ΚΥΡΙΑΚΗ Β’ ΤΩΝ ΝΗΣΤΕΙΩΝ ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

Συναξάριον

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακὴ δευτέρα τῶν Νηστειῶν, μνήμην ἐπιτελοῦμεν τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ.

Στίχοι

Φωτὸς λαμπρὸν κήρυκα νῦν ὄντως μέγαν,

Πηγὴ φάους ἄδυτον ἄγει πρὸς φέγγος.

 

Κοντάκιον

Τῇ ὑπερμάχῳ στρατηγῷ

Τὸ τῆς σοφίας ἱερὸν καὶ θεῖον ὄργανον, θεολογίας τὴν λαμπρὰν συμφώνως σάλπιγγα ἀνυμνοῦμέν σε Γρηγόριε θεορρῆμον. Ἀλλ’ ὡς νοῦς Νοῒ τῷ πρώτῳ παριστάμενος, πρὸς αὐτὸν τὸν νοῦν ἡμῶν Πάτερ ὁδήγησον, ἵνα κράζωμεν· Χαῖρε Κήρυξ τῆς χάριτος.

Ὁ Οἶκος

Πρὸς τό «Ἄγγελος πρωτοστάτης»

Ἄγγελος ἀνεφάνης ἐπὶ γῆς τῶν ἀρρήτων, τὰ θεῖα τοῖς βροτοῖς ἐξαγγέλλων· ταῖς γὰρ τῶν Ἀσωμάτων φωναῖς ἀνθρωπίνῳ νοῒ τε καὶ σαρκὶ χρώμενος, ἐξέστησας ἡμᾶς, καὶ βοᾶν σοι Θεορρῆμον, ἔπεισας ταῦτα·

Χαῖρε δι’ οὗ τὸ σκότος ἠλάθη, χαῖρε, δι’ οὗ τὸ φῶς ἀντεισῆλθε.

Χαῖρε τῆς ἀκτίστου Θεότητος Ἄγγελε, χαῖρε τῆς κτιστῆς καὶ μωρᾶς ὄντως ἔλεγχε.

Χαῖρε, ὕψος ἀνεπίβατον, τὴν Θεοῦ φύσιν εἰπών, χαῖρε, βάθος δυσθεώρητον, τὴν ἐνέργειαν εἰπών.

Χαῖρε ὅτι τὴν δόξαν τοῦ Θεοῦ καλῶς εἶπας, χαῖρε, ὅτι τὰς δόξας τῶν κακούργων ἐξεῖπας.

Χαῖρε, φωστὴρ ὁ δείξας τὸν Ἥλιον, χαῖρε κρατὴρ τοῦ νέκταρος πάροχε.

Χαῖρε, δι’ οὗ ἡ ἀλήθεια λάμπει, χαῖρε, δι οὗ ἐσκοτίσθη τὸ ψεῦδος.

Χαῖρε Κήρυξ τῆς χάριτος.

Ταῖς αὐτοῦ πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s