ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ
Τ ὰ ἐ γκα ί νια το ῦ ναο ῦ τ ῆ ς ὑ περαγ ί ας Θεοτ ό κου, τ ῆ ς Ζωοδ ό χου Πηγ ῆ ς». Θεοδ ώ ρου ὁ σ ί ου το ῦ Τριχιν ᾶ · Ζακχα ί ου ἀ ποστόλου, ᾿ Αθανασ ί ου ὁ σίου κτ ί τορος Μεγ. Μετε ώ ρου (†1310)· ᾿ Αναστασ ί ου Β΄, Πατριάρχου ᾿ Αντιοχείας, ἱ ερομάρτυρος (ζ΄ α ἰ .).
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τὸ Λυχνικ ό ν , ἀλλάσσει ὁ Ἱερεὺς πᾶσαν τὴν ἱερατικὴν στολὴν αὐτοῦ, καὶ στὰς κατενώπιον τῆς ἁγίας Τραπέζης μετὰ τοῦ θυμιατοῦ, σφραγίζει σταυροειδῶς, καὶ ἐκφωνεῖ λέγων
Δ όξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ α’ χορὸς
Ἀ μήν.
Ἦχος πλ. α’
ὁ προεξάρχων
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Λέγεται δὲ τοῦτο τρὶς ὑπὸ τοῦ προεξάρχοντος Ἀρχιερέως ἢ Ἱερέως ἄνευ στίχων. Εἴθ’ οὕτω λέγει τοὺς ἑπομένους στίχους ὁ προεξάρχων, καθ’ ἕκαστον δὲ στίχον ψάλλεται ὁμοίως ὑπὸ τῶν Χορῶν τὸ αὐτὸ Τροπάριον.
Στ ί χ. α’ Ἀ ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
ὁ α’ χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
Στ ί χ. β’ Ὡ ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
Στ ί χ. γ’ Ο ὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
ὁ α’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
Στ ί χ. δ’ Α ὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
ὁ β’χορὸς
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
ὁ α’χορὸς
Δ ό ξα Πατρί …
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
ὁ β’χορὸς
Κα ὶ ν ῦ ν…
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν…
Ε ἶ τα ὁ προεξάρχων , γεγονωτ έ ρᾳ φων ῇ
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας…
ὁ β’ χορ ὸ ς
…κ αὶ τοῖς ἐν τοῖς μνήμασι ζω ὴ ν χαρισ ά μενος.
Συναπτὴ μεγάλη κα ὶ ἡ Ἐ κφ ώ νησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ὁ α’ χορός
Ἦχος πλ.β’ Ψαλμ ὸ ς ρμ’ (140)
Κ ύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
ὁ β’ χορός
Κ ατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
ὁ α’ χορός
Θ οῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
ὁ β’ χορός
Μ ὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
ὁ α’ χορός
Σ ὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
ὁ β’ χορός
Π αιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
ὁ α’ χορός
Ὅ τι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
ὁ β’ χορός
Ἀ κούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
ὁ α’ χορός
Ὅ τι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
ὁ β’ χορός
Φ ύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
ὁ α’ χορός
Π εσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
ὁ β’ χορός
Φ ωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
ὁ α’ χορός
Ἐ κχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
ὁ β’ χορός
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
ὁ α’ χορός
Ἐ ν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
ὁ β’ χορός
Κ ατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
ὁ α’ χορός
Ἀ πώλετο φυγὴ ἀπ’ ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
ὁ β’ χορός
Ἐ κέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
ὁ α’ χορός
Π ρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
ὁ β’ χορός
Ῥ ῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
ὁ α’ χορός
Στίχ. Ἐ ξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Ν ίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ ᾍδου, ἐν τῷ Σταυρῷ ἀνῆλθες, ἵνα τοὺς ἐν σκότει θανάτου καθημένους, συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος, ὁ πηγάζων ζωὴν ἐξ οἰκείου φωτός΄ Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. Ἐ μὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
Σ ήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν. Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.
Στίχ. Ἐ κ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
Σ ὲ Κύριε τὸν ὄντα ἐν πάσῃ τῇ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῷ; αὐτὸς κατοικεῖς, ἐν τῷ ᾍδῃ; ἐπάτησας θάνατον, εἰς τὰ βάθη τὰ τῆς θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.
Στίχ. Γ ενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ἐ ν τῷ Σταυρῷ σου Χριστὲ καυχώμεθα, καὶ τὴν Ἀνάστασίν σου, ὑμνοῦμεν καὶ δοξάζομεν, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.
ὁ α’ χορός
Στίχ. Ἐ ὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Δ ιὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ, σταυρὸν γὰρ ὑπομείνας, θανάτῳ θάνατον ὤλεσε.
ὁ β’ χορός
Στίχ. Ἕ νεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Δ όξα τῇ δυνάμει σου Κύριε, ὅτι κατήργησας τὸν τὸ κράτος ἔχοντα τοῦ θάνατου, ἀνεκαίνισας ἡμᾶς διὰ τοῦ Σταυροῦ σου, δωρούμενος ἡμῖν ζωὴν καὶ ἀφθαρσίαν.
Καὶ τῆς Ζωοδόχου Πηγῆς
Ἦχος ὁ αὐτὸς
ὁ α’ χορός
Στ ί χ. Ἀ πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραηλ ἐπὶ τὸν Κύριον.
Ὅλην ἀποθέμενοι
Ξ ένα καὶ παράδοξα, τῶν οὐρανῶν ὁ Δεσπότης, ἐπὶ σοὶ τετέλεκε, καταρχὰς Πανάμωμε· καὶ γὰρ ἄνωθεν, ἐμφανῶς ἔσταξεν, ὑετὸς καθάπερ, ἐν τῇ μήτρᾳ σου Θεόνυμφε, Πηγὴν δεικνύων σε, σύμπαν ἀγαθὸν ἀναβλύζουσαν, πλημμύραν τε ἰάσεων, τὰς εὐεργεσίας προρρέουσαν ἅπασιν ἀφθόνως, τοῖς χρῄζουσι τὴν ῥῶσιν τῶν ψυχῶν, καὶ τήν ὑγείαν τοῦ σώματος, ὕδατι τῆς χάριτος.
ὁ β’ χορός
Στ ί χ. Ὅ τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Ξ ένα καὶ παράδοξα……
ὁ α’ χορός
Στ ί χ. Α ἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
Μ άννα σε οὐράνιον, καὶ Παραδείσου Παρθένε, τὴν Πηγὴν τὴν ἔνθεον, ὀνομάζω Δέσποινα προσφυέστατα· τῆς γὰρ γῆς ἔδραμεν, ἡ ῥοὴ καὶ χάρις, τῆς Πηγῆς σου τετραμέρειαν αὐτῆς καλύπτουσα, ξένοις τεραστίοις ἑκάστοτε, καὶ πᾶσι τὸ αἰτούμενον γίνεται τὸ ὕδωρ πινόμενον· ὅθεν γεγηθότες, Χριστώνυμοι προστρέχομεν πιστῶς, ἁγιασμόν ἀρυόμενοι, πάντοτε γλυκύρροον.
ὁ β’ χορός
Στ ί χ. Ὅ τι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ῥ εῖθρα τῶν ἰάσεων, ἀναβλυστάνεις Παρθένε, τοῖς πιστῶς προστρέχουσι, τῇ Πηγῇ σου πάντοτε, θεονύμφευτε· δωρεὰν ῥέεις γάρ, δαψιλῆ καὶ χύδην τοῖς νοσοῦσι τὰ Ἰάματα, τυφλοὺς ἐμβλέποντας, φαίνεις ἐναργῶς προσιόντας σοι, χωλοὺς πολλοὺς ἀνώρθωσας καὶ τοὺς παρειμένους συνέσφιγξας, τὸν δὲ νεκρωθέντα, ἐζώωσας προσχύσει τῇ τριττῇ, ὑδρωπικῶν καὶ δυσπνόων τε, πάθη ἐθεράπευσας.
ὁ α’ χορός
Δ ό ξα Πατρὶ… Ἦχος πλ. δ’
Τ ίς λαλήσει τὰς δυναστείας σου Πηγὴ; ἥτις ἐξ ἀκενώτων θαυμάτων πλημμυροῦσα, πολλὰ καὶ ὑπὲρ φύσιν ἐνεργεῖς διὰ ἰάσεων. Βαβαὶ τῶν μεγαλείων, ὧν τοῖς πάσιν ἐπιρρέεις! οὐ μόνον γὰρ νοσήματα χαλεπὰ ἀπήλασας, τῶν προσιόντων μετὰ πόθου, ἀλλὰ καὶ τὰ τῶν ψυχῶν πάθη ἐκπλύνεις καθαρίζουσα πανάσπιλε, σὺν πᾶσι βραβεύουσα καὶ μέγα ἔλεος.
ὁ β’ χορός
Κα ὶ ν ῦ ν… ἦχος πλ.β’ Θεοτοκίον
Τ ίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ε ἴ σοδος μετ ὰ θυμιατοῦ
ὁ Διάκονος: Σ οφ ί α Ὀ ρθο ί !
Ἦ χος β’
Φ ῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σ ὲ δοξ ά ζει.
ὁ Διάκονος: Ἑ σπ έ ρας προκείμενον!
Ἦ χος βαρ ὺ ς
ὁ α’ χορός
Ἀ γαπήσω σε Κύριε ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου.
ὁ β’ χορός
Στίχ. Ὁ Θεός μου βοηθός μου καὶ ἐλπιῶ ἐπ’ αὐτόν.
Ἀ γαπήσω σε Κύριε ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου.
ὁ α’ χορός
Στίχ. Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον.
Ἀ γαπήσω σε Κύριε ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου.
ὁ β’ χορός
Στίχ. Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου.
Ἀ γαπήσω σε Κύριε ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου.
Ε ἶ τα Ἐ κτεν ή ς, τ ό , Ε ἴ πωμεν π ά ντες… Καταξ ί ωσον Κ ύ ριε… Πληρ ώ σωμεν τ ὴ ν ἑ σπεριν ή ν, κτλ.
Μετ ὰ δ ὲ τ ὴ ν ἐ κφ ώ νησιν, ψ ά λλομεν τ ῆ ς ὀ κτω ή χου τ ὸ Στιχηρ ὸ ν Ἀ ναστ ά σιμον τ ῶ ν Ἀ ποστ ί χων.
ὁ β’ χορός
Ἦ χος πλ.β’
Ἀ μήν. Τ ὴν Ἀνάστασίν σου Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον, ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.
ὁ α’ χορός
Ἦ χος πλ. α΄
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ
Χαίροις ἀσκητικῶν
Χ αίροις ἡ ζωηφόρος Πηγή, κατὰ θαλάσσας πελαγίζουσα θαύματα, πρὸς πᾶσαν τὴν οἰκουμένην Ὠκεανὲ νοητέ, τὰ Νειλῷα ῥεῖθρα ὑπερβαίνουσα, τῇ χύσει τῆς χάριτος, Σιλωὰμ ἐκ πέτρας ἄλλος δεύτερος, ὕδωρ πηγάζων, ὡς παράδοξον, Ἰορδάνου τε δεξαμένη ἐνέργειαν, μάννα σωτηριῶδές τε ἐναργῶς τὸ γινόμενον πρὸς τοῦ ζητοῦντος τὴν χρείαν· πλούσιον ὄντως καὶ ἄφθονον, Χριστοῦ Μῆτερ Κόρη ἡ προχέουσα τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
Ὕ μνοις ἐν ἐξαισίοις, Πιστοὶ, τὴν ἐπουράνιον νεφέλην ὑμνήσωμεν, σταγόνα τὴν οὐρανίαν, τὸν ζωοδότην Χριστόν, ἐπὶ γῆς ἀρρεύστως ὑετίζουσαν, τὸ ζῶν, τὸ ἁλλόμενον, καὶ πηγάζον ἀθάνατα, ὕδωρ τὸ θεῖον, τὴν ἀμβροσίαν τοῦ νέκταρος τοῦ μηδέποτε μετὰ πόσιν ἐκρέοντος, δίψαν δὲ τὴν συντήκουσαν ψυχὰς ἀπελαύνοντος, οὗπερ πιόντες ἐμφρόνως, ῥεύματα θεῖα προβάλλονται, κοιλίας ἐκ νόου, ἑπομβρίζοντα τοῖς πᾶσι, χάριν τὴν ἄφθονον.
ὁ α ’ χορός
Στίχ. Τοῦ ποταμοῦ τὰ ὁρμήματα, εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.
Χ αίροις ἡ ζωοδόχος Πηγή, ἡ ἀενάως ἀναβλύζουσα χάριτας, ἡ βρύσις τῶν ἰαμάτων ἡ πᾶσαν νόσων ἰσχύν, ἀσθενῆ καὶ φαύλην ἀπελέγχουσα, τυφλῶν ἡ ἀνάβλεψις, καὶ λεπρῶν θεία κάθαρσις, ἡ πηγάζουσα, νοσημάτων πᾶν φάρμακον, ἅπασι τοῖς προστρέχουσι, πιστῶς τῷ τεμένει σου, μέγα κοινὸν ἰατρεῖον ἄμισθον ὄντως καὶ ἕτοιμον, Χριστοῦ Μῆτερ Λόγου, τοῦ πηγάζοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ὁ β ’ χορός
Δ ό ξα Πατρὶ … Ἦχος πλ . α ‘
Σ αλπίσωμεν φιλέορτοι ἐν ὕμνοις, σκιρτήσωμεν ἐν ὕδασι καὶ χορεύσωμεν εὐφραινόμενοι, τοῖς ἀενάως πλημμυροῦσι τῆς ζωηφόρου Πηγῆς. Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ Πηγῆς τὴν χάριν προχείτωσαν ἀφθόνως· Βασιλεῖς γὰρ ἔσωσε, τοὺς ἐν κλίνῃ συσχεθέντας δέ, τῇ προσψαύσει ἐξανέστησε. Ποιμένες τε καὶ σύμπαντες, τὴν ὀμβροφόρον νεφέλην, τὸ σωτήριον συνελθόντες ἀρυσώμεθα, οἱ ἐν νόσοις ἀπαλλαγὴν, οἱ ἐν κινδύνοις τὴν ῥῶσιν, τὴν ἀναψυχὴν οἱ ἐν δίψει· τὰ ὄμματά τε οἱ τυφλοί, οἱ κωφεύοντες τήν εὐηκοΐαν, τὴν ἰατρείαν οἱ καχεκτοῦντες, οἱ ἐν θανάτοις τὴν ζωηφόρον, οἱ πάντες τὴν πανταχοῦ πιστοῖς προρρέουσαν, ὕδατα σωτηρίας, ἀνακροτήσαντες, οὕτω κράξωμεν· Ἀείζωα προχέουσα νάματα, ἐκ Πηγῆς ἁγνή, μὴ διαλίπῃς Παρθένε πρεσβεύουσα πάντοτε ὑπὲρ τῶν δούλων σου .
ὁ α’ χορός
Κα ὶ ν ῦ ν… Ἦ χος πλ.α’
Ἀ ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα, Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς΄ Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν΄…
ὁ β’ χορός
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
ὁ α’ χορός
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
ὁ β’ χορός
Χ ριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
᾽Απόλυσις : Δ ιαλογική· «῾Ο ἀναστάς ἐκ νεκρῶν… ».
ὁ Προεξάρχων: πρός τόν λαόν· «Χριστός ἀνέστη ».
ὁ Λαός: «᾽Αληθῶς ἀνέστη », τό αὐτό ἐπαναλαμβάνεται ἄλλας δύο φοράς καί ἀκολούθως ἐκφωνεῖ·
ὁ Προεξάρχων: Τό· «Δόξα τῇ Αὐτοῦ τριημέρῳ ἐγέρσει ».
ὁ Λαός: ᾽Αποκρίνεται διά τοῦ· «Προσκυνοῦμεν Αὐτοῦ τήν τριήμερον ἔγερσιν ».
ὁ Προεξάρχων: Κ ατακλείει διά τοῦ· «Χριστός ἀνέστη… » (Ὅλον), καὶ
ὁ Λαός : ᾽Αντιφωνεῖ · «᾽Αληθῶς ἀνέστη ὁ Κύριος ».
Μου αρέσει αυτό: Μου αρέσει! Φόρτωση...
Πλοήγηση άρθρων
Τώρα σας συμβουλεύω να κάμετε από κομβολόγι μικροί και μεγάλοι και να το κρατήτε με το αριστερό χέρι, και με το δεξιό να κάμνετε τον σταυρόν σας και να λέγετε: Κύριε Ιησού Χριστέ, Υιέ και Λόγε του Θεού του ζώντος, διά της Θεοτόκου και πάντων των Αγίων ελέησόν με τον αμαρτωλόν και ανάξιον δούλον σου.