ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

8 ΜΑΪΟΥ 2012

ΙΩΑΝΝΟΥ ΘΕΟΛΟΓΟΥ

Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ, ἐπιστηθίου, φίλου, ἠγαπημένου καὶ παρθένου, Ἰωάννου τοῦ Θεολόγου, ἤτοι, ἡ σύναξις τῆς Ἁγίας κόνεως, τῆς ἐκπεμπομένης ἐκ τοῦ τάφου αὐτοῦ, ἤγουν τοῦ μάννα.


ΟΡΘΡΟΣ

Μετά τό· «Εὐλογητὸς ὁ Θεός…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

ὁ α’ χορὸς

χος γ’

Ἀμήν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

 

ὁ α’ χορὸς

Ἀπολυτίκιον ἀναστάσιμον. Ἦχος γ’

μήν. Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐῤῥύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.  

 

ὁ β’ χορὸς

Δόξα Πατρί…

Ἀπολυτίκιον  ἦχος β΄

πόστολε Χριστῷ τῷ Θεῷ ἠγαπηπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον, δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος, ὃν ἱκέτευε, Θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

  ὁ α’ χορὸς

Καὶ νῦν… ἦχος ὁ αὐτὸς Θεοτοκίον

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Συναπτ μικρ μεθ’ ν κφνησις

τι σν τ κρτος…

 

Μετὰ τὴν α’ Στιχολογίαν 

Καθίσματα τῆς Ὀκτωήχου

ὁ α’ χορὸς

Ἦχος γ’ Ἀναστάσιμον

Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον νῦν κατ’ αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας, τὴν ἧτταν ἀνακαλούμενος· ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν Κύριε, δόξα σοι.

ὁ β’ χορὸς

Κατανυκτικὸν

ως πότε ψυχή μου ἐπιμένεις τοῖς πταίσμασιν, ἕως τίνος λαμβάνεις μετανοίας ὑπέρθεσιν; λαβὲ κατὰ νοῦν τὴν κρίσιν τὴν μέλλουσαν, καὶ βόησον Χριστῷ τῷ Θεῷ· Ἥμαρτον, ἀναμάρτητε Κύριε, ἐλέησόν με.

αχορὸς

Δόξα ΠατρίΜαρτυρικὸν

κλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες ἅγιοι, θεοσεβείας ἐρασταί, Ἀθλοφόροι πανεύφημοι· τῶν τυράννων γὰρ τάς αἰκίσεις μὴ δειλιάσαντες, τῶν εἰδώλων τὴν πλάνην κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τὸν Σταυρὸν τῆς ἀληθείας.

ὁ β’ χορὸς

Καὶ νῦν… Θεοτοκίον

Καταφυγὴ καὶ δύναμις ἡμῶν Θεοτόκε, ἡ κραταιὰ βοήθεια τοῦ κόσμου, ταῖς πρεσβείαις σου σῷζε τοὺς δούλους σου, ἀπὸ πάσης ἀνάγκης, μόνη εὐλογημένη.

Μετὰ τὴν β’ Στιχολογίαν

 

ΚΑΘΙΣΜΑΤΑ

ὁ α’ χορὸς

ὁ α’ χορὸς

Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον

ναπεσὼν ἐν τῷ στήθει τοῦ Ἰησοῦ, παῤῥησίας τυγχάνων ὡς μαθητής, ἠρώτησας, Τὶς ἐστιν, ὁ προδότης σου Κύριε; καὶ ὡς ἠγαπημένῳ, ὑπάρχοντι ἔνδοξε, διὰ τοῦ ἄρτου οὗτος, σαφῶς ὑπεδείχθη σοι, ὅθεν καὶ ὡς μύστης, γεγονὼς τῶν ἀῤῥήτων, τοῦ Λόγου τὴν σάρκωσιν, ἐκδιδάσκεις τὰ πέρατα, Θεολόγε Ἀπόστολε, Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ β’ χορὸς

Δόξα Πατρί…  Καὶ νῦν… Ἦχος γ’ Τὴν ὡραιότητα

Πάρεσιν εὕραντο, τὴν ὁλοσώματον, οἱ παραλύσεσι φθόνου σφιγγόμενοι, τὴν ἐν Σαββάτῳ Παραλύτου σφίγξιν κατανοοῦντες, λέγοντες· οὐκ ἔξεστι, θεραπεύειν τοῖς Σάββασι, λύειν τε τὴν πάτριον, τοῦ Σαββάτου κατάπαυσιν, τοῦ νόμου σε μὴ γνόντες Δεσπότην, καὶ θεραπευτὴν τῶν ψυχῶν ἡμῶν.

Μετά τόν Πολυέλεον

ὁ α’ χορὸς

Κάθισμα Ἦχος δ’

Ταχὺ προκατάλαβε

Τὴν μνήμην τιμήσωμεν, τοῦ Ἀποστόλου πιστοί· ἐπέστη γὰρ σήμερον, πᾶσι τοῖς πέρασι, φωτίζουσα ἅπαντας. Οὗτος γὰρ τοῦ Κυρίου, ἀληθὴς Θεολόγος, καὶ ἐν Εὐαγγελίῳ, ἀναδέδεικται φίλος· διὸ καὶ τοῖς τιμῶσιν αὐτόν, βρύει ἰάματα.

ὁ β’ χορὸς

Δόξα Πατρί…  Καὶ νῦν… Ἦχος γ’ Τὴν ὡραιότητα

Ρῆμα παράλυτον μόνον συνέσφιγξεν, ὡς ὁ παγκόσμιος λόγος ἐφθέγξατο, τοῦ δι᾿ ἡμᾶς ἐπὶ τῆς γῆς ὀφθέντος δι᾿ εὐσ­πλαγχνίαν· ὅθεν καὶ τὸν κράβατον ἐπιφέρων διήρχετο, κἂν οἱ γραμματεῖς ὁρᾶν τὸ πραχθὲν οὐχ ὑπέφερον, κακίας κατε­χό­μενοι φθόνῳ, τὰς ψυχὰς παραλύοντι.

Καὶ εὐθὺς τ α’ ντφωνον το δ’ χου.

ὁ α’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρί…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκεμενον  χος δ’

ὁ α’ χορός

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

ὁ β’χορὸς

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

ὁ α’ χορός

Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ…

ὁ β’χορὸς

καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.


Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου

 

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

ὁ Ἱερεὺς: τι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…

ὁ α΄ χορὸς

Ἦχος β’.

μήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…

ὁ α’ χορὸς

Κύριε, ἐλέησον (γ’).

ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι.

ὁ β’ Χορὸς:

Καὶ τῷ Πνεύματί σου.

ὁ Ἱερεὺς: κ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

ὁ Διάκονος: Πρόσχωμεν.

ὁ α΄ χορὸς

Δόξα σοι Κύριε, δόξα σοι.

ΕΩΘΙΝΟΝ ΙΑ’

Ἰωαν. (21,15-25)

ὁ Ἱερεὺς: Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, καὶ λέγει τῷ Σίμωνι Πέτρῳ, Σίμων Ἰωνᾶ, ἀγαπᾶς με πλέον τούτων; λέγει αὐτῷ, Ναὶ Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία μου. λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων Ἰωνᾶ ἀγαπᾶς με; Λέγει αὐτῷ, Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ, Ποίμαινε τὰ πρόβατά μου. λέγει αὐτῷ τὸ τρίτον, Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με; καὶ εἶπεν αὐτῷ, Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ Ἰησοῦς, Βόσκε τὰ πρόβατά μου. ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες, ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπών, λέγει αὐτῷ, Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς, ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε, Κύριε, τὶς ἐστιν ὁ παραδιδοὺς σε; τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τὶ; λέγει αὐτῷ ὁ Ἰησοῦς. Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τὶ πρὸς σὲ; σὺ μοι ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς. Ὃτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει, καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνήσκει’ ἀλλ’ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τὶ πρὸς σὲ; Οὗτὸς ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων , καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς ἐστὶν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. μήν.

ὁ α’χορς

Δόξα σοι, Κύριε, δόξα σοι.


Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς χύμα

ὁ α’ χορὸς

Δόξα πατρὶ… Ἦχος β’

Ταῖς τοῦ Ἀποστόλου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς

Τὴν τῶν Ἀποστόλων ἀκρότητα, τῆς θεολογίας τὴν σάλπιγγα, τὸν πνευματικὸν στρατηγόν, τὸν τὴν οἰκουμένην Θεῷ καθυποτάξαντα, δεῦτε οἱ πιστοὶ μακαρίσωμεν, Ἰωάννην τὸν ἀοίδιμον, ἐκ γῆς μεθιστάμενον, καὶ γῆς οὐκ ἀφιστάμενον, ἀλλὰ ζῶντα καὶ μένοντα, τὴν φοβερὰν τοῦ Δεσπότου δευτέραν ἔλευσιν, εἰς ἣν ἀκατακρίτως ὑπαντῆσαι ἡμᾶς, αἴτησαι φίλε μυστικέ, Χριστοῦ ἐπιστήθιε, τοὺς ἐκ πόθου τελοῦντας τὴν μνήμην σου.


Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

  Κανὼν τοῦ Παραλύτου

 

Οὗ ἡ Ἀκροστιχὶς ἐν τῇ Ἐνάτῃ ᾨδῇ.

Ἰ ω σ ή φ. 

Ποίημα Ἰωσὴφ Θεσσαλονίκης. 

ᾨδὴ α’ Ἦχος γ’

  ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Θαυμαστὸς ἐνδόξως, ποιῶν τέρατα, σὺ εἶ Θεός, ὁ ἄβυσσον γεώσας, καὶ ἅρματα καλύψας, καὶ λαὸν διασώσας, ᾄδοντά σοι, ὡς λυτρωτῇ ἡμῶν Θεῷ.

  ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

νεργῶν σημεῖα, ποιῶν τέρατα, μόνε Βασιλεῦ, σταυρὸν ἐθελουσίως ὑπέστης, ὡς οἰκτίρμων, καὶ θάνατον θανάτῳ θανατώσας, ἐζωοποίησας ἡμᾶς.

  ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῇ Χριστοῦ Ἐγέρσει, λαοὶ σήμερον, χορεύσωμεν πιστῶς, ἐσκύλευται ὁ ᾍδης, δεσμίους οὓς κατεῖχεν, ἀπέδωκε σπουδαίως, ἀνυμνοῦντας τὰ μεγαλεῖα τοῦ Θεοῦ.

   β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

δυνάμει θείᾳ ποτὲ Παράλυτον, λόγῳ σου Χριστέ, συσφίγξας καὶ προστάξας, αὐτῷ τὴν κλίνην ἆραι, χρονίως ἀσθενοῦντι, τὴν ψυχήν μου νοσοῦσαν, ἴασαι δεινῶς.

 ὁ α’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ν τῇ κολυμβήθρᾳ, ποτὲ Ἄγγελος, τῇ Προβατικῇ, κατήρχετο, καὶ ἕνα ἰᾶτο κατὰ χρόνον· Βαπτίσματι δὲ θείῳ νῦν καθαίρει, ἄπειρα πλήθη ὁ Χριστός.

  

βχορὸς

Στίχ.περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Τὴν τιμῶσαν ταύτην, Ἁγνὴ πόλιν σου πάντοτε πιστῶς, περίσῳζε κινδύνων, ἁλώσεως βαρβάρων, πολέμου ἐμφυλίου, καὶ μαχαίρας, καὶ πάσης ἄλλης ἀπειλῆς.

ΤΟΥ ΑΓΙΟΥ

ὁ α’ χορὸς

Ἦχος πλ. δ’  

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἁρματηλάτην Φαραὼ

ς καθαρὸς ἠγαπημένος γέγονας, τῷ ἀκροτάτῳ φωτί, καὶ τοῖς αὐτοῦ στέρνοις, ἐπαναπαυσάμενος, πεπαῤῥησιασμένῃ ψυχῇ, ἐξ ἀβύσσου σοφίας, τὸ φῶς τῆς γνώσεως εἵλκυσας, μάκαρ Ἰωάννη, Ἀπόστολε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

ς καθαρὸς ἠγαπημένος γέγονας,…

ὁ α’ χορὸς

Δξα Πατρί…

περφυῶς θεολογῶν ἐβρόντησας, ἠγαπημένε Χριστῷ ΄ ἦν ἐν ἀρχῇ Λόγος, ζῶν καὶ ἐνυπόστατος, πρὸς τὸν αὐτοῦ γεννήτορα, καὶ Θεὸς ἦν ὁ Λόγος, καὶ σάρξ ὁ Λόγος ἐγένετο, καὶ Θεὸς διέμεινεν ἄτρεπτος.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

πὸ τὴν σκέπην σου ἀεὶ προσφεύγοντες, ἀποτρεπόμεθα, τῶν πειρασμῶν πᾶσαν, καταιγίδα ἄχραντε, διὸ καὶ νῦν αἰτούμεθα, πεπτωκότας εἰς βάθος, πλημμελημάτων ἀνάγαγε, θείαις σου Ἁγνὴ παρακλήσεσι.

Τοῦ Παραλύτου

ᾠδὴ γ’ 

 ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Στεῖρα ψυχὴ καὶ ἄγονε, κτῆσαι καρπὸν εὐκλεῆ, εὐτεκνουμένη βόησον· Ἐστερεώθη ἡ καρδία μου, οὐκ ἔστιν ἅγιος, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.

ὁ β’ χορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ρῶν σε πάλαι ἥλιος, ξύλῳ κρεμάμενον, Λόγε τὸ φῶς συνέστειλε, καὶ ἐδονεῖτο ἡ γῆ ἅπασα, νεκροὶ ἐξανίσταντο, νεκροῦ γενομένου σου, παντοδύναμε.

  αχορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Μετὰ ψυχῆς ἐλθόντος σου, ἐν τῇ κοιλίᾳ τῆς γῆς, ψυχὰς ἅσπερ ἐκέκτητο, ἐναπεδίδου ᾍδης σπουδῇ, βοώσας τῷ κράτει σου, ᾠδὴν χαριστήριον, μόνε Κύριε.

  βχορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὴν ἐπὶ χρόνους πλείονας, ἐξασθενοῦσαν δεινῶς, ψυχήν μου ὑπεράγαθε, ὡς τὸν Παράλυτον πρίν, ὑγίωσον, ὡς ἂν βηματίζω σου, τὰς τρίβους, ἃς ἔδειξας τοῖς ποθοῦσί σε.

  αχορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Μετὰ τῶν ἄνω τάξεων, Θεοῦ Ἀρχάγγελε, ἱκετηρίαν ποίησον, ὑπὲρ τῶν πίστει ἀνυμνούντων σε φρουρῶν, συντηρῶν ἡμᾶς τοῦ βίου τοῖς πάθεσι περιπίπτοντας.

βχορὸς

Στίχ.περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

σπορον ἔσχες σύλληψιν, καὶ ὑπὲρ νοῦν τοκετόν, Παρθενομῆτορ ἄχραντε, ἔργον φρικῶδες, θαῦμα μέγιστον, Ἀγγέλοις τιμώμενον, βροτοῖς δοξαζόμενον, Κόρη Δέσποινα.

ΤΟΥ ΑΓΙΟΥ

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁ στερεώσας κατ’ ἀρχὰς

ξ ἁλιέων ἁλιεύς, ἀνθρώπων καὶ θεολόγος, ἐχρημάτισας σοφὲ Ἰωάννη, ἀφειδήσας πατρικῆς, καὶ τῆς τοῦ κόσμου σχέσεως, καὶ τῷ Δεσπότῃ Λόγῳ, ἔρωτι θείῳ ἑπόμενος.

ὁ β’ χορὸς 

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ξ ἁλιέων ἁλιεύς…

ὁ α’ χορὸς

Δξα Πατρὶ…

Κεκαθαρμένος τῆς ψυχῆς, τὸ ὄμμα ὢ Θεολόγε, ἐθεάσω τὴν ἀπόῤῥητον δόξαν, ἐκ Πατρὸς μονογενοῦς, τοῦ Λόγου καὶ Υἱοῦ τοῦ Θεοῦ, δι’ οὗ σαφῶς τὰ πάντα, θείῳ γεγένηται Πνεύματι.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

πὶ τὴν σὴν προσπεφευγὼς, Θεοκυῆτορ Παρθένε, προστασίαν, ἀπαλλάττομαι πάσης, ἐπηρείας τοῦ ἐχθροῦ, καὶ σώζομαι πρεσβείαις σου, ἀλλὰ καὶ τῆς μελλούσης, ἁγνὴ ῥυσθείην κολάσεως.


Συναπτ μικρ μεθ’ ν κφνησις

τι σ ε Θες μν… 

Κοντκιον  χος γ’ – Παρθνος σμερον

Τὴν ψυχήν μου Κύριε, ἐν ἁμαρτίαις παντοίαις, καὶ ἀτόποις πράξεσι, δεινῶς παραλελυμένην, ἔγειρον τῇ θεϊκῇ σου ἐπιστασίᾳ, ὣς περ καὶ τὸν Παράλυτον, ἤγειρας πάλαι, ἵνα κράζω σεσωσμένος, Οκτρμον δξα, Χριστ, τ κρτει σου.

Οκος

χειρί σου δρακὶ περικρατῶν τὰ πέρατα, Ἰησοῦ ὁ Θεός, ὁ τῷ Πατρὶ συνάναρχος, καὶ Πνεύματι ἁγίῳ συνδεσπόζων ἁπάντων, σαρκὶ ἐφάνης, νόσους ἰώμενος, καὶ πάθη ἀπήλασας, τυφλοὺς ἐφώτισας, καὶ τὸν Παράλυτον λόγῳ θεϊκῷ σὺ ἐξανέστησας, περιπατεῖν ἀθρόως προστάξας, καὶ τὴν βαστάσασαν αὐτὸν κλίνην ἐπὶ τῶν ὤμων ἆραι, ὅθεν πάντες σὺν τούτῳ ἀνυμνοῦμεν καὶ ἐκβοῶμεν, Οκτρμον δξα, Χριστ τ κρτει σου.

ὁ β’ χορὸς 

 Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον

Τῆς σοφίας τῷ στήθει ἀναπεσὼν καὶ τὴν γνῶσιν τῶν ὄντων καταμαθὼν, ἐνθέως ἐβρόντησας΄ Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καλλιγραφήσας πρῶτος, τὴν ἄναρχον γέννησιν, καὶ δογματίσας πᾶσι, τοῦ Λόγου τὴν σάρκωσιν, ὅθεν καὶ τῇ γλώττῃ, σαγηνεύσας τὰ ἔθνη, τὴν χάριν τοῦ Πνεύματος, ἐκδιδάσκεις τοῖς πέρασι, Θεολόγε Ἀπόστολε, Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορὸς

Δόξα Πατρί… Καὶ νῦν… Ἦχος γ’ Τὴν ὡραιότητα

Ρῆμα παράλυτον μόνον συνέσφιγξεν, ὡς ὁ παγκόσμιος λόγος ἐφθέγξατο, τοῦ δι᾿ ἡμᾶς ἐπὶ τῆς γῆς ὀφθέντος δι᾿ εὐσ­πλαγχνίαν· ὅθεν καὶ τὸν κράβατον ἐπιφέρων διήρχετο, κἂν οἱ γραμματεῖς ὁρᾶν τὸ πραχθὲν οὐχ ὑπέφερον, κακίας κατε­χό­μενοι φθόνῳ, τὰς ψυχὰς παραλύοντι.


 

Τοῦ Παραλύτου

ᾠδὴ δ’

ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Τὸ κατάσκιον ὄρος, ὁ Ἀββακοὺμ προεώρα, τὴν ἄχραντόν σου μήτραν Ἁγνή· διὸ καὶ ἀνεκραύγαζεν· Ἀπὸ Θαιμὰν ἥξει ὁ Θεός, καὶ ὁ Ἅγιος ἐξ ὄρους, κατασκίου δασέος.

  αχορὸς

 Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῶν Ἑβραίων ὁ δῆμος, φθόνῳ τηκόμενος, ξύλῳ ἐσταύρωσέ σε, Κύριε, καὶ λύσας τὸ κατάκριμα, τὸ τοῦ θανάτου ὡς κραταιὸς ἐξεγήγερσαι, τὸν κόσμον σεαυτῷ συνεγείρας.

  βχορὸς

 Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Μετὰ μύρων Γυναῖκες, τί τὸ ἀκένωτον μύρον, ζητεῖτε; ἐξεγήγερται, ταῖς Μυροφόροις ἔφησεν, ὁ καθεζόμενος ἐν λευκοῖς, τὴν ὑφήλιον πληρώσας, νοητῆς εὐωδίας.

  αχορὸς

 Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Δούλου φέρων εἰκόνα, ὑπερβολῇ εὐσπλαγχνίας, βαδίζων παραγέγονας, καὶ ὑγιῆ ἀπέδειξας, τὸν ἐπὶ χρόνοις Λόγε πολλοῖς, κατακείμενον, κελεύσας, καὶ τὸν κράββατον ἆραι.

β΄ χορὸς

 Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

γγελος μὲν Κυρίου, κατὰ καιρὸν καταβαίνων, τὸ ὕδωρ ἐν τῇ Προβατικῇ ἐτάρασσε, τελῶν ὑγιῆ ἕνα καὶ μόνον, ὁ δὲ Χριστός, πλήθη ἄπειρα, τῷ θείῳ Βαπτισμῷ διασῴζει.

αχορὸς

Στίχ.περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Ἡ Ἁγνὴ πῶς θηλάζεις; πῶς δὲ ἐγέννησας βρέφος, τοῦ Ἀδὰμ ἀρχαιότερον; πῶς ἐν ἀγκάλαις φέρεις Υἱόν, τὸν ἐπὶ ὤμων χερουβικῶν; ὡς ἐπίσταται, ὡς οἶδεν, ὁ τὸ πᾶν οὐσιώσας.

 

ΤΟΥ ΑΓΙΟΥ

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σύ μου ἰσχύς, Κύριε

Σὲ τῆς βροντῆς, γόνον ὁ Κύριος ἔφησε, σὲ βροντῆσαι πνεύματι ἠξίωσε, τῆς ἑαυτοῦ, θείας ἐκ Πατρός, καὶ ἀκαταλήπτου, γεννήσεως τὸ ἀπόῤῥητον, διό σου Θεολόγε, τὴν πανέορτον μνήμην, ἐν ᾠδαῖς ἐπαξίως δοξάζομεν.

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Σὲ τῆς βροντῆς,…

ὁ β’ χορὸς

Δξα Πατρὶ…

Σὺ ἀρετῶν, ἤρθης πρὸς ὕψος, Ἀπόστολε, σὺ κατεῖδες, δόξῃ ἀπαστράπτοντα, μονογενῆ Λόγον ἐν σαρκί, τὸν ἐν τοῖς πατρῴοις, ἀνάρχως κόλποις καθήμενον, φωνῆς τε ἐπακοῦσαι, πατρικῆς ἠξιώθης, μαρτυρούσης αὐτῷ τὴν υἱότητα.

ὁ α’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

πὶ τὴν σήν, νῦν καταφεύγων ἀντίληψιν, ὁ ἀχρεῖος, δοῦλός σου Πανάμωμε, μὴ αἰσχυνθῶ, σὲ γὰρ πρὸς Θεόν, ἔχω προστασίαν, καὶ τεῖχος ἀκαταμάχητον, ἐν σοὶ καὶ τῆς μελλούσης, ἀπολαύσω γαλήνης,…

 ὁ β’ χορὸς

καὶ τῆς θείας ζωῆς ἐπιτεύξομαι.

Τοῦ Παραλύτου

ᾠδὴ ε’

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Φωτὶ τῷ ἀνεσπέρῳ σου Χριστέ, καταύγασον τὴν ταπεινήν μου ψυχήν, καὶ ὁδήγησον εἰς τὸν φόβον σου· διότι φῶς τὰ προστάγματά σου.

  βχορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ψώθης ἐπὶ ξύλου τοῦ Σταυροῦ, καὶ κόσμον ἅπαντα συνανύψωσας, καὶ γενόμενος ἐν νεκροῖς ὁ Θεός, νεκροὺς ἐγείρεις τοὺς ἀπ’ αἰῶνος.

  αχορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

νέστη καθὼς εἶπεν ὁ Χριστός, κενώσας ἅπαντα ᾍδου τὰ βασίλεια, καὶ ὀπτάνεται Ἀποστόλοις, χαρᾶς μεταδιδοὺς διαιωνιζούσης.

  βχορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Λευκείμων καθωράθη γυναιξίν, ἀστράπτων Ἄγγελος, φάσκων· Μὴ κλαίετε, ἡ ζωὴ ἡμῶν ἐξεγήγερται, τοὺς ἐν τοῖς τάφοις νεκροὺς ζωώσας.

  αχορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Παράλυτον ὡς ἤγειρας Χριστέ, τὴν παρειμένην μου ψυχὴν ὑγίωσον, παραβάσεσι, καὶ βαδίζειν με τὰς σὰς ὀρθὰς εὐόδωσον τρίβους.

βχορὸς

Στίχ.περαγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Τὴν ἄσπορον λοχείαν σου Ἁγνή, τὴν ἀκατάληπτον ὑμνοῦμεν γέννησιν, μακαρίζοντες ὡς Μητέρα σε, τοῦ ποιητοῦ πάντων καὶ Δεσπότου.

ΤΟΥ ΑΓΙΟΥ

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἵνα τί με ἀπώσω

ν τῷ σκότει τοῦ κόσμου, λάμψαν θεασάμενος, τὸ φῶς τὸ ἄχραντον, καί κραθείς τῷ πόθῳ, καὶ φωστὴρ εὐσεβείας γενόμενος, τὰ πολυσπόρων, γένη ἐθνῶν θεολογίας, Ἰωάννη φωτὶ κατελάμπρυνας.

ὁ β’χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

ν τῷ σκότει τοῦ κόσμου,…

ὁ α’χορὸς

Δξα Πατρί…

πιγνοὺς ὡς ὁ νόμος, διὰ Μωϋσέως, ὁ σκιώδης δέδοται, ἡ δὲ θεία χάρις, ἐν Χριστῷ τῷ Θεῷ ἡμῶν γέγονε, θεολόγῳ γλώττῃ, γόνε βροντῆς ἠγαπημένε, εὐηγγελίσω αὐτοῦ τὴν θεότητα.

ὁ β’χορὸς

Καὶ νῦν…Θεοτοκίον

Σύ μου σκέπη καὶ κράτος, Πάναγνε καὶ στήριγμα, καὶ τεῖχος ἄῤῥηκτον, καὶ σὲ προσκαλοῦμαι, ἐν νυκτὶ καὶ ἡμέρᾳ με φρούρησον, ἐκ παντοίας βλάβης, ἐπερχομένης τοῦ Βελίαρ,…

ὁ α’χορὸς

…ἵνα πίστει καὶ πόθῳ δοξάζω σε.

Τοῦ Παραλύτου

ᾠδὴ ς’ 

 ὁ β’ χορὸς

Ὁ Εἱρμὸς

Βυθός μοι τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίων ἀνέμων· ἀλλὰ προφθάσας με σύ, σῶσον Σωτήρ, καὶ ῥῦσαι φθορᾶς, ὡς ἔσωσας τοῦ θηρὸς τὸν Προφήτην.

  αχορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ψώθης ἑκουσίως ἐν ξύλῳ, ἐτέθης ὡς νεκρὸς ἐν μνημείῳ, καί τοὺς ἐν ᾍδῃ νεκρούς, πάντας ὁμοῦ ζωώσας Χριστέ, ἀνέστησας θεϊκῇ δυναστείᾳ.

  βχορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ᾍδης συναντήσας σοι κάτω, οἰκτίρμον ἐπικράνθη, δεσμώτας, ἀποδιδοὺς ἐν σπουδῇ, σοῦ τὴν φρικτὴν ὑμνοῦντας Σωτὴρ Ἀνάστασιν, ἐν φωναῖς ἀσιγήτοις.

  αχορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οἱ θεῖοι Μαθηταὶ κατιδόντες ἐκ τάφου, τὴν ζωὴν τῶν ἁπάντων, ἐγηγερμένον Χριστὸν πόθῳ πολλῷ, καὶ γνώμῃ εὐθεῖ, καὶ θυμηδίᾳ ψυχῆς προσεκύνουν.

  βχορὸς

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

πάλαι ἐπὶ κλίνης ὀδύνης, ἐν χρόνοις κατακείμενος πλείστοις, τῇ σῇ προστάξει Χριστέ, ἀρτιωθεὶς δοξάζει, ὑμνῶν τὴν εὐπλαγχνίαν, τὴν σὴν ζωοδότα.

ὁ α’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

πάντα θείῳ νεύματι φέρων, κρατεῖται Θεοτόκε Παρθένε, ἐν ταῖς ἀγκάλαις ταῖς σαῖς, πάντας ἡμᾶς ἁρπάζων χειρός, δουλείας τοῦ πονηροῦ, ὡς οἰκτίρμων.

ΤΟΥ ΑΓΙΟΥ

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Ἄβυσσος ἁμαρτιῶν

νθρακα θείου πυρός, προκατεῖδε τυπικῶς Ἡσαΐας, ᾧ καθαρθεὶς τὰ χείλη, προφητείας ἠξίωται, σαρκωθέντος δὲ Θεοῦ, Λόγου μακάριε Ἰωάννη, σὺ ἀνεδείχθης ἐπιστήθιος.

 ὁ α’ χορὸς

Στίχ. γιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

νθρακα θείου πυρός,…

ὁ β’ χορὸς

Δξα Πατρί…

Λόγος ὁ μονογενής, ὁ ἐν κόλποις τοῦ Πατρὸς ἱδρυμένος, σωματωθεὶς ὡράθη, Ἰωάννη μακάριε, καὶ ὡς μύστῃ προσφιλεῖ, σοὶ ἐξηγήσατο, ἀσωμάτως, Θεὸν οὐδένα ἰδεῖν πώποτε.

ὁ α’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Φώτισον μου τὴν ψυχήν, ἡ τεκοῦσα τὸ ἀπαύγασμα δόξης, τῆς τοῦ Πατρὸς Παρθένε, Θεοτόκε πανύμνητε, τὴν σὴν γὰρ οἱ ἀληθεῖς, χάριν κατέχοντες, θιασῶται, τάς γλωσσαλγίας ἀπεκρούσαντο.


Συναπτ μικρ μεθ’ ν κφνησις

Σ γρ ε βασιλες…

 Κοντάκιον αὐτόμελον

Ἦχος β’

Τὰ μεγαλεῖα σου Παρθένε τὶς διηγήσεται; βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν, ὡς θεολόγος καὶ φίλος Χριστοῦ.

Ὁ Οἶκος

ψη οὐράνια ἐκμανθάνειν, καὶ θαλάσσης τὰ βάθη ἐρευνᾶν, τολμηρὸν ὑπάρχει καὶ ἀκατάληπτον, ὥσπερ δὲ ἄστρα ἐξαριθμῆσαι, καὶ παράλιον ψάμμον οὐκ ἔστιν ὅλως οὕτως οὐδὲ τὰ τοῦ θεολόγου εἰπεῖν ἱκανόν, τοσούτοις αὐτὸν στεφάνοις ὁ Χριστός, ὃν ἠγάπησεν, ἔστεψεν, οὗ ἐν τῷ στήθει ἀνέπεσε, καὶ ἐν τῷ μυστικῷ δείπνῳ συνειστιάθη, ὡς θεολόγος καὶ φίλος Χριστοῦ.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Η’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ, ἐπιστηθίου, φίλου, ἠγαπημένου καὶ παρθένου, Ἰωάννου τοῦ θεολόγου, ἤτοι, ἡ σύναξις τῆς Ἁγίας κόνεως, τῆς ἐκπεμπομένης ἐκ τοῦ τάφου αὐτοῦ, ἤγουν τοῦ μάννα.

Στίχοι

  •        Οὐ βρῶσιν, ἀλλὰ ῥῶσιν ἀνθρώποις νέμει
  •        Τὸ τοῦ τάφου σου μάννα, μύστα Κυρίου.
  •        Ὀγδοάτῃ τελέουσι ῥοδισμὸν βροντογόνοιο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρσενίου τοῦ Μεγάλου.

Στίχοι

  •        Λαθεῖν βιώσας Ἀρσένιος ἠγάπα,
  •        Ὃς οὐδὲ πάντως ἐκβιώσας λανθάνει.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. μήν.


ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορὸς

Καταβασα

ναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

ὁ β’ χορὸς

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ,…

ὁ α’ χορὸς

ν ᾧ στερεούμεθα.

ὁ β’ χορὸς

πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

ὁ α’ χορὸς

ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

ὁ β’ χορὸς

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

ὁ α’ χορὸς

Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ὁ β’ χορὸς

Στίχ. Ανομεν, ελογομεν, προσκυνομεν τν Κριον

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.


Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ

Ἦχος α’

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

Καταβασα

ὁ α’χορὸς

ᾠδὴ θ’

Στίχ. ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ν τ γρσει το τκου σου. 


Συναπτ μικρ μεθ’ ν κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορὸς

Τοῖς μαθηταῖς συνέλθωμεν ἦχος β’

Θεολογῶν ἐβρόντησας΄ Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ πρὸς Θεὸν ὁ Λόγος ἦν, καὶ ὁ Θεὸς ἦν ὁ Λόγος, Ἀπόστολε Ἰωάννη, τοῦ Χριστοῦ γὰρ τῷ στήθει, ἐπιπεσὼν κἀκεῖθεν δέ, πλῆρες θεολογίας, ῥεῖθρον ζωῆς, μάκαρ ἀρυσάμενος Θεολόγε, τὴν κτίσιν ἄρδεις ἅπασαν, ἥτις σὲ καὶ γεραίρει.

ὁ β’ χορὸς

τερον το Παραλτου – Γυνακες κουτσθητε

πέστη ὁ φιλάνθρωπος, καὶ πανοικτίρμων Κύριος, Προβατικῇ κολυμβήθρᾳ, τοῦ θεραπεῦσαι τὰς νόσους, εὗρε δὲ κατακείμενον, ἄνθρωπον πλείστοις ἔτεσι, καὶ πρός αὐτὸν ἐβόησεν, Ἆρον τὸν κράββατον, ἴθι, πρς τς δος τς εθεας.

 


Εἰς τοὺς  Α ἴ ν ο υ ς

ὁ α’ χορός

Ἦχος πλ. δ’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὢ τοῦ παραδόξου θαύματος

Μάκαρ Ἰωάννη πάνσοφε, περιουσίᾳ θερμῆς, πρὸς Χριστὸν ἀγαπήσεως, πλέον πάντων πέφηνας, Μαθητῶν ἀγαπώμενος, τῷ παντεπόπτῃ Λόγῳ καὶ κρίνοντι, δικαίοις πᾶσαν τὴν οἰκουμένην ζυγοῖς, τῆς καθαρότητος, καὶ ἁγνείας κάλλεσι, καταυγασθείς, σῶμα καὶ διάνοιαν, θεομακάριστε.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Μάκαρ Ἰωάννη πάνσοφε,…

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Τὸ παρθενίας ἀπάνθισμα, τὸ τῶν σεπτῶν ἀρετῶν, δεκτικὸν ἐνδιαίτημα, τῆς σοφίας ὄργανον, τὸ τοῦ Πνεύματος τέμενος, τὸ φωτοφόρον, στόμα τῆς χάριτος, τῆς Ἐκκλησίας, τὸ φαεινότατον, ὄμμα τὸ πάνσεπτον, Ἰωάννην ᾄσμασι πνευματικοῖς, νῦν ἀνευφημήσωμεν, ὡς ὑπηρέτην Χριστοῦ.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ΄ Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Θεολογίας τὰ νάματα, ἐπὶ τοῦ στήθους πεσών, τῆς σοφίας ἐξήντλησας, καὶ τὸν κόσμον ἤρδευσας, Ἰωάννη μακάριε, τῇ τῆς Τριάδος, γνώσει τὴν θάλασσαν, καταξηράνας τῆς ἀθεότητος, στῦλος γενόμενος, καὶ νεφέλη ἔμψυχος, καθοδηγῶν, πρὸς τὴν ἐπουράνιον, κληροδοσίαν ἡμᾶς.

ὁ α’ χορός

Δόξα Πατρί…Ἦχος πλ. δ’

Εὐαγγελιστὰ Ἰωάννη, Ἰσάγγελε παρθένε, Θεολόγε θεοδίδακτε, ὀρθοδόξως τῷ κόσμῳ, τὴν ἄχραντον πλευράν, τὸ αἷμα καὶ τὸ ὕδωρ, βλύζουσαν ἐκήρυξας, ἐν ᾧ τὴν αἰώνιον ζωὴν ποριζόμεθα ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορός

Καὶ νῦν… χος πλ. δ’

Κύριε, τὸν Παράλυτον οὐχ ἡ κολυμβήθρα ἐθεράπευσεν, ἀλλ’ ὁ σὸς λόγος ἀνεκαίνισε, καὶ οὐδὲ ἡ πολυχρόνιος αὐτῷ ἐνεπόδισε νόσος, ὅτι τῆς φωνῆς σου ὀξυτέρα ἡ ἐνέργεια ἐδείχθη, καὶ τὸ δυσβάστακτον βάρος ἀπέῤῥιψε, καὶ τὸ φορτίον τῆς κλίνης ἐβάστασεν, εἰς μαρτύριον τοῦ πλήθους τῶν οἰκτιρμῶν σου, δξα σοι.


Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.δ’  ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • ·        Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • ·        μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • ·        Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • ·        Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • ·        Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • ·        τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • ·        Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • ·        Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • ·        Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • ·        Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • ·        Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • ·        Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • ·        τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • ·        Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ Ἀπολυτίκιον  Ἦχος β’

πόστολε Χριστῷ τῷ Θεῷ ἠγαπηπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον, δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος, ὃν ἱκέτευε, Θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.


Ες τν Λειτουργαν

Μετά τό· «Εὐλογημένη ἡ βασιλεία…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

ντφωνον α’

 χος β’

ὁ α’ χορός

Στχ. λαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.

ὁ β’ χορός

Στχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Στχ. Εἴπατε τῷ Θεῷ, Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ β’ χορός

Στχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορός

Δξα Πατρὶ…

ὁ β’ χορός

Κα νν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ντφωνον β’

χος ατς

ὁ β’ χορός

Στχ. Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.

ὁ α’ χορός

Στχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

ὁ β’ χορός

Στχ.ξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

ὁ α’ χορός

Στχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

ὁ β’ χορός

Δξα Πατρὶ… Κα νν…

Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ντφωνον γ’

χος πλ. α’

ὁ α’ χορός

Στχ. ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

ὁ β’ χορός

Στχ. ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Χριστὸς ἀνέστη…

ὁ α’ χορός

Στχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Χριστὸς ἀνέστη…

ὁ β’ χορός

Στχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Χριστὸς ἀνέστη…

Εσοδικν

ὁ α’ χορός

  ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

ν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, σῷσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν,…

 ὁ β’ χορός

ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

Ετα

ὁ α’ χορός

   ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾍδου ἐῤῥύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

ὁ β’ χορὸς

ἦχος β΄

πόστολε Χριστῷ τῷ Θεῷ ἠγαπηπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον, δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος, ὃν ἱκέτευε, Θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 ὁ α’ χορὸς

τὸ ἀπολυτίκιον τοῦ Ναοῦ

ὁ β’ χορός

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἦχος γ’

Κοντάκιον Ἡ Παρθένος σήμερον

Τὴν ψυχήν μου Κύριε, ἐν ἁμαρτίαις παντοίαις, καὶ ἀτόποις πράξεσι, δεινῶς παραλελυμένην, ἔγειρον τῇ θεϊκῇ σου ἐπιστασίᾳ, ὥσπερ καὶ τὸν Παράλυτον, ἤγειρας πάλαι, ἵνα κράζω σεσωσμένος· Οἰκτίρμον δόξα, Χριστέ, τῷ κράτει σου.


Τρισάγιον


᾽Απόστολος

τοῦ Εὐαγγελιστοῦ (Καθολικ. Α´ ᾽Ιωάνν. α´ 1-7).
Προκείμενον. Ἦχος πλ. δ΄

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

Καθολικῆς A΄ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα

ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ Λόγου τῆς ζωῆς·  (καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα καὶ ἐφανερώθη ἡμῖν)·  ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ’ ἡμῶν· καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ Πατρὸς καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ. καὶ ταῦτα γράφομεν ἡμῖν, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη. Καὶ αὕτη ἔστιν ἡ ἐπαγγελία ἣν ἀκηκόαμεν ἀπ’ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν, ὅτι ὁ Θεὸς φῶς ἐστι καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ’ αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν·  ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ’ ἀλλήλων, καὶ τὸ αἷμα Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας.

ὁ β’ χορός

Ἀλληλούϊα  (γ’) Ἦχος α’

ξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου.

Στίχ. Θεὸς ὁ ἐνδοξαζόμενος ἐν βουλῇ Ἁγἰων.


Εὐαγγέλιον

(᾽Ιω. ιθ´ 25-27, κα´ 24-25)

Τῷ καιρῷ ἐκείνῳ, εἱστήκεισαν παρὰ τῷ Σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ͵ Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα͵ λέγει τῇ μητρί΄ Γύναι͵ ἴδε ὁ υἱός σου. Εἶτα λέγει τῷ μαθητῇ΄ Ἴδε ἡ μήτηρ σου΄ καὶ ἀπ΄ ἐκείνης τῆς ὥρας ἔλαβεν αὐτὴν ὁ μαθητὴς εἰς τὰ ἴδια. Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι ἤδη πάντα τετέλεσται͵ ἵνα τελειωθῇ ἡ γραφή͵ λέγει΄ Διψῶ. Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ ᾿Ιησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾿ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. ἀμήν.

ὁ α’ χορός

Δόξα Σοι, Κύριε, δόξα Σοι.


Εἰς τό᾽Εξαιρέτως

 ὁ α’ χορός

ἦχος β’( Ἀρχαία Τάξις) 

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.


Κοινωνικόν

ὁ β’ χορός

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. λληλούϊα.

ντ το «Εἴδομεν τὸ φῶς…» λγεται τ, Χριστς νστη.

ὁ β’ χορός

ἦχος πλ. α΄

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

«Εἴη τὸ ὄνομα Κυρίου…»( τρὶς)

Ἀπόλυσις

«…ὁ ἀναστάς…»


 8 ΜΑΪ12 ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s