆρι Θεῷ,…

ὁ α’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

σωμεν πάντες λαοὶ τῷ ἐπὶ ὤμων Χερουβὶμ ἀναληφθέντι, μετὰ δόξης Χριστῷ, καὶ συγκαθίσταντι ἡμᾶς ἐν δεξιᾷ τοῦ Πατρός, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

ὁ β’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Τὸν μεσίτην Θεοῦ καὶ ἀνθρώπων Χριστόν, χοροὶ Ἀγγέλων θεασάμενοι, μετὰ σαρκὸς ἐν ὑψίστοις ἐξεπλήττοντο, συμφώνως δὲ ἀνέμελπον, ὕμνον ἐπινίκιον.

ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Τῷ ὀφθέντι Θεῷ, ἐπὶ τοῦ ὄρους Σινᾶ, καὶ νόμον δόντι τῷ θεόπτῃ Μωσεῖ, τῶν Ἐλαιῶν ἐκ τοῦ ὄρους ἀναληφθέντι σαρκί, αὐτῷ πάντες ᾄσωμεν, ὅτι δεδόξασται.

ὁ β’χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς Θεοτοκον

χραντε Μῆτερ Θεοῦ, τὸν σαρκωθέντα ἐκ σοῦ, καὶ ἐκ τῶν κόλπων τοῦ γεννήτορος μὴ ἐκφοιτήσαντα Θεόν, ἀπαύστως πρέσβευε, ἐκ πάσης περιστάσεως, σῶσαι οὓς ἔπλασεν.

 

Κανὼν τοῦ Προδρόμου

ᾠδ α’  χος πλ. δ’

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

ρματηλτην Φαρα

Φωνὴν τοῦ Λόγου γεγονὼς διάλυσον, τὴν ἀφωνίαν μου, ὡς τοῦ Πατρὸς πάλαι, ἐν ἀγαλλιάσεως φωνῇ ἀνευφημῆσαί σε, τῇ παρούσῃ εὑρέσει, τῆς Κεφαλῆς σου μακάριε, Πρόδρομε οὐράνιε ἄνθρωπε.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τὴν κεφαλὴν χειροθετήσας Πρόδρομε, τῆς Ἐκκλησίας Χριστόν, σοῦ τὴν σεπτὴν Κάραν, τὴν κατανοήσασαν Τριάδος τὴν φανέρωσιν, φανεροῖς τοῦτο τρίτον, περιφανῶς ἁγιάζουσαν, τὰ τῶν ὀρθοδόξων συστήματα.

ὁ α’ χορὸς

Δξα Πατρί…

Οὐκ ἐνεγκὼν ἐπὶ πολὺ συγκρύπτεσθαι, Κυρίου Πρόδρομε, οἰκονομεῖς πάλιν, φανεροῦσθαι σήμερον, οὐ στάμνω συγκλειόμενος, ἀργυρέῳ δὲ σκεύει ἐν Ἱερῷ τόπῳ κείμενος, καὶ Ἱερουργῷ μηνυόμενος.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκον

Στειρωτικῆς ἀπὸ γαστρὸς ἐβλάστησας, ἑτοιμαζόμενος, τῷ Ποιητῇ Λόγῳ, τὰς ὁδοὺς Πανεύφημε, ἐκ Κόρης ἀνατείλαντι, παναγίας ἀφράστως, ἣν Θεοτόκον γινώσκουσαι, πᾶσαι γενεαὶ μακαρίζουσιν.

δ γ’

ΤΗΣ ΕΟΡΤΗΣ

ερμς

ὁ α’ χορός

Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ, στερέωσόν μου τὴν διάνοιαν, εἰς τὸ ὑμνεῖν καὶ δοξάζειν σου, τὴν σωτήριον Ἀνάληψιν.

ὁ β’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

 

νῆλθες Ζωοδότα Χριστέ, πρὸς τὸν Πατέρα καὶ ἀνύψωσας, ἡμῶν τὸ γένος φιλάνθρωπε, τῇ ἀφάτῳ εὐσπλαγχνίᾳ σου.

ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Αἱ τάξεις τῶν Ἀγγέλων Σωτήρ, βροτείαν φύσιν θεασάμεναι, συνανιοῦσάν σοι, ἀπαύστως, ἐκπληττόμεναι ἀνύμνουν σε.

ὁ β’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

 

ξίσταντο Ἀγγέλων χοροί, Χριστὲ ὁρῶντες μετὰ σώματος, ἀναληφθέντα, καὶ ἀνύμνουν, τὴν ἁγίαν σου Ἀνάληψιν.

ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Τὴν φύσιν τῶν ἀνθρώπων Χριστέ, φθορᾷ πεσοῦσαν ἐξανέστησας, καὶ τῇ ἀνόδῳ σου ὕψωσας, καὶ σαὐτῷ ἡμᾶς ἐδόξασας.

ὁ β’χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς Θεοτοκον

κέτευε ἀπαύστως Ἁγνή, τὸν προελθόντα ἐκ λαγόνων σου, ῥυσθῆναι πλάνης Διαβόλου, τοὺς ὑμνοῦντάς σε Μητέρα Θεοῦ.

 

Τοῦ Προδρόμου

δ γ’

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ορανας ψδος

Πορνικῶν ὀρχημάτων, ἡ Ἱερὰ Κάρα σου, ἔπαθλον γυναίῳ δοθεῖσα, χερσὶν ἐφέρετο, νυνὶ δὲ σώφρονος, ἱερουργοῦ ταῖς παλάμαις, ἱερῶς πρὸς ἅγιον ναὸν κομίζεται.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Εὐσεβῶς ὑπαντᾶ σοι, τὸ τῶν πιστῶν ἄθροισμα, σὺν Ἱερουργῷ Βασιλεῖ τε, ἔνδοξε Πρόδρομε, ἄδον χαρμόσυνα, καὶ προηγεῖταί σου πόθῳ, καθαγιαζόμενον τῇ παρουσίᾳ σου.

ὁ α’ χορὸς

Δξα Πατρί…

ερῶν ἐξ ἀδύτων, ὡς φωταυγὴς ἥλιος, ἡ ἱερωτάτη σου Κάρα, ἐξανατείλασα, πᾶσαν ἐφώτισε, τὴν οἰκουμένην Προφῆτα, τοῦ Χριστοῦ καὶ Πρόδρομε, θείαις λαμπρότησι.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκον

Στειρευούσης νηδύος, φωτοφανὲς ἔλαμψας, ἄστρον τοῦ ἡλίου τῆς δόξης, προπορευόμενον, τοῦ ἀνατείλαντος, Παρθενικῆς ἐκ νεφέλης, Βαπτιστὰ καὶ λύσαντος, νκτα πολθεον.


Συναπτ μικρ μεθ’ ν κφνησις

τι σ ε Θες μν…  

Κθισμα 

ὁ β’ χορὸς

πεφνης σμερον Ἦχος δ’

πεφάνη σήμερον, ἡ τοῦ Προδρόμου, Κεφαλὴ ἐκ κόλπων γῆς, ἀναδοθεῖσα τοῖς πιστοῖς, ἐκ τῶν μετάλλων καθὰ χρυσός, καὶ ἱκετεύει Χριστόν, τοῦ σωθῆναι ἡμᾶς.

Κθισμα

ΤΗΣ ΕΟΡΤΗΣ

 

ὁ α’ χορός

Δξα Πατρί… Κα νν… ἦχος γ΄

Τὴν ὡραιότητα·

προαιώνιος Θεὸς καὶ ἄναρχος,  ἥν περ ἀνείληφε φύσιν ἀνθρώπειον  θεοποιήσας μυστικῶς, σήμερον ἀνελήφθη·  ἄγ­γε­λοι προτρέχοντες ἀποστόλοις ἐδείκνυον  τοῦτον πορευ­ό­με­νον εἰς οὐρανοὺς μετὰ δόξης πολλῆς·  αὐτῷ δὲ προσ­κυ­νή­σαντες ἔλεγον·  Δόξα Θεῷ τῷ ἀναληφθέντι.

δ δ’ 

ερμς

ὁ β’χορὸς

Εἰσακήκοα Κύριε τὴν ἀκοήν, τῆς δυναστείας τοῦ Σταυροῦ σου, ὡς Παράδεισος ἠνοίγη δι’ αὐτοῦ, καὶ ἐβόησα, Δόξα τῇ δυνάμει σου Κύριε.

ὁ α’ χορός

Εἰσακήκοα Κύριε τὴν ἀκοήν,…

ὁ β’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

νελήφθης ἐν δόξῃ, ὁ τῶν Ἀγγέλων Βασιλεύς, τὸν Παράκλητον ἡμῖν ἐκ τοῦ Πατρὸς ἀποστεῖλαι, Διὸ βοῶμεν, Δόξα Χριστὲ τῇ Ἀναλήψει σου.

ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

ς ἀνῆλθεν ὁ Σωτήρ, πρὸς τὸν Πατέρα σὺν σαρκί, κατεπλάγησαν αὐτῷ, αἱ τῶν Ἀγγέλων στρατιαί, καὶ ἐβόησαν, Δόξα Χριστὲ τῇ Ἀναλήψει σου.

ὁ β’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Αἱ τῶν Ἀγγέλων δυνάμεις, ταῖς ἀνωτέραις ἐβόων, Πύλας ἄρατε Χριστῷ, τῷ ἡμετέρῳ Βασιλεῖ, ὃν ἀνυμνοῦμεν, ἅμα σὺν Πατρὶ καὶ τῷ Πνεύματι.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς Θεοτοκίον

Παρθένος ἔτεκε, καὶ τὰ μητέρων οὐκ ἔγνω, ἀλλὰ Μήτηρ μὲν ἐστί, Παρθένος δὲ διέμεινεν, ἣν ἀνυμνοῦντες, Χαῖρε Θεοτόκε κραυγάζομεν.

 

 

Τοῦ Προδρόμου

δ δ’

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Εσακκοα Κριε

Προφητῶν ὡς ὑπέρτερος, τὸν προφητευθέντα ἰδεῖν ἠξίωσαι, Ἡλιοῦ προπορευόμενος, ἐν δυνάμει τούτου μάκαρ Πρόδρομε.

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὴν ἀοίδιμον Κάραν σου, μύρα ἰαμάτων ἀναπηγάζουσαν, τρίτον ἤδη ἐφανέρωσας, τὰ δυσώδη πάθη ἀπελαύνουσαν.

ὁ β’ χορὸς

Δξα Πατρί…

Συνελθόντες ἀρύσασθε, ἅπαντες ἰάματα μὴ κενούμενα, ἐκ πηγῆς ἀναδιδόμενα, τῆς τιμίας Κάρας τοῦ Προδρόμου Χριστοῦ.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκον

Ταπεινώσασα σῶσόν με, τὸν ὑψηλοφρόνως πολιτευόμενον, ἡ τεκοῦσα τὸν ὑψώσαντα,…

ὁ β’ χορὸς

τὴν ταπεινωθεῖσαν φύσιν Πάναγνε.

δ ε’ 

ερμς

ὁ α’ χορός

ρθρίζοντες βοῶμέν σοι, Κύριε, σῶσον ἡμᾶς, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

ὁ β’χορὸς

ρθρίζοντες βοῶμέν σοι,…

ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Πληρώσας εὐφροσύνης τὰ σύμπαντα ἐλεῆμον, ταῖς ἄνω δυνάμεσι, μετὰ σαρκὸς ἐπεδήμησας.

ὁ β’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

γγέλων αἱ δυνάμεις, αἰρόμενον σὲ ἰδοῦσαι, τὰς πύλας, ἐκραύγαζον, τῷ Βασιλεῖ ἡμῶν ἄρατε.

ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

πόστολοι ἰδόντες ὑψούμενον, τὸν Σωτῆρα, ἐν τρόμῳ ἐκραύγαζον, τῷ Βασιλεῖ ἡμῶν δόξα σοι.

ὁ β’χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε, σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.

 

Τοῦ Προδρόμου

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἵνα τί με πσω

ς μεσίτης τῆς νέας, καὶ τῆς παλαιᾶς γεγονὼς Ἱερώτατε, Διαθήκης θείας, τὴν ἡμῶν παλαιότητα καίνισον, καινισμὸν τελούντων, τῆς νεωστὶ ἀναφανείσης, Κεφαλῆς σου μακάριε Πρόδρομε.

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

κ Κομάνων κομῶσαν, χάριν ἰαμάτων τὴν Κάραν σου Πρόδρομε, πρὸς τὴν Βασιλίδα, εἰσοικίζεις τῶν πόλεων σήμερον, ἧς τῇ ἐπανόδῳ, ἐπικροτεῖ πιστῶν τὰ πλήθη, φωτισμοῦ ἀκηράτου πληρούμενα.

ὁ α’ χορὸς

Δξα Πατρί…

Βασιλεὺς ἁλουργίδος, πλέον τῇ εἰσόδῳ τῆς Κάρας σου γάννυται, ἱερεὺς δὲ θεῖος, θεοφόρου ἐπώνυμος Πρόδρομε, ταῖς παλάμαις ταύτην, περικρατῶν συνευλογεῖται, εὐλογῶν τοὺς πιστοὺς τελεώτατα.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκον

Τὸν Δεσπότην τεκοῦσα, ὤφθης ὑπερτέρα τῶν ἄνω Δυνάμεων, καὶ βροτῶν τὴν φύσιν, ἐθεούργησας Κόρη πανάμωμε, Θεοτόκον ὅθεν παναληθῆ ψυχῇ καὶ γλώσσῃ,…

ὁ α’ χορὸς

οἱ πιστοί σε Παρθένε δοξάζομεν.

δ ς’ 

ερμς

ὁ β’χορὸς

κύκλωσέ με ἄβυσσος, ταφή μοι τὸ κῆτος ἐγένετο, ἐγὼ δὲ ἐβόησα πρὸς σὲ τὸν φιλάνθρωπον καὶ ἔσωσέ με ἡ δεξιά σου Κύριε.

ὁ α’ χορός

κύκλωσέ με ἄβυσσος,…

ὁ β’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

σκίρτησαν Ἀπόστολοι, ὁρῶντες μετάρσιον σήμερον, τὸν κτίστην αἰρόμενον ἐλπίδι τοῦ Πνεύματος, καὶ φόβῳ ἔκραζον, Δόξα τῇ ἀνόδῳ σου.

ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

πέστησαν οἱ Ἄγγελοι, βοῶντες Χριστέ, τοῖς Μαθηταῖς σου, ὃν τρόπον κατείδετε, Χριστὸν ἀνερχόμενον, σαρκὶ ἐλεύσεται, δίκαιος πάντων κριτής.

ὁ β’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

ς εἶδόν σε Σωτὴρ ἡμῶν, δυνάμεις αἱ οὐράνιαι, εἰς ὕψος αἰρόμενον σύσσωμον, ἐκραύγαζον λέγουσαι, μεγάλη Δέσποτα ἡ φιλανθρωπία σου.

ὁ α’ χορός

 Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Βάτον σε ἀκατάφλεκτον, καὶ ὄρος καὶ κλίμακα ἔμψυχον, καὶ πύλην οὐράνιον, ἀξίως δοξάζομεν, Μαρία ἔνδοξε, ὀρθοδόξων καύχημα.

 

 

Τοῦ Προδρόμου

ὁ β’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

λσθητ μοι Σωτρ

λήθεια ἐκ τῆς γῆς, ἡ κεφαλὴ ἀνατείλασα, τοῦ Βαπτιστοῦ σου Χριστέ, τὸ ψεῦδος ἀπήλασεν, αἱρέσεων ἔλυσε, τὸν πικρὸν χειμῶνα, καὶ τὸν κόσμον κατεφώτισεν.

ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ντλήσατε φωτισμόν, καὶ χάριν Θεοῦ καὶ ἔλεος, καὶ κεφαλὴν καὶ ψυχήν, πιστῶς ἁγιάσθητε, Κεφαλῇ προσψαύοντες, τοῦ τῆς θείας Κάρας, ἁψαμένου ἐν τοῖς ὕδασι.

ὁ β’ χορὸς

Δξα Πατρὶ…

Τὰς κεφαλὰς τῶν ἐχθρῶν, ὑπὸ τοὺς πόδας συντρίβεσθαι, τοῦ Βασιλέως ἡμῶν, ἱκέτευε Πρόδρομε, πόθῳ τὴν τιμίαν σου κεφαλὴν τιμῶντος, τὴν Ἡρῴδην στηλιτεύσασαν.

ὁ α’ χορὸς

Καὶ νῦν… Θεοτοκον

Τοῖς ἐν τῷ ᾍδῃ τὸ φῶς, ἐκήρυξας ἐλευσόμενον, αἱμάτων παρθενικῶν, σάρκα περικείμενον, γενόμενον ἄνθρωπον, ἐπ’ εὐεργεσίᾳ τῶν ἀνθρώπων μκαρ Πρδρομε.


Συναπτ μικρ μεθ’ ν κφνησις

Σ γρ ε βασιλες…

Κοντκιον  χος πλ. β’

Τν πρ μν

φωτοφανὴς καὶ θεῖος ἐν κόσμῳ στῦλος, ὁ τοῦ νοητοῦ ἡλίου Πρόδρομος λύχνος, Κεφαλὴν τὴν φωσφόρον καὶ θείαν αὐτοῦ, ἀναδείξας ἐν τοῖς πέρασιν, ἁγιάζει τούς πιστῶς αὐτήν, προσκυνοῦντας καὶ κραυγάζοντας, Χριστοῦ σοφὲ Βαπτιστά, σσον πντας μς.

Οκος

πὸ γῆς, καθὼς πηγὴ τοῦ Παραδείσου, Κεφαλὴ θεοφιλὴς ἡ τοῦ Προδρόμου, ῥεῖθρα βλύζει χάριτος, καὶ θαυμάτων τὰ νάματα νέμει πᾶσι τοῖς χρῄζουσι. Προσέλθωμεν οὖν πάντες, καὶ ἀντλήσωμεν προθύμως ἐκ ταύτης τῶν ἰαμάτων τοὺς θείους κρουνούς, ἀρδεύει γὰρ ψυχὰς ἐν δωρεαῖς ἀενάοις, καὶ κατακλύζει σωμάτων πόνους, καὶ πᾶσαν νόσον εὐθέτως αἴρει, Ταύτην οὖν πόθῳ μέλψωμεν, καὶ πίστει ἀσπασώμεθα, σεμνῶς περιπτυσσόμενοι, καὶ ᾄσμασιν ὡς στέμμασι στέψωμεν ταύτην Πιστοί, Προκαθάρωμεν ἡμῶν κηλῖδας νοητάς, καὶ ἐνθέοις ἀρεταῖς κοσμήσωμεν ψυχάς, καὶ βοήσωμεν στεῤῥῶς, Χριστοῦ σοφὲ Βαπτιστά, σσον πντας μς. 

Συναξριον

Τ ΚΕ’ το ατο μηνς, Μνήμη τῆς τρίτης Εὑρέσεως τῆς τιμίας Κεφαλῆς τοῦ Ἁγίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.

Στχοι

  • ·       Φωνὴ βοῶντος γῆς μυχῷ κεκρυμμένη,
  • ·       Τῆς γῆς ῥαγείσης, πᾶσιν ἤχησε ξένως.
  • ·       Εἰκάδι δὲ Προδρόμοιο Κάρην εὗρον κατὰ πέμπτην.

Τ ατ μρᾳ ὁ ἅγιος μάρτυς Κελεστῖνος, σιδήρῳ τὰς πτέρνας τρυπηθείς, τελειοῦται.

Τ ατ μρᾳ ὅσιος Ἀλβιανὸς ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.


Καταβασαι

δ α’ . –  χος δ’

ὁ α’ χορός

Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.

Ἐῤῥητόρευσε τὸν θεόγραφον νόμον

Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,

Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος

Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν.

δ γ’

ὁ β’ χορὸς

ρρηξε γαστρὸς ἠτεκνωμένης πέδας,

Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,

Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι

Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,

Πρὸς τὸν δυνάστην,…

ὁ α’ χορός

…καὶ Θεὸν τῶν γνώσεων.

δ δ’

ὁ β’ χορὸς

ναξ ἀνάκτων, οἷος ἐξ οἵου μόνος,

Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.

Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,

Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,

ᾌδουσι΄ Δόξα τῷ κράτει σου, Κύριε.

δ ε’

ὁ α’ χορός

Λυτήριον κάθαρσιν ἀμπλακημάτων,

Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,

Ὢ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας,

Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,

Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις.

δ ς’

ὁ β’ χορὸς

λασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,

Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,

Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου,

Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,

Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα.

δ ζ’

ὁ α’ χορός

Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,

Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.

Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,

Σεβασμιάζει τοῦ βοᾷν, Τριὰς μόνη,

Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ.

δ η’

ὁ β’ χορὸς

Στχ. Ανομεν, ελογομεν, προσκυνομεν τν Κριον

Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα,

Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,

Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,

Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην,

Ἡ δημιουργηθεῖσα σμπασα κτσις.


Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ. α’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασα

 ὁ α’ χορός

Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος,

Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,

Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως,

Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον

Νοεῖν, ὅθεν σε συμφνως δοξζομεν.



Συναπτ μικρ μεθ’ ν κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ξαποστειλρια

Ἦχος β’

ὁ α’ χορὸς

Τος μαθητας συνλθωμεν

ν τῇ εὑρέσει Πρόδρομε, τῆς τιμίας σου Κάρας, βασιλεὺς ὁ φιλόχριστος, πλέον γάννυται ᾗπερ, τῇ ἑαυτοῦ πορφυρίδι, ὃν ἀμείβου ταῖς νίκαις, ἐξ ὕψους δυναμούμενον, καὶ ἡμᾶς φρούρει σκέπε, σοῦ ταῖς εὐχαῖς, Βαπτιστὰ πανεύφημε Ἰωάννη, φαιδρῶς πανηγυρίζοντας, καὶ τιμῶντάς σε πόθῳ.

ὁ β’ χορός

χος β’

Τῶν Μαθητῶν ὁρώντων σε ἀνελήφθης, Χριστὲ πρὸς τὸν Πατέρα συνεδριάζων, Ἄγγελοι προτρέχοντες ἐκραύγαζον΄ ᾌρατε πύλας ᾄρατε, ὁ Βασιλεὺς γὰρ ἀνῆλθε, πρς τν ρχφωτον δξαν.


AINOI

ὁ α’ χορός

Ἦχος πλ. α ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Χαροις σκητικν

Χαίροις ἡ ἱερὰ Κεφαλή, καὶ φωτοφόρος καὶ Ἀγγέλοις αἰδέσιμος, ἡ ξίφει τμηθεῖσα πάλαι, καὶ τμητικοῖς ἐλεγμοῖς, ἀσελγείας αἶσχος διακόψασα, πηγὴ ἡ τοῖς θαύμασι, τοὺς πιστοὺς καταρδεύουσα, ἡ τοῦ Σωτῆρος, τὴν σωτήριον ἔλευσιν, καταγγείλασα, καὶ τὴν πτῆσιν τοῦ Πνεύματος, πάλαι κατανοήσασα, πρὸς τοῦτον σκηνώσαντος, τῆς παλαιᾶς τε καὶ νέας, ἡ μεσιτεύσασα χάριτος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

 ὁ β’ χορός

Στχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Χαίροις ἡ ἱερὰ Κεφαλή…

ὁ α’ χορός

Στχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Σκεύει τοῦ Βαπτιστοῦ ἀργυρῷ ἐγκεκρυμμένη Κεφαλὴ πεφανέρωται, λαγόνων ἀναδοθεῖσα, ἐκ τῶν τῆς γῆς ἐμφανῶς, καὶ θαυμάτων ῥεῖθρα ἀναβλύζουσα, καὶ γὰρ ἐν τοῖς ὕδασι, κεφαλὴν ἐναπέλουσε, τοῦ ὑπερῷα, νῦν στεγάζοντος ὕδασι, καὶ ὀμβρίζοντος, τοῖς βροτοῖς θείαν ἄφεσιν. Ταύτην οὖν μακαρίσωμεν, τὴν ὄντως ἀοίδιμον, καὶ ἐν τῇ ταύτης εὑρέσει, περιχαρῶς ἑορτάσωμεν, Χριστὸν δυσωπούσης, τοῦ δωρήσασθαι τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Στχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Κάρα ἡ τὸν ἀμνὸν τοῦ Θεοῦ, ἀνακηρύξασα σαρκὶ φανερούμενον, καὶ πᾶσι τῆς μετανοίας, τὰς σωτηρίους ὁδούς, θείαις ὑποθήκαις βεβαιώσασα, ἡ πρὶν τοῦ Ἡρῴδου, παρανομίαν ἐλέγξασα, καὶ διὰ τοῦτο, ἐκτμηθεῖσα τοῦ σώματος, καὶ τὴν χρόνιον, ὑποστᾶσα κατάκρυψιν, ὥσπερ φωτοφανὴς ἡμῖν, ἀνέτειλεν ἥλιος, Μετανοεῖτε βοῶσα, καὶ τῷ Κυρίῳ προστίθεσθε, ψυχῆς κατανύξει, τῷ παρέχοντι τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ α’ χορὸς

Δξα Πατρί… χος πλ. α’

Τὴν πανσεβάσμιον Κάραν τοῦ Βαπτιστοῦ σου Κύριε, φανερωθεῖσαν σήμερον ἐκ γῆς, μετὰ φωνῆς αἰνέσεως, ἀρυσάμενοι πιστῶς, εἰς πρεσβείαν φιλάνθρωπε, οἱ ἐπταικότες δοῦλοί σου προσάγομεν, αἰτούμενοι δι’ αὐτῆς ἀπολαβεῖν, ἐν ἡμέρᾳ κρίσεως, παρὰ σοῦ τὸν ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

ὁ β’ χορός

Κα νν… χος δ’

νατολου

Φωτισθέντες ἀδελφοί, τῇ Ἀναστάσει τοῦ Σωτῆρος Χριστοῦ, καὶ φθάσαντες τὸ μέσον τῆς ἑορτῆς τῆς δεσποτικῆς, γνησίως φυλάξωμεν τὰς ἐντολὰς τοῦ Θεοῦ, ἵνα ἄξιοι γενώμεθα, καὶ τὴν Ἀνάληψιν ἑορτάσαι, καὶ τῆς παρουσίας τυχεῖν τοῦ ἁγίου Πνεύματος.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.α’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • ·        Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκίᾳ.

ὁ β’ χορός

  • ·        μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • ·        Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • ·        Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • ·        Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • ·        τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • ·        Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • ·        Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • ·        Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • ·        Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • ·        τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • ·        Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

                     Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

       Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

      Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς τὸ παρόν Τροπάριον

ὁ β’ χορός

πολυτκιον  χος δ’

Ταχ προκατλαβε  

ς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῆ, Χριστὸς ἀπεκάλυψε, τὴν Κεφαλήν σου ἡμῖν, Προφῆτα καὶ Πρόδρομε, πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτῃ εὑρέσει, ᾄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σῴζοντα ἡμᾶς κ φθορς τας κεσαις σου.


ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ντφωνον α’

χος β’

α’ χορός

Στχ. α’ Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στχ. β’ τι Κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

α’ χορός

Στχ. γ’ πέταξας λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δξα Πατρὶ… Κα νν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ντφωνον β’

ατς

Στίχ. α’. Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ’ ἡμῶν εἰς τοὺς οὐρανούς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορὸς

Στίχ. β’. Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ…

ὁ β’ χορὸς

Στίχ. γ’. τι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν, ἤλθοσαν ἐπὶ τὸ αὐτό.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ…

α’ χορός

Δξα Πατρί…

ὁ β’ χορός

Κα νν…

Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ντφωνον γ’

χος δ’

α’ χορός

Στχ. α’  κούσατε ταῦτα πάντα τὰ ἔθνη.

νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.

ὁ β’ χορός

Στχ. β’  Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

νελήφθης ἐν δόξῃ…

α’ χορός

Στχ. γ’  Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου.

νελήφθης ἐν δόξῃ…

Εσοδικν

ὁ α’ χορός

 (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

νέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ Κύριος ἐν φωνῇ σάλπιγγος. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ’ ἡμῶν εἰς τοὺς οὐρανούς,…

 ὁ β’ χορὸς

ψάλλοντάς σοι, Ἀλληλούϊα.

Ετα

ὁ α’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἀπολυτίκιον 

 χος δ’   

νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.

ὁ β’ χορός

 χος δ’  Ταχ προκατλαβε  

ς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῆ, Χριστὸς ἀπεκάλυψε, τὴν Κεφαλήν σου ἡμῖν, Προφῆτα καὶ Πρόδρομε, πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτῃ εὑρέσει, ᾄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σῴζοντα ἡμᾶς ἐκ φθορᾶς ταῖς ἱκεσίαις σου.

  αχορὸς 

τὸ ἀπολυτίκιον τοῦ Ναοῦ

ὁ β’ χορός

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον Ατμελονχος πλ. β’

Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε, Ἐγὼ εἰμι μεθ’ ὑμῶν, κα οδες καθ’ μν.


Τρισάγιον


πστολος  τοῦ Προδρόμου· (Β´ Κορ. δ´ 6-15)

Προκείμενον·

Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.

Στίχ. Εἰσάκουσον ὁ Θεός τῆς φωνῆς μου.

Πρὸς Κορινθίους Β’ Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

δελφοί, ὁ Θεὸς ὁ εἰπών͵ ἐκ σκότους φῶς λάμψαι͵ ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν͵ ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι ἀλλ΄ οὐ στενοχωρούμενοι͵ ἀπορούμενοι ἀλλ΄ οὐκ ἐξαπορούμενοι͵ διωκόμενοι ἀλλ΄ οὐκ ἐγκαταλειπόμενοι͵ καταβαλλόμενοι ἀλλ΄ οὐκ ἀπολλύμενοι͵ πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες͵ ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν͵ ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται͵ ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως͵ κατὰ τὸ γεγραμμένον͵ Ἐπίστευσα͵ διὸ ἐλάλησα͵ καὶ ἡμεῖς πιστεύομεν͵ διὸ καὶ λαλοῦμεν͵ εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα δι΄ ὑμᾶς͵ ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.

ὁ β’ χορός

λληλούϊα.(γ’) Ἦχος δ΄

Δίκαιος ὡς φοίνιξ ἀνθήσει.

Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.


Εαγγλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον.

Τῷ καιρῷ ἐκείνῳ, ἀκούσας ὁ ᾽Ιωάννης ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ πέμψας διὰ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ, Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; καὶ ἀποκριθεὶς ὁ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε ᾽Ιωάννῃ ἃ ἀκούετε καὶ βλέπετε·τυφλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν, καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται· καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Τούτων δὲ πορευομένων ἤρξατο ὁ ᾽Ιησοῦς λέγειν τοῖς ὄχλοις περὶ ᾽Ιωάννου, Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. Ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. Οὗτός ἐστιν περὶ οὗ γέγραπται, ᾽Ιδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων ᾽Ιωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. Ἀπὸ δὲ τῶν ἡμερῶν ᾽Ιωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως ᾽Ιωάννου ἐπροφήτευσαν·καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν ᾽Ηλίας ὁ μέλλων ἔρχεσθαι. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

αχορὸς

Δόξα Σοι, Κύριε, δόξα Σοι.


Καὶ καθεξῆς Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου


Ες τ, ξαιρτως

αχορὸς

Ἦχος β’(ἀρχαία τάξις)

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.


Κοινωνικν  

ὁ β’ χορός

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. λληλούϊα.

ντ το «Εἴδομεν τὸ φῶς…»

ὁ α’ χορὸς

Ἀπολυτίκιον 

 χος δ’   

νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, λυτρωτς το κσμου.

ὁ β’ χορός

ἦχος πλ. α΄

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

 

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).

πόλυσις  


25 ΜΑΪ12 ΕΟΡΤΗ ΤΗΣ Γ΄ΕΥΡΕΣΕΩΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s