24 ΜΑΡΤΙΟΥ 2012
Προεόρτια τοῦ Εὐαγγελισμοῦ τῆς Θεοτόκου· ᾿Αρτέμονος ἱερομάρτυρος, ἐπισκόπου Σελευκείας τῆς Πισιδίας (α΄ αἰ.).
Σάββατον τῆς Δ’ Ἑβδομάδος τῶν Νηστειῶν.
________________________________________
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦχος δ’
ὁ α’ χορὸς
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στίχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορός
Ἀπολυτίκιον Προεόρτιον Ἦχος δ’
Σήμερον τῆς παγκοσμίου χαρᾶς τὰ προοίμια, τὴν προεόρτιον ᾆσαι προτρέπεται· ἰδοὺ γὰρ Γαβριὴλ παραγίνεται, καὶ πρὸς αὐτὴν ἐκβοήσεται· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
.
ὁ β’ χορός
Δόξα Πατρὶ… Καὶ νῦν…
Σήμερον τῆς παγκοσμίου χαρᾶς……
________________________________________
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
Μετὰ τὸν Α’ Στιχολογίαν
Καθίσματα Μαρτυρικὰ
ὁ α’ χορός
Ἦχος βαρὺς
Ἀγαλλιᾶσθε Δίκαιοι, εὐφραινέσθω τὰ οὐράνια· ἐπὶ γῆς γὰρ οἱ Μάρτυρες ἀγωνισάμενοι, τὴν πλάνην κατήργησαν, σκιρτάτω ἡ Ἐκκλησία, τὰ νικητήρια ἑορτάζουσα, τῷ ἀθλοθέτῃ, καὶ μόνῳ νικοποιῷ, Χριστῷ τῷ Θεῷ, τῷ παρέχοντι τῷ Κόσμῳ τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ· εὐλογητὸς ὁ Θεός.
Τῆς ἀθεότητος τῶν τυράννων καταφρονήσαντες, καὶ τῶν βασάνων τὸ ἄλγος παραβλεψάμενοι Ἅγιοι, τὴν πίστιν τὴν εἰς Χριστὸν οὐκ ἠρνήσασθε. Διὸ ἱκετεύσατε τόν φιλάνθρωπον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ α’ χορός
Στίχ. τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Ἅγιοι πρεσβεύσατε, ἄφεσιν δοθῆναι ἡμῖν τῶν πλημμελημάτων ἡμῶν, καὶ τῶν προσδοκωμένων δεινῶν, ῥυσθῆναι ἡμᾶς, καὶ πικροῦ θανάτου δεόμεθα.
ὁ β’ χορός
Δόξα…
Καὶ νῦν… Θεοτοκίον
Ὡς τῆς ἡμῶν ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ ἔσωσας, τεκοῦσα τὴν σωτηρίαν ἡμῶν, ἡ πρὸ τόκου παρθένος, καὶ ἐν τόκῳ παρθένος, καὶ μετὰ τόκον παρθένος μείνασα.
[μετὰ δὲ τὸν ῎Αμωμον]
Εὐθὺς ὁ ν΄ ψαλμὸς χῦμα.
Ὁ Προεόρτιος Κανὼν εἰς ς’
Ποίημα Γεωργίου, οἱ δὲ Θεοφάνους.
ᾨδὴ α’
ὁ α’ χορός
Ἦχος δ’
Ὁ Εἱρμὸς
Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαληκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.
ὁ β’ χορός
Θαλάσσης, τὸ ἐρυθραῖον…..
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὁ κόσμος, περιχαρῶς εὐφράνθητι, ὥσπερ αἰσθόμενος, τὴν τοῦ Κυρίου κάθοδον ἐν σοί· διὰ σπλάγχνα ἐλέους γάρ, ἐξ οὐρανοῦ κατέρχεται, γαστρὶ Παρθένου σωματούμενος.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἰδοὺ σοι, τῇ Βασιλίδι στέλλεται, θεῖος Ἀρχάγγελος, τοῦ Βασιλέως πάντων καὶ Θεοῦ, προμηνῦσαι τὴν ἔλευσιν, καὶ προσφωνήσει· Χαῖρέ σοι, ἐπ’ ἀνακλήσει τοῦ Προπάτορος.
ὁ α’ χορὸς
Δόξα…
Ἡ στάμνος, ἡ φωταυγὴς καὶ πάγχρυσος, διευτρεπίσθητι, πρὸς εἰσδοχὴν τοῦ μάννα τῆς ζωῆς· ἐπὶ σὲ γὰρ ἐλεύσεται, διὰ φωνῆς Ἀγγέλου σοι, ὑπερφυῶς εἰσοικιζόμενος.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Λαγόσι, σοῦ τῆς Ἁγνῆς οἰκίζεσθαι, μέλλει ὁ Κύριος, ὁ κατοικῶν ἀεὶ τοὺς οὐρανούς· οὐρανῶσαι γὰρ ἔρχεται, τῶν γηγενῶν τὸ φύραμα, τοῦτο σαφῶς ἐπενδυσάμενος.
ᾨδὴ γ’ Ὁ Εἱρμὸς
ὁ α’ χορὸς
Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ’ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ Σοφίᾳ Θεοῦ· οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου φιλάνθρωπε.
ὁ β’ χορὸς
Οὐκ ἐν σοφίᾳ…….
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Γῆ τὰς ἀκάνθας, τῶν παθῶν λυπηρῶς ἡ βλαστήσασα, σκίρτα χόρευε· ἰδού, ὁ γεωργὸς ὁ ἀθάνατος, κατάρας ἐξαίρων σε, νῦν ἐπελεύσεται.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὁ θεῖος πόκος, ἑτοιμάζου Παρθένε ἀμόλυντε· ἐπὶ σὲ γὰρ ὁ Θεός, ὡς ὑετὸς καταβήσεται, ξηρᾶναι τὰ ῥεύματα, τῆς παραβάσεως.
ὁ α’ χορὸς
Δόξα…
Τόμος ὁ θεῖος, εὐτρεπίζου· Πατρὸς τῷ δακτύλῳ γάρ, ἐγγραφήσεται ἐν σοί, ὁ θεῖος Λόγος σαρκούμενος, τὴν ἐξ ἀλογίας μου, λύων παράβασιν.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Χρυσῆ λυχνία, ὑποδέχου τὸ πῦρ τῆς Θεότητος, ἀναλάμπον διὰ σοῦ, καὶ φῶς τῷ κόσμῳ δωρούμενον, δι’ οὗ τῶν κακῶν ἡμῶν, σκότος λυθήσεται.
ΚΑΤΑΒΑΣΙΑ
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ’ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ Σοφίᾳ Θεοῦ· οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου φιλάνθρωπε.
________________________________________
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…
Κάθισμα
ὁ α’ χορὸς
Ἦχος γ’
Τὴν ὡραιότητα
Σήμερον ἅπασα κτίσις ἀγάλλεται, ὅτι τὸ Χαῖρέ σοι φάσκει ὁ Ἄγγελος, εὐλογημένη σὺ Ἁγνή, τοῦ Χριστοῦ Μήτηρ ἄχραντε. Σήμερον τοῦ ὄφεως, ἀμαυροῦται τὸ φρύαγμα· ἀρᾶς γὰρ διαλέλυται, ὁ δεσμὸς τοῦ Προπάτορος. Διὸ σοι καὶ ἡμεῖς ἐκβοῶμεν· Χαῖρε ἡ Κεχαριτωμένη.
ᾨδὴ δ’ Ὁ Εἱρμὸς
ὁ β’ χορὸς
Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορὸς
Ἐπαρθέντα σε ἰδοῦσα..
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὸ Μυστήριον τὸ πάλαι πρὸ τῶν αἰώνων, προορισθὲν φανέρωσιν, ἄρχεται λαμβάνειν, γῆ καὶ τὰ οὐράνια, συμφώνως εὐφράνθητε, καὶ χαρμονικῶς ἀλαλάξατε.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τὸ Παλάτιον τὸ μέγα τοῦ Βασιλέως, τῶν ἀκοῶν διάνοιξον τὰς θείας εἰσόδους· ἤδη γὰρ ἐλεύσεται, Χριστὸς ἡ ἀλήθεια, καὶ κατασκηνώσει ἐν μέσῳ σου.
ὁ β’ χορὸς
Δόξα…
Τῆς Προμήτορος τὸν ὄλισθον ἀνορθώσων, ὁ λυτρωτὴς ὀφθήσεται, ἐν ἀπειρογάμῳ, μήτρᾳ οἰκιζόμενος· Αὐτῷ μελῳδήσωμεν· Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ἀββακούμ, σὲ προηγόρευσε πάλαι Ὄρος, ταῖς ἀρεταῖς κατάσκιον, ἐξ οὗ φανεροῦσθαι, μέλλει ὁ Θεὸς ἡμῶν, Παρθένε πανάμωμε,…
ὁ β’ χορὸς
.. μόνη τῶν βροτῶν ἐγκαλλώπισμα.
ᾨδὴ ε’ Ὁ Εἱρμὸς
ὁ α’ χορὸς
Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.
ὁ β’ χορὸς
Σὺ Κύριέ μου φῶς……
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὦ ἄσπιλε Ἀμνάς, ὁ Ἀμνὸς τοῦ Θεου ἡμῶν, τὴν μήτραν σου ὑπεισδῦναι, κατεπείγεται αἴρων, ἡμῶν τὰ ἁμαρτήματα.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ῥάβδος ἡ μυστική, μέτ’ ὀλίγον ἀνθήσειεν, ὡς γέγραπται, θεῖον ἄνθος, Ἰεσσαὶ ἐκ τῆς ῥίζης, ἡμῖν ἐμφανιζόμενον.
ὁ α’ χορὸς
Δόξα…
Ἀγγέλου τῇ φωνῇ, πιανθεῖσα ὡς ἄμπελος, πρὸς βλάστησιν ἑτοιμάζου, τοῦ πεπείρου Παρθένε, καὶ ἀκηράτου βότρυος.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Μέγιστε Προφητῶν, Ἡσαΐα εὐφράνθητι· Παρθένος γὰρ ἣν προέφης, ἐν γαστρὶ συλλαμβάνει, …..
ὁ α’ χορὸς
……Βουλῆς μεγάλης Ἄγγελον.
ᾨδὴ ς’ Ὁ Εἱρμὸς
ὁ β’ χορὸς
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι’ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
ὁ α’ χορὸς
Θύσω σοι, μετὰ φωνῆς…..
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χαῖρέ σοι, Γαβριὴλ ὁ Ἀρχάγγελος φθέγγεται· τὴν γὰρ χαρὰν ἐν γαστρί σου, συλλαμβάνειν μέλλεις ἀνερμηνεύτως, ἣν ἡ Εὔα, παραβάσει Παρθένε ἀπώλεσεν.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οὐ φλέξει, μὴ δειλιάσῃς ὅλως, τὴν μήτραν σου, πῦρ τῆς Θεότητος Κόρη· ἡ γὰρ βάτος πάλαι σε προετύπου, καιομένη, οὐδαμῶς φλεγομένη δὲ Πάναγνε.
ὁ β’ χορὸς
Δόξα…
Τὸ Ὄρος, Δανιὴλ ὃ προεῖδεν ἐν Πνεύματι, χαῖρε Παρθένε· ἐκ σοῦ γάρ, ὁ νοητὸς λίθος ἀποτμηθήσεται, καὶ συντρίψει, τῶν δαιμόνων τὰ ἄψυχα ξόανα.
ὁ α’ χορὸς
Καὶ νῦν…
Εἰρήνης, ὁ Βασιλεὺς ἐν σοὶ ἐπελεύσεται, τοῦ διὰ σοῦ εἰρηνεῦσαι, τοὺς πολεμηθέντας καὶ ἡττηθέντας, Θεομῆτορ, πονηρᾷ συμβουλίᾳ τοῦ ὄφεως.
Τετραῴδιον
ᾠδὴ Ϛ’ Ἦχος δ’
ὁ β’ χορὸς
Ἐν πελάγει τοῦ βίου
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὑπερέβητε ὅρους, σαρκὸς Ἀθληταί, πολλῇ ὑπομονῇ, ὑπενεγκόντες τιμωρίας πόνους, διὸ ἅπαντα πόνον, καὶ θλῖψιν κουφίζετε, τῶν ὑμᾶς ἀνυμνολογούντων.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Μυριάσιν Ἀγγέλων, στρατὸς ἡνώθη, ἁγίων Ἀθλητῶν, καὶ ἱκετεύει τὸν πανάγιον Θεόν, ἐγκλημάτων μυρίων, ἡμᾶς ἐκλυτρώσασθαι, ὡς Χριστῷ εὐηρεστηκότες.
ὁ β’ χορὸς
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. Νεκρώσιμον
Νεκρωθεὶς καὶ ἐν τάφῳ, Χριστὲ ὑπνώσας, ἀνέστησας νεκρούς, καὶ τοῖς πίστει τεθνεῶσι νέμεις, ἀγαθότητος πλοῦτον, Χριστὲ τὴν ἀνάπαυσιν, μετὰ πάντων τῶν Ἁγίων.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ὁ Θεοῦ Θεὸς Λόγος, ζητῶν θεῶσαι τὸν ἄνθρωπον Ἁγνή, ἐκ σοῦ σαρκοῦται, καὶ βροτὸς ὁρᾶται ὃν ἀπαύστως δυσώπει, εὑρεῖν ἡμᾶς ἔλεος, ἐν καιρῷ τῆς ἀπολογίας.
Ἕτερος τοῦ κυρίου Θεοδώρου
Εἱρμὸς ἄλλος, ἦχος ὁ αὐτὸς.
ὁ β’ χορὸς
Τῶν πταισμάτων τῇ ζάλῃ
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σαρκὸς καὶ αἵματος Ἅγιοι μὴ φεισάμενοι, πρὸς πᾶσαν βάσανον ἔστητε, ἀκατάπληκτοι, Χριστὸν μὴ ἐξαρνούμενοι, διὸ ἐκ τῶν οὐρανῶν κατέπεμψε Χριστός, τοὺς στεφάνους ἡμῖν.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τῇ τῶν Μαρτύρων πανηγύρει ὑπαντήσωμεν, λαμπροφοροῦντες ταῖς πράξεσι, καὶ βοήσωμεν ἐν θεοπνεύστοις ᾄσμασιν. Ὑμεῖς ἐστε ἀληθῶς ἑωσφόροι, ἐπὶ γῆς Χριστομάρτυρες.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Τριὰς ἁγία δοξάζω σε, φύσιν ἄναρχον, ἕνα Θεὸν ἕνα Κύριον, τρία πρόσωπα, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, ἀγέννητον γεννητὸν ἐκπορευτόν, τὸν αὐτὸν καὶ ἀΐδιον.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ὢ μακαρία Θεόνυμφε, πῶς γεγέννηκας ἄνευ ἀνδρός, καὶ μεμένηκας ὡς τὸ πρότερον; Θεὸν γὰρ ἀπεκύησας, τεράστιον φοβερόν, ἀλλ’ αἴτησαι σώζεσθαι, τοὺς ὑμνοῦντάς σε.
ὁ β’ χορὸς
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Μαρτυρικὸν
Τὰς συγκοπὰς τῶν μελῶν ὑμῶν διαβλέποντες, ἐνετρυφᾶτε τοῖς αἵμασιν ἀγαλλόμενοι, ἀλλὰ καθικετεύσατε, ὑπὲρ ἡμῶν ἐκτενῶς τῷ Κυρίῳ Μάρτυρες ἀεισέβαστοι.
ὁ α’ χορὸς
Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου Κύριε. Νεκρώσιμον
Ὁ ἐκ γῆς πλαστουργήσας με καὶ ζωώσας με, καὶ εἰς γῆν ἐπιστρέφειν με πάλιν φάμενος, οὓς προσελάβου δούλους σου ἀνάπαυσον, καὶ ἐκ φθορᾶς τοῦ θανάτου ἀνάγαγε Κύριε.
Καταβασία
ὁ β’ χορὸς
Ὁ Εἱρμὸς
Τῶν πταισμάτων τῇ ζάλῃ βυθιζόμενος, ὡς ἐν κοιλίᾳ τοῦ κήτους συνεχόμενος, σὺν τῷ Προφήτῃ κραυγάζω σοι΄ Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, Κύριε, καὶ διάσωσόν με.
________________________________________
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς…
Κοντάκιον Προεόρτιον
Ἦχος δ’
Ἐπεφάνης σήμερον
Ἐπελεύσει Πνεύματος τοῦ Παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, τοῦ Ἀρχαγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.
Συναξάριον
Τῇ ΚΔ’ τοῦ αὐτοῦ μηνός, Προεόρτια τοῦ Εὐαγγελισμοῦ τῆς Ὑπεραγίας Θεοτόκου, καὶ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρτέμονος, Ἐπισκόπου Σελευκείας τῆς Πισιδείας.
Στίχοι
Τὴν σάρκα ῥίψας, ὡς ἔλυτρον, Ἀρτέμων,
Οὐ γῆς ἔχων τι στέλλεται τὴν πρὸς πόλον.
Εἰκάδι ἀμφὶ τετάρτῃ ἐδέξατο Ἀρτέμον Ἐδέμ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἀρτέμονος, Πρεσβυτέρου Λαοδικείας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ζαχαρίας ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Θεῷ πρὸς ἰσχὺν ἐξομοιωθείς, Πάτερ,
Υἱῷ Θεοῦ σύγκληρος ἐκστὰς γῆς γίνῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ὀκτὼ Μάρτυρες, οἱ ἐκ Καισαρείας τῆς Παλαιστίνης, ξίφει τελειοῦνται.
Στίχοι
Σωτῆρος ὀκτάριθμος ἐτμήθη φάλαγξ,
Τοῦ πρὶν περιτμηθέντος ὀκταημέρου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Μαρτῖνος ὁ Θηβαῖος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Καλῷ τραφεὶς κάλλιστα γήρᾳ, Μαρτῖνε,
Θανὼν θανοῦσι προστέθεισαι Πατράσι.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
________________________________________
Καταβασία
ὁ β’ χορὸς
ᾨδὴ η’ ἦχος δ’
Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.
Ὁ Εἱρμὸς
Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ, θάλασσαι καὶ πᾶσαι αἱ πηγαί, οἱ οὐρανοὶ τῶν οὐρανῶν, φῶς καὶ σκότος, ψῦχος καὶ καύσων, υἱοὶ τῶν ἀνθρώπων, Ἱερεῖς εὐλογεῖτε τόν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
________________________________________Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος δ’)
ὁ α’ χορός
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ.Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν…
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’
Μεγαλύνομεν πάντες, τὴν φιλανθρωπίαν σου Κύριε Σωτὴρ ἡμῶν, ἡ δόξα τῶν δούλων σου, καὶ στέφανος τῶν πιστῶν, ὁ μεγαλύνας τὴν μνήμην τῆς Τεκούσης σε.
ὁ β’ χορός
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
________________________________________
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
Ἐξαποστειλάριον
ὁ α’ χορός
Γυναῖκες ἀκουτίσθητε
Ὡς δῶρα προεόρτια, προσφέρομέν σοι Πάναγνε, φιλοπτωχείας τὸν πλοῦτον, ἁγνείαν καὶ σωφροσύνην, ὕμνους εὐχὰς καὶ δάκρυα, νηστείαν καὶ ταπείνωσιν, ἐφ’ οἷς συμπράττοις Δέσποινα, καὶ ἅπαντας ἐποπτεύοις εὐσπλάγχνως, ὦ Θεομῆτορ.
ὁ β’ χορός
Ὡς δῶρα προεόρτια…..
________________________________________ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος δ’
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Στιχηρὰ Προσόμοια
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὁ ἐξ ὑψίστου κληθεὶς
Κατοικτειρήσας τὸ ποίημα ὁ Πλάστης, σπλάγχνοις τοῖς οἰκείοις τε κατακαμπτόμενος, Κόρης ἐν μήτρᾳ Θεόπαιδος, οἰκῆσαι σπεύδει, πρὸς ἣν ὁ μέγας ἦλθεν Ἀρχάγγελος. Χαῖρε προσφθεγγόμενος, Θεοχαρίτωτε, νῦν μετὰ σοῦ ὁ Θεὸς ἡμῶν, μὴ πτοηθῇς με, τοῦ Βασιλέως τὸν Ἀρχιστράτηγον· εὗρες γὰρ χάριν, ἣν ἀπώλεσεν, Εὔα τὸ πρὶν ἡ Προμήτωρ σου, καὶ συλλήψῃ καὶ τέξῃ, τοῦ Πατρὸς τὸν ὁμοούσιον.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Κατοικτειρήσας τὸ ποίημα ὁ Πλάστης,…..
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ξένος ἐστί σου ὁ λόγος καὶ ἡ θέα, ξένα σου τὰ ῥήματα καὶ τὰ μηνύματα, ἡ Μαριὰμ πρὸς τὸν Ἄγγελον, μὴ με πλανήσῃς, Κόρη ὑπάρχω γάμου ἀμύητος, λέγεις ὡς συλλήψομαι τὸν ἀπερίληπτον, καὶ πῶς χωρήσει ἡ μήτρα μου, ὃν τὰ μεγέθη, τῶν οὐρανῶν χωρῆσαι οὐ δύνανται; Τοῦ Ἀβραὰμ σε διδαξάτω πρίν, ἡ καλύβη, Θεὸν ἡ χωρήσασα, προτυποῦσα Παρθένε, τὴν Θεόδεκτον γαστέρα σου.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Εἰς Ναζαρὲτ νῦν τὴν Πόλιν ἐπιφθάσας, Πόλιν σὲ τὴν ἔμψυχον τοῦ Βασιλέως Χριστοῦ, ὁ Γαβριὴλ κατασπάζεται, βοῶν σοι· Χαῖρε, εὐλογημένη Θεοχαρίτωτε, ἕξεις ἐν νηδύϊ σου Θεὸν σαρκούμενον, καὶ διὰ σοῦ τὸ ἀνθρώπινον, πρὸς τὸ ἀρχαῖον, δι’ εὐσπλαγχνίαν ἀνακαλούμενον· Εὐλογημένος τῆς κοιλίας σου, θεῖος καρπὸς ὁ ἀθάνατος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.
ὁ α’ χορός
Δόξα… Καὶ νῦν… Ἦχος α’
Τῷ ἕκτῳ μηνί, ὁ Ἀρχιστράτηγος ἀπεστάλη πρὸς σὲ τὴν Παρθένον Ἁγνήν, μηνῦσαί σοι τὸν λόγον τῆς σωτηρίας· ἅμα δὲ καὶ καλέσαι σε· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, τέξῃς Υἱόν, τὸν πρὸ αἰώνων ἐκ Πατρός, ὃς σώσει τὸν λαὸν αὐτοῦ, ἐκ τῶν πταισμάτων αὐτῶν.
Ὁ προεστὼς:
Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἀναγνώστης χύμα τὸ
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πληρώσωμεν τὴν ἑωθινήν… Σὸν γὰρ ἐστὶν… ________________________________________
Εἰς τὰ Ἀπόστιχα
Στιχηρὰ Προσόμοια.
ὁ α’ χορός
Ἦχος πλ. δ’
Ὢ τοῦ παραδόξου θαύματος
Ἄρχων τῶν ἄνω Δυνάμεων, ὁ Γαβριὴλ καταπτάς, τὴν Παρθένον ἀσπάζεται, χαῖρε λέγων ὄχημα, καθαρὸν τῆς Θεότητος, σὲ ἐξ αἰῶνος Θεὸς ἠγάπησεν, εἰς κατοικίαν τε ᾑρετίσατο, δοῦλος Δεσπότου σου, παρουσίαν πάρειμι, ἀναβοῶν, τέξῃ οὖν τὸν Κύριον, ἄφθορος μένουσα.
ὁ β’ χορός
Στίχ. Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
Τί σου τὸ εἶδος τὸ πύρινον, τῷ Γαβριὴλ ἡ Σεμνή, μέτ’ ἐκπλήξεως ἔφησε, τί σου τὸ ἀξίωμα, καὶ τῶν λόγων ἡ δύναμις; παιδοποιΐαν προσεπαγγέλλῃ μοι, ἐγὼ δὲ πεῖραν ἀνδρὸς οὐ κέκτημαι, ἄπιθι πόρρωθεν, μὴ πλανήσῃς ἄνθρωπε, ὥς περ τὸ πρίν, Εὔαν τὴν Προμήτορα, ὄφις ὁ δόλιος.
ὁ α’ χορός
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Πνεῦμα Θεοῦ τὸ πανάγιον, ἥξει ἁγνὴ ἐπὶ σέ, Θεοχώρητε Δέσποινα, καὶ ἐπισκιάσει σοι, τοῦ Ὑψίστου ἡ δύναμις, καὶ τέξῃ παῖδα διατηροῦντά σου, τὴν παρθενίαν ἀπαρασάλευτον, οὗτος Υἱὸς ἐστιν, ἀγενεαλόγητος, οὗτος ὀφθείς, σώσει τὸν λαὸν αὐτοῦ, καθὼς ηὐδόκησε.
ὁ β’ χορός
Δόξα… Καὶ νῦν… Ἦχος δ’
Γλῶσσαν ἣν οὐκ ἔγνω, ἤκουσεν ἡ Θεοτόκος· ἐλάλει γὰρ πρὸς αὐτὴν ὁ Ἀρχάγγελος, τοῦ Εὐαγγελισμοῦ τὰ ῥήματα· ὅθεν πιστῶς δεξαμένη τὸν ἀσπασμόν, συνέλαβέ σε τὸν προαιώνιον Θεόν. Διὸ καὶ ἡμεῖς ἀγαλλόμενοι βοῶμέν σοι· ὁ ἐξ αὐτῆς σαρκωθεὶς ἀτρέπτως Θεός, εἰρήνην τῷ κόσμῳ δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
ὁ Προεστώς: Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου Ὕψιστε, τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Μεθ’ ὅ, Τρισάγιον. Παναγία Τριάς, Πάτερ ἡμῶν, Ὅτι σοῦ ἐστιν.
Ἀπολυτίκιον Προεόρτιον
Ἦχος δ’
Σήμερον τῆς παγκοσμίου χαρᾶς τὰ προοίμια, τὴν προεόρτιον ᾆσαι προτρέπεται· ἰδοὺ γὰρ Γαβριὴλ παραγίνεται, καὶ πρὸς αὐτὴν ἐκβοήσεται· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
________________________________________
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ παρόντα
ΑΝΤΙΦΩΝΑ
Ἀντίφωνον α’
Ἦχος β’
ὁ α’ χορὸς
Στίχ. α’. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῷτερ, σῷσον ἡμᾶς.
ὁ β’χορὸς
Στίχ. β’. Τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορὸς
Στίχ. γ’. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Δόξα πατρὶ… Καὶ νῦν…
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
Ἀντίφωνον β’
ὁ β’χορὸς
Στίχ. α’. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.
Σῷσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.
ὁ α’ χορὸς
Στίχ. β’. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ, ὅτι Θεὸς μέγας, Κύριος καὶ Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
Σῷσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός…
ὁ β’χορὸς
Στίχ. γ’. Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν, ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν, καὶ τὴν ξηράν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.
Σῷσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός…
ὁ α’ χορὸς
Δόξα Πατρὶ…
ὁ β’ χορὸς
Καὶ νῦν…
Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον γ’
ὁ α’ χορὸς
Ἦχος δ’
Στίχ. Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
Ἀπολυτίκιον Προεόρτιον
Σήμερον τῆς παγκοσμίου χαρᾶς τὰ προοίμια, τὴν προεόρτιον ᾆσαι προτρέπεται· ἰδοὺ γὰρ Γαβριὴλ παραγίνεται, καὶ πρὸς αὐτὴν ἐκβοήσεται· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
ΕΙΣΟΔΟΣ
ὁ α’ χορὸς
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…
ὁ β’χορὸς
…ψάλλοντάς σοι Ἀλληλούϊα.
ὁ α’ χορὸς
Ἀπολυτίκιον Προεόρτιον Ἦχος δ’
Σήμερον τῆς παγκοσμίου χαρᾶς τὰ προοίμια, τὴν προεόρτιον ᾆσαι προτρέπεται· ἰδοὺ γὰρ Γαβριὴλ παραγίνεται, καὶ πρὸς αὐτὴν ἐκβοήσεται· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
ὁ β’ χορὸς
Τοῦ Ναοῦ
ὁ α’ χορὸς
Κοντάκιον Προεόρτιον
Ἦχος δ’
Ἐπεφάνης σήμερον
Ἐπελεύσει Πνεύματος τοῦ Παναγίου, τοῦ Πατρὸς τὸν σύνθρονον, καὶ ὁμοούσιον φωνῇ, τοῦ Ἀρχαγγέλου συνέλαβες, Θεοκυῆτορ, Ἀδὰμ ἡ ἀνάκλησις.
________________________________________
Τρισάγιον
________________________________________
᾽Απόστολος
Προκείμενον Ἦχος πλ. β’
Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Στίχ. Πρὸς σέ, Κύριε κεκράξομαι, ὁ Θεός μου.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
(Ϛ’ 9-12)
Ἀδελφοί, πεπείσμεθα δὲ περὶ ὑμῶν͵ ἀγαπητοί͵ τὰ κρείσσονα καὶ ἐχόμενα σωτηρίας͵ εἰ καὶ οὕτως λαλοῦμεν· οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ͵ διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες. Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους͵ ἵνα μὴ νωθροὶ γένησθε͵ μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.
Ἀλληλούϊα (γ΄) .
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Μάρκον. (Ζ’ 31-37).
Τῷ καιρῷ ἐκείνῳ, ἐξελθὼν ὁ Ἰησοῦς ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος ἦλθε πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. Καὶ φέρουσιν αὐτῷ κωφὸν μογγιλάλον καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾿ ἰδίαν ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ,καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξε καὶ λέγει αὐτῷ· ἐφφαθᾶ, ὅ ἐστι διανοίχθητι. Καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαὶ καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον. Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· καλῶς πάντα πεποίηκε καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ τοὺς ἀλάλους λαλεῖν.
________________________________________Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
________________________________________Εἰς τό᾽Εξαιρέτως
ὁ α’ χορός
ἦχος β’( Ἀρχαία Τάξις)
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
________________________________________
Κοινωνικόν
ὁ β’ χορὸς
«᾿Α¬γαλ¬λιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ. τοῖς εὐθέσι πρέπει αἲνεσις» Ἀλληλούϊα .
ὁ α’ χορός
ἦχος β’
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
ὁ β’ χορός
Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
ἦχος β’
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (Τρίς).
Ἀπόλυσις
ΣΕ PDF
24 ΜΑΡΤ12 ΣΑΒΒΑΤΟ Δ΄ΝΗΣΤΕΙΩΝ ΠΡΟΕΟΡΤΙΑ ΕΥΑΓΓΕΛΙΣΜΟΥ