Μεγάλη Παρασκευή Άντίφωνο ιβ (Μονή Βατοπαιδίου)

Ἀντίφωνον ΙΒʹ. Ἦχος πλ. δʹ

Τάδε λέγει Κύριος τοῖς Ἰουδαίοις·
Λαός μου τί ἐποίησά σοι, ἢ τί σοι
παρηνώχλησα; τοὺς τυφλούς σου
ἐφώτισα, τοὺς λεπρούς σου ἐκαθάρι‐
σα, ἄνδρα ὄντα ἐπὶ κλίνης ἠνωρθω‐
σάμην. Λαός μου, τί ἐποίησά σοι, καὶ
τί μοι ἀνταπέδωκας; ἀντὶ τοῦ μάννα
χολήν, ἀντὶ τοῦ ὕδατος ὄξος, ἀντὶ
τοῦ ἀγαπᾶν με, σταυρῷ με προσηλώ‐
σατε· οὐκέτι στέγω λοιπόν, καλέσω
μου τὰ ἔθνη, κᾀκεῖνα με δοξάσουσι,
σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, κᾀγὼ
αὐτοῖς δωρήσομαι, ζωὴν τὴν
αἰώνιον.
Σήμερον τοῦ Ναοῦ τὸ καταπέτα‐
σμα, εἰς ἔλεγχον ῥήγνυται τῶν πα‐
ρανόμων· καὶ τὰς ἰδίας ἀκτῖνας, ὁ
ἥλιος κρύπτει, Δεσπότην ὁρῶν
σταυρούμενον.
Οἱ νομοθέται τοῦ Ἰσραήλ, Ἰουδαῖ‐
οι καὶ Φαρισαῖοι, ὁ χορὸς τῶν Ἀπο‐
στόλων βοᾷ πρὸς ὑμᾶς. Ἰδε ναός, ὃν
ὑμεῖς ἐλύσατε, ἴδε ἀμνός, ὃν ὑμεῖς
ἐσταυρώσατε, τάφῳ παρεδώκατε,
ἀλλʹ ἐξουσίᾳ ἑαυτοῦ ἀνέστη. Μὴ
πλανᾶσθε Ἰουδαῖοι· αὐτὸς γάρ ἐστιν
ὁ ἐν θαλάσσῃ σώσας, καὶ ἐν ἐρήμῳ
θρέψας, αὐτός ἐστιν ἡ ζωὴ καὶ τὸ
φῶς, καὶ ἡ εἰρήνη τοῦ Κόσμου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἡ πύλη τοῦ Βασιλέως τῆς
δόξης, ἣν ὁ Ὕψιστος μόνος διώδευσε,
καὶ πάλιν ἐσφραγισμένην κατέλι‐
πεν, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Κάθισμα. Ἦχος πλ. δʹ.
Ὅτε παρέστης τῷ Καϊάφᾳ ὁ Θεός,
καὶ παρεδόθης τῷ Πιλάτῳ ὁ Κριτής,
αἱ οὐράνιαι δυνάμεις, ἐκ τοῦ φόβου
ἐσαλεύθησαν· τότε δὲ καὶ ὑψώθης
ἐπὶ τοῦ ξύλου ἐν μέσῳ δύο λῃστῶν,
καὶ ἑλογίσθης μετὰ ἀνόμων ὁ ἀνα‐
μάρτητος, διὰ τὸ σῶσαι τὸν ἄνθρω‐
πον. Ἀνεξίκακε Κύριε, δόξα σοι.

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s