ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΗΣ ΕΟΡΤΗΣ ΤΩΝ ΑΓΙΩΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΚΑΙ ΕΛΕΝΗΣ

21 ΜΑΪΟΥ 2012

Μνήμη τῶν Ἁγίων ἐνδόξων, θεοστέπτων, καὶ ἰσαποστόλων,
μεγάλων Βασιλέων, Κωνσταντίνου καὶ Ἑλένης.


 

Μετά τό· «Εὐλογητὸς ὁ Θεός…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

Μετὰ δὲ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

ὁ α’ χορὸς

χος δ’

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ. α’. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ..

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ΑΠΟΛΥΤΙΚΙΑ

ὁ α’ χορός

Ἦχος πλ. α’

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

 

ὁ β’ χορὸς

Δξα Πατρί… Ἦχος δ’

Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν, Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο, ἣν περίσωζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.

ὁ α’ χορός

Καὶ νῦν…Θεοτοκίον.

δι’ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ· ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῷσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.


Συναπτ μικρ μεθ’ ν κφνησις

τι σν τ κρτος…

Μετὰ τὴν α´ Στιχολογίαν.

ΚΑΘΙΣΜΑΤΑ

ὁ α’ χορός

Κάθισμα  Ἦχος γ’. Θείας πίστεως

Νέος γέγονας, Δαυΐδ τοῖς τρόποις, γέρας ἄνωθεν, εἰσδεδεγμένος, τῆς βασιλείας τῇ κορυφῇ σου τὸ ἔλαιον, σὲ γὰρ τῷ Πνεύματι ἔχρισεν ἔνδοξε. Ὁ ὑπερούσιος Λόγος καὶ Κύριος, ὅθεν ἔλαβες, καὶ σκῆπτρον Σοφὲ βασίλειον, αἰτούμενος ἡμῖν τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς

Δξα Πατρὶ…Καὶ νῦν…τῆς Ἑορτῆς

Ἦχος πλ. α’ Τὸν Συνάναρχον Λόγον

Πρὸ τοῦ Σταυροῦ σου οἰκτίρμον καὶ τῆς Ἐγέρσεως, παριόντι σοι πηρὸς ἀπὸ γεννήσεως, ἀνεβόα σοι θερμῶς· Υἱὲ Δαυῒδ ἐλέησον, δός μοι τὸ φῶς ὀφθαλμῶν, ἵνα βλέψω σε κἀγώ, οὗ τὰς κόρας ἐπιχρίσας, πηλὸν ἐκ πτύσματος Λόγε, αὐτῷ τὸ φῶς λαμπρῶς ἐχορήγησας.

Μετὰ τὴν β´ Στιχολογίαν.

ὁ α’ χορός

Κάθισμα  Ἦχος πλ. β’. Σήμερον τὸ προφητικόν.

λκόμενος ἐπὶ σταυροῦ, ὁ Ποιητὴς τοῦ ἡλίου καὶ κτίσεως, σὲ ὡς ἀστέρα φαεινόν, ἐξ οὐρανοῦ δι’ ἀστέρων ἐφειλκύσατο, ᾧ καὶ κράτος πρῶτος τὸ βασίλειον ἐπέθηκε, διό σε ἀνευφημοῦμεν, Κωνσταντῖνε Βασιλεῦ εὐσεβέστατε, σὺν Ἑλένῃ μητρὶ τῇ  θεόφρονι.

ὁ β’ χορὸς

Δόξα Πατρί…Καὶ νῦν…

 Ἦχος πλ. α’ Τὸν Συνάναρχον Λόγον

ναβλέψας ὁρᾶται τυφλὸς τῷ πτύσματι  τοῦ τὴν βροτῶν διαρτίαν πρὶν πλαστουργήσαντος,  μὴ ὁρῶν ἐκ γενετῆς τὸν μέγαν ἥλιον·  ὅθεν καὶ χάριτας Θεῷ ἀναπέμπει ἐκ ψυχῆς  τὴν τούτου ἰδὼν εἰκόνα   καθ’ ὁμοίωσιν πεπλασμένην  τοῦ τὴν εἰκόνα πλαστουργήσαντος.

ὁ α’χορὸς

Μετὰ τὸν Πολυέλεον

Κάθισμα  Ἦχος δ’. Ταχὺ προκατάλαβε

εὔσημος μνήμη σου, ἐπιφανεῖσα ἡμῖν, αὐγάζει τὰ πέρατα, θεογνωσίας φωτί, Κωνσταντῖνε θεόπνευστε, σὺ γὰρ ἐν Βασιλεῦσιν εὐσεβὴς ἀνεδείχθης, νόμους ἐπουρανίου, Βασιλέως τηρήσας, διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, ῥῦσαι ἡμᾶς πειρασμῶν.

ὁ β’χορὸς

Δξα Πατρί… Καὶ νῦν… Κθισμα τῆς Ἑορτῆς

Ἦχος πλ. α’ Τὸν Συνάναρχον Λόγον

Τῷ Πατρὶ καὶ τῷ Πνεύματι ὁ συνάναρχος, ὁ τὸ φῶς ὡς χιτῶνα περιβαλλόμενος,  φιλανθρώπως τὴν ἡμῶν φύσιν ἐν­δέδυται  καὶ τὰς νόσους τῶν βροτῶν ἀπελαύνων ὡς Θεὸς ἐ­φώ­τισε καὶ τὰς κόρας  τοῦ ἐκ νηδύος μητρῴας ἐστε­ρημένου φω­τός.

Τό α´ Ἀντίφωνον τοῦ δ´ ἤχου

ὁ α’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρὶ…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

ὁ α’ χορός

Προκεμενον  χος δ’

ψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαυΐδ τὸν δοῦλον μου ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.

ὁ β’ χορός

ψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαυΐδ τὸν δοῦλον μου ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.

ὁ α’ χορός

Στίχ. Διὰ τοῦτο ἔχρισέ σε, ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρά τούς μετόχους σου.

ψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαυΐδ τὸν δοῦλον μου ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.


Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου

Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

Ἱερεὺς: τι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

μήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ’).

Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Ἱερεὺς: Εἰρήνη πᾶσι.

ὁ β’ Χορὸς

Καὶ τῷ Πνεύματί σου.

Ἱερεὺς: κ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

Διάκονος: Πρόσχωμεν.

ὁ α΄ χορὸς

Δόξα Σοι Κύριε, δόξα Σοι.

Ἐκ τοῦ κατὰ Ἰωάννην. (᾽Ιω. ι´ 9-16),

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει- καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει -ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά, καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

ὁ α’χορς

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Ν Ψαλμὸς χύμα

ὁ α’ χορὸς

Δόξα Πατρί… Ἦχος β’

Ταῖς Θεοστέπτων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Πεντηκοστάριον  Ἦχος ὁ αὐτὸς  Βύζαντος

Τοῦ εὐσεβοῦς Κωνσταντίνου ἡ μνήμη, ὡς μύρον ἐκκενούμενον σήμερον ἀνέτειλε, Χριστὸν γὰρ ποθήσας, εἰδώλων κατεφρόνησε, ναὸν ἐγείρας ἐπὶ γῆς, τῷ σταυρωθέντι δι’ ἡμᾶς, ἐν οὐρανοῖς δὲ ἀπέλαβε, τὸν τῆς ἐλπίδος στέφανον.


Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

 

Κανὼν τοῦ Τυφλοῦ

Ἐχων ἀκροστιχίδα ἐν τῇ θ’ ᾨδῇ.

Ἰ ω σ ή φ.

Ποίημα Ἰωσὴφ τοῦ Θεσσαλονίκης.

 

ᾨδὴ α’ Ἦχος πλ. α’ Ὁ Εἱρμὸς

 ὁ α’ χορός

Γῆν ἐφ’ ἣν οὐκ ἔλαμψεν, οὐκ εἶδεν ἥλιος ποτέ, ἄβυσσον, ἣν οὐχ ἑώρακε γυμνήν, τὸ κύτος οὐρανοῦ, Ἰσραὴλ διώδευσεν ἀβρόχως, Κύριε, καὶ εἰσήγαγες αὐτόν εἰς ὄρος ἁγιάσματός σου, ᾄδοντα, ψάλλοντα, ἐπινίκιον ᾠδήν.

 ὁ β’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Σταύρωσιν ἑκούσιον, καταδεξάμενος σαρκί, ἐπήγασας εὐλογίαν, καὶ ζωὴν τῷ κόσμῳ Δέσποτα, μόνε παντευλόγητε, καὶ τοῦ παντὸς δημιουργέ· ὅθεν εὐλογοῦμέν σε, ὑμνοῦμεν καὶ δοξάζομεν, ᾄδοντες, ψάλλοντες, ἐπινίκιον ᾠδήν.

 ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Λάκκῳ κατωτάτῳ σε, νεκρὸν γενόμενον Χριστέ, ἔθετο ὁ εὐσχήμων Ἰωσήφ, καὶ προσεκύλισε λίθον τῇ θύρᾳ τοῦ μνήματος, μακρόθυμε· ἀλλ’ ἀνέστης ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, ᾄδοντα, ψάλλοντα, ἐπινίκιον ᾠδήν.

  ὁ β’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Μύρα τί κομίζετε, μετὰ δακρύων ὑμεῖς; ἔλεγε ταῖς τιμίαις Γυναιξίν, ὁ Ἄγγελος φανείς. Ὁ Χριστὸς ἐγήγερται, δραμοῦσαι εἴπατε, τοῖς θεόπταις Μαθηταῖς, πενθοῦσί τε καὶ κλαίουσιν, ὅπως σκιρτήσωσι, καὶ χορεύσωσι φαιδρῶς.

ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Θαύματα παράδοξα, ἐπιτελῶν ὁ λυτρωτής, ἰάσατο καὶ Τυφλὸν ἐκ γενετῆς, πηλὸν ἐπιχρίσας, καὶ εἰπών· Πορεύθητι καὶ νίψαι ἐν τῷ Σιλωάμ, ὅπως γνώσῃ με Θεόν, ἐπὶ γῆς βαδίζοντα, σάρκα φορέσαντα, διὰ σπλάγχνα οἰκτιρμῶν.

ὁ β’χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Μήτραν ἀπειρόγαμον, τὴν σὴν κατῴκησεν Ἁγνή, Κύριος διὰ σπλάγχνα οἰκτιρμῶν, σῶσαι βουλόμενος, τὸν φθαρέντα ἄνθρωπον, ταῖς μεθοδείαις τοῦ ἐχθροῦ· αὐτόν οὖν ἱκέτευε, τὴν πόλιν ταύτην σῴζεσθαι, πάσης ἁλώσεως, καὶ ἐχθρῶν ἐπιδρομῆς.

 

Κανὼν τῶν Ἁγίων

Ἦχος πλ. δ’

ὁ α’ χορὸς 

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὑγρὰν διοδεύσας

Μόνε ἐπουράνιε Βασιλεῦ, τῆς βασιλευούσης, ἁμαρτίας νῦν ἐπ’ ἐμοί, τῶν σῶν θεραπόντων ἱκεσίαις, τὴν ταπεινήν μου ψυχὴν ἐλευθέρωσον.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῆς ἄνω γενόμενος ἐραστής, μάκαρ Κωνσταντῖνε, βασιλείας τῷ Βασιλεῖ, πάντων καὶ Δεσπότῃ διανοίᾳ, καθαρωτάτῃ πιστεύσας ἐλάτρευσας.

ὁ α’ χορὸς 

Δόξα Πατρί…

Φωτὶ ἐλλαμφθεῖσα θεαρχικῷ, σκότος ἀγνωσίας καταλέλοιπας ἀληθῶς, θεόφρον Ἑλένη καὶ γνησίως, τῷ Βασιλεῖ τῶν αἰώνων ἐδούλευσας.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκίον

πύλη τῆς θείας ἀνατολῆς, ἄνοιξόν μοι πύλας, μετανοίας καὶ ἐκ πυλῶν, τῆς θανατηφόρου ἁμαρτίας, τῇ μεσιτείᾳ σου ῥῦσαί με Δέσποινα.

 

Τοῦ Τυφλοῦ

δ γ’  ερμς

ὁ α’ χορός

 Σαλευομένην τὴν καρδίαν μου, Κύριε, τοῖς, κύμασι, τοῦ βίου στερέωσον, εἰς λιμένα εὔδιον καθοδηγῶν, ὡς Θεός.

ὁ β’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Σαλευομένων τὰς καρδίας ἐστήριξας, τὴν γῆν πᾶσαν σαλεύσας μακρόθυμε, τῇ σεπτῇ Σταυρώσει σου, ἣν καθυπέστης σαρκί.

 ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Καινῷ μνημείῳ, Ἰωσήφ τε κατέθετο, οἰκτίρμον ὁ εὐσχήμων, ἀνέστης δὲ ἐκ νεκρῶν τριήμερος, καινοποιήσας ἡμᾶς.

 ὁ β’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Τί ὡς νεκρὸν ἐπιζητεῖτε τὸν Κύριον; ἀνέστη καθὼς εἶπεν, ὁ Ἄγγελος γυναιξὶν ἐφθέγγετο, ἀστράπτων θείᾳ μορφῇ.

 ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Τυφλόν ποτε ἐκ γενετῆς, προσελθόντα σοι ἰάσω, πανοικτίρμον, δοξάζοντα τὴν οἰκονομίαν σου, καὶ τὰ θαυμάσια.

ὁ β’χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Παρθενικῆς ἀπὸ γαστρὸς ἀπεκύησας, Θεὸν σεσαρκωμένον, ὃν αἴτησαι, Παναγία Δέσποινα, κατοικτειρῆσαι ἡμᾶς.

Τῶν Ἁγίων

ὁ α’ χορὸς 

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

 Οὐρανίας ἁψῖδος 

μοιβῶν οὐρανίων, ἐπιτυχεῖν ἔσπευσας, ὅθεν τῷ καλοῦντι θεόφρον ἐπηκολούθησας, καὶ σκότος ἔλιπες, πατροπαράδοτον πλάνην, καὶ φωστὴρ ἐν Πνεύματι θείῳ γεγένησαι.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τῷ Χριστῷ κολληθεῖσα, καὶ ἐπ’ αὐτῷ Πάνσεμνε, ἅπασαν θεμένη ἐλπίδα τοὺς ἱεροὺς αὐτοῦ, τόπους κατέλαβες, ἐν οἷς τὰ ἄχραντα Πάθη, σαρκωθεὶς ὑπέμεινεν, ὁ ὑπεράγαθος.

ὁ α’ χορὸς 

Δόξα Πατρί…

Τὸ σωτήριον ὅπλον, τὸ ἀῤῥαγὲς τρόπαιον, τῶν Χριστιανῶν τὴν ἐλπίδα, Σταυρὸν τὸν τίμιον, φθόνῳ κρυπτόμενον, σὺ ἐφανέρωσας θείῳ φλεγομένη ἔρωτι θεομακάριστε.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκίον

ερὰς πολιτείας, ἀποπεσὼν Ἄχραντε, παρασυνεβλήθην τοῖς κτήνεσι, καὶ κατάκριτος, ὅλος γεγένημαι, ἡ τὸν Κριτὴν τετοκυῗα, πάσης κατακρίσεως ῥῦσαι καὶ σῶσόν με.


Συναπτ μικρ μεθ’ ν κφνησις

τι σ ε Θες μν…

ὁ α’ χορός

Κοντάκιον  Ἦχος δ’ – Ἐπεφάνης σήμερον

Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος, σοὶ Χριστὲ προσέρχομαι, ὡς ὁ Τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων σοι, Σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.

 

ὁ β’χορὸς

Κάθισμα  Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον

Τὰς αἰσθήσεις ἐκτείνας πρὸς οὐρανόν, καὶ τῶν ἄστρων μανθάνων τὴν καλλονήν, ἐκ τούτων μεμύησαι, τῶν ἁπάντων τὸν Κύριον, τοῦ Σταυροῦ δὲ τὸ ὅπλον, ἐν μέσῳ ἀνέλαμψε, διαγράφον ἐν τούτῳ, νικᾶν καὶ κρατύνεσθαι, ὅθεν τῆς ψυχῆς σου, ἐπανοίξας τὸ ὄμμα, τὸ γράμμα ἀνέγνωκας, καὶ τὸν τρόπον μεμάθηκας, Κωνσταντῖνε πανσέβαστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορός

Δόξα Πατρὶ… Καὶ νῦν…τῆς Ἑορτῆς Ἦχος πλ. δ’

Τὴν Σοφίαν καὶ Λόγον

τῶν ὅλων δεσπότης καὶ ποιητὴς  παρερχόμενος εὗρεν ἐν τῇ ὁδῷ  τυφλὸν καθεζόμενον θρηνῳδοῦντα καὶ λέγοντα·  οὐ κατεῖδον ἐν βίῳ τὸν ἥλιον λάμποντα  οὐδὲ τὴν σελήνην τὸ φέγγος αὐγάζουσαν·  ὅθεν ἐκβοῶ σοι· ὁ τεχθεὶς ἐκ παρ­θέ­νου  φωτίσαι τὰ σύμπαντα, φώτισόν με ὡς εὔσπλαγ­χνος,  ἵνα κράζω προσπίπτων σοι·  Δέσποτα Χριστὲ ὁ Θεός, τῶν πται­σμάτων ἄφεσίν μοι δώρησαι  διὰ πλῆθος ἐλέους, μόνε φιλάνθρωπε.

Τοῦ Τυφλοῦ

δ δ’ 

ὁ β’χορὸς

Ὁ Εἱρμὸς

κήκοα Κύριε, τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὴν οἰκονομίαν σου, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε.

 ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Τεθνῄξαντα ξύλῳ με, τεθεὶς ἐν ξύλῳ, ζωὴ ὑπάρχων, ἀνεζώωσας διὰ μέγα ἔλεος· διὰ τοῦτο Λόγε δοξάζω σε.

ὁ β’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Τοῖς Μύσταις σου Κύριε, συναυλιζόμενος παραδόξως, τούτοις ἔλεγες· Ἄπιτε, κηρύξατε, πανταχοῦ τὴν ἐμὴν Ἀνάστασιν.

 ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Πιστούμενος Κύριε, τὴν Ἐγερσίν σου τὴν ἐκ τοῦ τάφου, τοῖς φιλοῦσί σε Χριστέ, ἐν ἡμέραις πλείοσι, συνηυλίζου χαροποιῶν αὐτούς.

ὁ β’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

μμάτωσας Κύριε, Τυφλὸν ἐκ μήτρας γεγεννημένον, εἰπών· ἄπελθε, νίψαι καὶ ἀνάβλεψον, τὴν ἐμὴν δοξάζων Θεότητα.

ὁ α’ χορός

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Τὸν τόκον σου Ἄχραντε, τὸν ὑπὲρ φύσιν δοξολογοῦμεν, μακαρίζοντες πίστει σε πανάμωμε, ὡς Θεοῦ τῶν ὅλων λοχεύτριαν.

Τῶν Ἁγίων

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Εἰσακήκοα Κύριε

Οὐρανόθεν ὡς Παῦλόν σε, πάλαι σαγηνεύει Χριστὸς ὁ Κύριος, Κωνσταντῖνε ἐκδιδάσκων σε, βασιλέα τοῦτον μόνον σέβεσθαι.

ὁ α’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

περλάμπρῳ σημείῳ σε, Μάκαρ δι’ ἀστέρων Χριστὸς ὁ ἥλιος, καταυγάζει καὶ φωστῆρά σε, τῶν ἐσκοτισμένων ἀναδείκνυσι.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Καὶ τοῖς τρόποις φιλόθεος, καὶ ταῖς θείαις πράξεσιν ἀξιάγαστος, Μακαρία ἐχρημάτισας, διὰ τοῦτο πίστει σε δοξάζομεν.

ὁ α’ χορὸς 

Κα νν… Θεοτοκίον

Τὴν ψυχήν μου καταύγασον, τὴν ἐσκοτισμένην τοῖς πλημμελήμασιν, ἡ τὸν ἥλιον κυήσασα,…

ὁ β’ χορὸς

τῆς δικαιοσύνης Ἀειπάρθενε.

Τοῦ Τυφλοῦ

δ ε’ 

ὁ α’ χορός

ερμς

Τὴν τάλαιναν ψυχήν μου, νυκτομαχοῦσαν τῷ σκότει τῶν παθῶν, προφθάσας οἴκτειρον, καὶ λάμψον νοητὲ Ἥλιε, ἡμεροφαεῖς ἀκτῖνας, ἐν ἐμοί, τοῦ διαυγάσαι τὴν νύκτα εἰς φῶς.

 ὁ β’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

ψώθης ἐπὶ ξύλου, καὶ συνανύψωσας πάντας τοὺς βροτούς, καὶ τὸν πολέμιον οἰκτίρμον, ὄφιν ἐθανάτωσας, καὶ ἐζώωσας τὸ πλάσμα τῶν χειρῶν τῶν σῶν, ὡς μόνος Θεός τοῦ παντός.

 ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

τέθης ἐν μνημείῳ, ὁ ἑκουσίως γενόμενος νεκρός, καὶ τὰ βασίλεια τοῦ ᾍδου, Βασιλεῦ ἀθάνατε, ἅπαντα ἐκένωσας, νεκροὺς τῇ Ἀναστάσει ἐγείρας τῇ σῇ.

 ὁ β’χορὸς

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Θαυμάσια μεγάλα, ἐκτελῶν Λόγε ἐπὶ γῆς, λαός σε ἀπέκτεινεν ἀνόμων· ἀλλ’ αὐτὸς Κύριε, μόνος δυνατὸς ὑπάρχων, ἐκ νεκρῶν καθὼς προεῖπας, ἀνέστης Χριστέ.

ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν,δόξα Σοι.

Τὰ ὄμματα ἀνοίξας, τοῦ μὴ ἰδόντος τὸ φῶς τὸ αἰσθητόν, ψυχῆς ἐφώτισας τὰς κόρας, καὶ δοξάζειν ἔπεισας, τοῦτον ἐπιγνόντα σε ποιητήν, δι’ εὐσπλαγχνίαν ὀφθέντα βροτόν.

ὁ β’χορὸς

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Πῶς τέτοκας μὴ γνοῦσα, Παρθενομῆτορ ἁγνή, πεῖραν ἀνδρὸς θεοχαρίτωτε; Πῶς τρέφεις τὸν τὴν κτίσιν τρέφοντα; μόνος ὡς ἐπίσταται αὐτός, ὁ τοῦ παντὸς ποιητής καὶ Θεός.

Τῶν Ἁγίων

ὁ α’ χορὸς 

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ὀρθρίζοντες, βοῶμέν σοι

ρθρίσας πρὸς τὸν ἄδυτον Ἥλιον, καὶ Δεσπότην, Βασιλεῦ θεόσοφε, φωτὸς ἀνάπλεως γέγονας.

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

γάπην καὶ τελείαν συμπάθειαν, ὡς πορφύραν, φοροῦσα κατῴκησας, νῦν εἰς τὰ ἄνω βασίλεια.

ὁ α’ χορὸς 

Δόξα Πατρί…

Συνήφθης ἀσωμάτων Ἑλένη χοροστασίαις, Θεὸν θεραπεύσασα, ταῖς ἐναρέτοις σου πράξεσι.

ὁ β’ χορὸς

Κα νν… Θεοτοκίον

Παρθένε τὴν ψυχήν μου καθάρισον μολυνθεῖσαν, ἡδοναῖς τοῦ σώματος,…

ὁ α’ χορὸς  

τῇ ἐπηρείᾳ τοῦ ὄφεως.

 

Τοῦ Τυφλοῦ

δ ς’  ερμς

ὁ β’χορὸς

 ς τὸν Προφήτην τοῦ θηρός, ἐρρύσω Κύριε, κἀμὲ τοῦ βυθοῦ τῶν ἀκαθέκτων παθῶν, ἀνάγαγε δέομαι, ἵνα προσθήσω τοῦ ἐπιβλέψαι με, πρὸς ναὸν τὸν ἅγιόν σου.

 ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

σταυρωθεὶς μετὰ λῃστῶν, ἐρρύσω Δέσποτα, λῃστῶν πονηρῶν, καὶ ψυχοφθόρων παθῶν, φιλάνθρωπε Κύριε πάντας τοὺς ὑμνοῦντάς σου τὴν Σταύρωσιν, καὶ τὴν Ἔγερσιν συμφώνως.

 ὁ β’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

θεντο ἄπνουν σε νεκρόν, Χριστὲ ἐν μνήματι, τὸν πᾶσι νεκροῖς ἐμπνέοντα τὴν ζωήν· ἀνέστης δὲ Κύριε, πάντα κενώσας Λόγε τὰ μνήματα, θεϊκῇ σου δυναστείᾳ.

 ὁ α’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Μετὰ τὴν Ἔγερσιν Χριστέ, τοῖς φίλοις ἔλεγες· Καθίσατε δὴ ἐν τῇ Ἱερουσαλήμ, ἕως ἂν ἐνδύσησθε, σθένος ἐξ ὕψους ἀήττητον, καὶ βεβαίαν συμμαχίαν.

 ὁ β’ χορός

Στίχ.  Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι.

Πηλὸν ποιήσας ὀφθαλμούς, Τυφλοῦ ἐπέχρισας, τοῦ ἐκ γενετῆς, καὶ ἐχαρίσω αὐτῷ τὸ βλέπειν, ὑμνοῦντί σου Λόγε, τὴν ἄχραντον δύναμιν, δι’ ἧς ἔσωσας τὸν κόσμον.

ὁ α’ χορός

Στίχ. περαγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκον

Τὰ μεγαλεῖά σου Ἁγνή, τίς διηγήσεται; Θεὸν γὰρ ἐν σαρκί, ἔτεκες ὑπερφυῶς, κόσμον διὰ σοῦ ῥυόμενον, Παρθένε πανάμωμε, ἀπὸ πάσης ἁμαρτίας.

Τῶν Ἁγίων

ὁ β’ χορὸς

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Τὴν δέησιν ἐκχεῶ

Συνήθροισας θεοφόρων Πατέρων, τὸν μακάριον χορὸν παραδόξως, καὶ δι’ αὐτῶν, Κωνσταντῖνε τὰς πάντων, κυμαινομένας καρδίας ἐστήριξας, ὁμότιμον δοξολογεῖν, τῷ τεκόντι τὸν Λόγον καὶ σύνθρονον.

ὁ α’ χορὸς 

Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Πιστεύσασα ἐπὶ Κύριον ζῶντα, τὸν τὸ εἶναι παρεχόμενον πᾶσι, τῶν βδελυκτῶν, καὶ ματαίων εἰδώλων νεκροποιὰ ἀπεβάλου θρησκεύματα καὶ εἴληφας περιχαρῶς, βασιλείαν Ἑλένη οὐράνιον.

ὁ β’ χορὸς

Δόξα Πατρί…

Παλάμῃ σου κυβερνώμενοι Λόγε, ἀγνωσίας τὸ βαθύτατον σκότος, καὶ τῆς δεινῆς ἀθεΐας τὸν σάλον, οἱ διά σοῦ βασιλεύοντες ἔλιπον, καὶ ἤχθησαν πρὸς γαληνούς, εὐσεβείας λιμένας γηθόμενοι.

ὁ α’ χορὸς 

Κα ννΘεοτοκίον

άτρευσον ἀνιάτως νοσοῦσαν, καὶ τῷ δήγματι δεινῶς πληγωθεῖσαν, τοῦ πονηροῦ, τὴν καρδίαν μου Κόρη, καὶ τῆς ἐν σοὶ θεραπείας ἀξίωσον, καὶ σῶσον με τὸν ἐπὶ σοί, πεποιθότα πρεσβείαις σου ἄχραντε.


Συναπτ μικρ μεθ’ ν κφνησις

Σ γρ ε βασιλες…

Κοντάκιον  Ἦχος γ’

Ἡ Παρθένος σήμερον

Κωνσταντῖνος σήμερον, σὺν τῇ μητρὶ τῇ Ἑλένῃ, τὸν Σταυρὸν ἐμφαίνουσι, τὸ πανσεβάσμιον ξύλον, πάντων μὲν τῶν Ἰουδαίων αἰσχύνην ὄντα, ὅπλον δὲ πιστῶν, Ἀνάκτων κατ’ ἐναντίων, δι’ ἡμᾶς γὰρ ἀνεδείχθη, σημεῖον μέγα, καὶ ἐν πολέμοις φρικτόν.

Ὁ Οἶκος

Κωνσταντῖνον πιστοὶ σὺν τῇ μητρὶ τιμήσωμεν, τοῦ Προφήτου γὰρ αὐτοὶ λόγους ἀκροασάμενοι, ἐν κέδρῳ καὶ πεύκῃ καὶ κυπαρίσσῳ, τὸν τρισύνθετον Σταυρὸν κατενόησαν, δι’ οὗ τὸ σωτήριον πάθος ἐξηκολούθησε, καὶ πάντας παρέστησαν τοὺς Ἰουδαίους παρασκευάζεσθαι, δεῖξαι τοῖς λαοῖς μέγα δικαίωμα, τὸ κεκρυμμένον διὰ τὸν φθόνον, καὶ βασκανίαν τὴν αὐτῶν, καὶ τοῦτο εὑρόντες ἀνέδειξαν αὐτοί΄ διὰ τοῦτο τοῖς πᾶσι νικηφόροι ἀνεδείχθησαν, ὅπλον φέροντες ἀπροσμάχητον, σημεῖον μέγα, καὶ ἐν πολέμοις φρικτόν.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΚΑ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων, θεοστέπτων, καὶ ἰσαποστόλων, μεγάλων Βασιλέων, Κωνσταντίνου καὶ Ἑλένης.

Στίχοι

  •        Ὡς κοινὸν εἶχον γῆς Βασιλεῖς τὸ στέφος,
  •        Ἔχουσι κοινὸν καὶ τὸ τοῦ πόλου στέφος.
  •        Ξύνθανε μητέρι εἰκάδι πρώτῃ Κωνσταντῖνος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.


ΚΑΤΑΒΑΣΙΑΙ

ᾠδὴ α’

ὁ α΄ χορὸς

 Ἦχος πλ. α’

Τῷ Σωτῆρι Θεῷ, τῷ ἐν θαλάσσῃ λαόν, ποσὶν ἀβρόχοις ὁδηγήσαντι, καὶ Φαραὼ πανστρατιᾷ καταποντίσαντι, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται.

ᾠδὴ γ’

ὁ β’ χορὸς

Δυνάμει τοῦ Σταυροῦ σου Χριστέ, στερέωσόν μου τὴν διάνοιαν, εἰς τὸ ὑμνεῖν, καὶ δοξάζειν σου…

ὁ α΄ χορὸς

τὴν σωτήριον Ἀνάληψιν.

ᾠδὴ δ’

ὁ β’ χορὸς

Εἰσακήκοα τὴν ἀκοήν, τῆς δυναστείας τοῦ Σταυροῦ σου, ὡς Παράδεισος ἠνοίγη δι’ αὐτοῦ, καὶ ἐβόησα΄ Δόξα τῇ δυνάμει σου Κύριε.

ᾠδὴ ε’

ὁ α΄ χορὸς

ρθρίζοντες βοῶμέν σοι Κύριε΄ Σῶσον ἡμᾶς, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

ᾠδὴ ς’

ὁ β’ χορὸς

κύκλωσέ με ἄβυσσος, ταφή μοι τὸ κῆτος ἐγένετο, ἐγὼ δὲ ἐβόησα, πρὸς σὲ τὸν φιλάνθρωπον, καὶ ἔσωσέ με ἡ δεξιά σου Κύριε.

ᾠδή ζ’

ὁ α΄ χορὸς

ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σῴσας Παῖδας, εὐλογητὸς ὁ Θεός, ὁ  τῶν πατέρων ἡμῶν.

ᾠδὴ η’

ὁ β’ χορὸς 

Στίχ. Ανομεν, ελογομεν, προσκυνομεν τν Κριον

Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ’ ἐσχάτων τῶν χρόνων, σαρκωθέντα, ἐκ Παρθένου Μητρός, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.


Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος πλ. α’)

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

 

ὁ α’χορὸς

Καταβασα  

ᾠδὴ θ’  Ἦχος πλ. α’

Σὲ τὴν ὑπὲρ νοῦν, καὶ λόγον Μητέρα Θεοῦ, τὴν ἐν χρόνῳ τὸν ἄχρονον ἀφράστως κυήσασαν, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν.


Συναπτ μικρ μεθ’ ν κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ξαποστειλρια

χος β’

ὁ α’ χορὸς

Τοῦ Ἁγίου. Τοῖς Μαθηταῖς συνέλθωμεν

Οὐκ ἐξ ἀνθρώπων εἴληφε, τὸ βασίλειον κράτος, ἀλλ’ ἐκ τῆς θείας χάριτος, Κωνσταντῖνος ὁ μέγας, σὺν τῇ μητρὶ οὐρανόθεν, ἐξαστράπτον δὲ βλέπει, Σταυροῦ τὸ θεῖον τρόπαιον, ὅθεν τούτῳ ὀλέσας τοὺς δυσμενεῖς, τῶν εἰδώλων ἔλυσε τὴν ἀπάτην, ἐν κόσμῳ δὲ ἐκράτυνε, τὴν ὀρθόδοξον πίστιν.

ὁ β’ χορὸς

Τοῦ Τυφλοῦ  Σαρκ πνσας

Τοὺς νοερούς μου ὀφθαλμούς, πεπηρωμένους Κύριε, ἐκ ζοφερᾶς ἁμαρτίας, σὺ φωταγώγησον ἐνθείς, οἰκτίρμον τὴν ταπείνωσιν, καὶ τοῖς τῆς μετανοίας καθάρας με δάκρυσιν.


AINOI

ὁ α’ χορός

Ἦχος πλ. δ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

 Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ἦχος πλ. δ’ . Ὢ τοῦ παραδόξου θαύματος

Χαίροις Κωνσταντῖνε πάνσοφε, ὀρθοδοξίας πηγή, ἡ ποτίζουσα πάντοτε, τοῖς γλυκέσι νάμασι, τὴν ὑφήλιον ἅπασαν, Χαίροις ἡ ῥίζα, ἐξ ἧς ἐβλάστησε, καρπὸς ὁ τρέφων, τὴν Ἐκκλησίαν Χριστοῦ, Χαίροις τὸ καύχημα, τῶν περάτων ἔνδοξε, Χριστιανῶν, βασιλέων πρώτιστε, Χαῖρε χαρὰ τῶν πιστῶν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

βασιλεύων τῆς κτίσεως, τὸ εὐπειθὲς προορῶν, τῆς καρδίας σου Πάνσοφε, λογικῶς θηρεύει σε, ἀλογίᾳ κρατούμενον, καὶ καταυγάσας τὴν σὴν διάνοιαν, τῆς εὐσεβείας ταῖς ἐπιγνώσεσι, κόσμῳ ἀνέδειξε, φωταυγῆ ὡς ἥλιον, μαρμαρυγάς, θείων ἀποπέμποντα, πράξεων ἔνδοξε.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Τὰ τοῦ Κυρίου διδάγματα, καθάπερ γῆ ἐκλεκτή, δεξαμένη πανεύφημε, ἐναρέτων πράξεων, εὐκαρπίαν ἐβλάστησας, τὰς διανοίας, ἡμῶν ἐκτρέφουσα, τῇ ἐκμιμήσει, Ἑλένη πάνσοφε, τῆς πολιτείας σου, ὅθεν ἑορτάζομεν, περιχαρῶς, σήμερον τὴν μνήμην σου πανηγυρίζοντες.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

λαιον ἀγαλλιάσεως, τοὺς σοὺς μετόχους Χριστέ, Κωνσταντῖνον Ἑλένην τε, παραδόξως ἔχρισας, τὴν ἀπάτην μισήσαντας, καὶ σοῦ τὸ κάλλος ἐπιποθήσαντας, καὶ βασιλείας τῆς οὐρανίου σου, τούτους ἠξίωσας, εὐσεβῶς τὸ πρότερον, ἐπὶ τῆς γῆς, Λόγε βασιλεύσαντας, τῇ  ἐπινεύσει σου.

ὁ α’ χορός

Δόξα Πατρί… Ἦχος πλ.δ’ 

Μεθοδίου Πατριάρχου

τῶν ἀνάκτων Ἄναξ καὶ Θεός, ὁ πλουσίαις δωρεαῖς κατακοσμῶν τοὺς ἀξίους, αὐτὸς οὐρανόθεν, ὥσπερ Παῦλον τὸν ἀοίδιμον, διὰ σημείου τοῦ Σταυροῦ, σὲ Κωνσταντῖνε ἐζώγρησεν. Ἐν τούτῳ, φήσας, νίκα τοὺς ἐχθρούς σου, ὃν ἀναζητήσας σὺν μητρὶ θεόφρονι, καὶ εὑρὼν ὡς ἐπόθεις, τούτους κατὰ κράτος ἐτροπώσω, Σὺν αὐτῇ οὖν ἱκέτευε, ὑπὲρ ὀρθοδόξων Βασιλέων, καὶ τοῦ φιλοχρίστου στρατοῦ, καὶ πάντων τῶν τὴν μνήμην σου τελούντων πιστῶς, τὸν μόνον φιλάνθρωπον, λυτρωθῆναι πάσης ὀργῆς.

ὁ β’ χορός

Κα νν… Ἦχος β’

λον τὸν βίον ὁ Τυφλὸς νύκτα λογιζόμενος, ἐβόησε πρὸς σὲ Κύριε· Ἀνοιξόν μου τὰς κόρας Υἱὲ Δαυΐδ, ὁ Σωτὴρ ἡμῶν ἵνα μετὰ πάντων κἀγὼ ὑμνήσω σου τὴν δύναμιν.  


Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.δ’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • ·        Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • ·        μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • ·        Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • ·        Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • ·        Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • ·        τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • ·        Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • ·        Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • ·        Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • ·        Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • ·        τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • ·        Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

 τὸ ἀπολυτίκιον τῶν Ἁγίων

Ἦχος δ’

Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν, Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο, ἣν περίσωζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.


ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Μετά τό· «Εὐλογημένη ἡ βασιλεία…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

ντφωνον α’

 χος β’

ὁ α’ χορός

Στχ. λαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

 Στχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Στχ. Εἴπατε τῷ Θεῷ΄ Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Δξα Πατρί… Κα νν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ντφωνον β’

χος ατς

ὁ β’ χορός

Στχ. Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.

ὁ α’ χορός

Στχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

ὁ β’ χορός

Στχ. ξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

ὁ α’ χορός

Στχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

ὁ β’ χορός

Δξα Πατρὶ… Κα νν…

Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ντφωνον γ’

χος πλ. α’

ὁ α’ χορός

Στχ. ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

ὁ β’ χορός

Στχ. ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Χριστὸς ἀνέστη…

ὁ α’ χορός

Στχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Χριστὸς ἀνέστη…

ὁ β’ χορός

Στχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Χριστὸς ἀνέστη…

Εσοδικν

ὁ α’ χορός

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν,…

ὁ β’ χορός

ψάλλοντάς σοι΄ λληλούϊα.

Ετα

ὁ α’ χορός

(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

πολυτκιον  Ἦχος πλ. α’

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

ὁ β’ χορός

Ἦχος δ’

Τοῦ Σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος, καὶ ὡς ὁ Παῦλος τὴν κλῆσιν οὐκ ἐξ ἀνθρώπων δεξάμενος, ὁ ἐν βασιλεῦσιν, Ἀπόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τῇ χειρί σου παρέθετο, ἣν περίσωζε διὰ παντὸς ἐν εἰρήνῃ, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.

  αχορὸς 

τὸ ἀπολυτίκιον τοῦ Ναοῦ

 ὁ β’ χορός

 (ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντάκιον  Ἦχος δ’ – Ἐπεφάνης σήμερον

Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος, σοὶ Χριστὲ προσέρχομαι, ὡς ὁ Τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων σοι, Σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.


Τρισάγιον


Ἀπόστολος

Προκείμενον. Ἦχος πλ.δ’

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Στχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

Πρξεων τν ποστλων τ νγνωσμα (Πράξ.κς’ 1, 12-20)

ν ταῖς ἡμέραις ἐκείναις, Ἀγρίππας ὁ βασιλεὺς πρὸς τὸν Παῦλον ἔφη΄ Ἐπιτρέπεταί σοι ὑπὲρ σεαυτοῦ λέγειν. Τότε ὁ Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο. Ἐν οἷς καὶ πορευόμενος εἰς τὴν Δαμασκὸν μετ΄ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς παρὰ τῶν ἀρχιερέων, ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον͵ βασιλεῦ͵ οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους· πάντων δὲ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν λαλοῦσαν πρός με καὶ λέγουσαν τῇ Ἑβραΐδι διαλέκτῳ΄ Σαοὺλ, Σαούλ͵ τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ἐγὼ δὲ εἶπον΄ Τίς εἶ͵ Κύριε; Ὁ δὲ εἶπεν΄ Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις. Ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι͵ προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές ὧν τε ὀφθήσομαί σοι͵ ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν͵ εἰς οὓς ἐγώ σε ἀποστέλλω ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν͵ τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπὶ τὸν Θεόν͵ τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. Ὅθεν͵ βασιλεῦ Ἀγρίππα͵ οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ͵ ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν τε καὶ Ἱεροσολύμοις͵ εἰς πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας καὶ τοῖς ἔθνεσιν ἀπαγγέλλω μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν Θεόν͵ ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.

λληλούϊα (γ΄) Ἦχος α΄

Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου.

Στίχ. Ἡ γὰρ χείρ σου συναντιλήψεται αὐτῷ.


Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ἰωάννην.

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν΄ Ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής·ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατ᾽ ὄνομα, καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται΄ καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ΄ ὅτι οὐκ οἴδασιν τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ᾽Ιησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν ὁ ᾽Ιησοῦς΄ ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.


Ες τ, ξαιρτως

ὁ α’ χορός

Ἦχος β’(ἀρχαία τάξις)

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.


ὁ β’ χορὸς

Κοινωνικν

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτῶν. Ἀλληλούϊα.


ντ το «Εἴδομεν τὸ φῶς…» ψάλλει

ὁ α’χορὸς

τ,

Χριστὸς ἀνέστη

ὁ β’ χορός

ἦχος πλ. α΄

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)

πόλυσις  

«…῾Ο ἀναστὰς ἐκ νεκρῶν, Χριστός ὁ ἀληθινός Θεός…»


 21 ΜΑΪ12 ΕΟΡΤΗ ΤΩΝ ΑΓΙΩΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΚΑΙ ΕΛΕΝΗΣ

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s