ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΣΑΒΒΑΤΟΥ Β΄ΝΗΣΤΕΙΩΝ

10 ΜΑΡΤΙΟΥ  2012

Σάββατον τῆς Β’ Ἑβδομάδος τῶν Νηστειῶν.

Κοδράτου τοῦ ἐν Κορίνθῳ καὶ τῶν σὺν αὐ­τῷ 5 μαρτύρων (†251). ᾿Αναστασίας τῆς πα­τρι­κίας, Μι­χα­ὴλ Μαυροει­δῆ νεομάρτ. τοῦ ἐν Ἀδριανουπόλει (†1544).


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα…

 

Καὶ ψλλομεν τετράκις ες χον β’ τ,

ὁ α’ χορὸς

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ β’ χορὸς

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ α’ χορὸς

Στχ. Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ β’ χορὸς

Στχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα.

ὁ α’ χορὸς

πολυτκιον χος β’

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δξα Πατρὶ…χος πλ. δ’

Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

ὁ α’ χορὸς

Κα νν… Θεοτοκον

Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμντες μεγαλνομεν.


Συναπτ μικρ κα  κφνησις

  τι σν τ κρτος…   

Μετὰ τὴν Α’ Στιχολογίαν

Καθίσματα Μαρτυρικὰ

ὁ α’ χορὸς

 

Ἦχος πλ. α’

Κύριε, τὸ ποτήριον τοῦ πάθους σου, οἱ Ἀθλοφόροι σου ζηλώσαντες, κατέλιπον τὴν τοῦ βίου τερπνότητα, καὶ γεγόνασι τῶν Ἀγγέλων συμμέτοχοι· αὐτῶν ταῖς παρακλήσεσιν, εἰρήνην παράσχου ταῖς ψυχαῖς ἡμῶν.

 ὁ β’ χορὸς

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.

Τὰ θαύματα τῶν ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις βουλὰς ἐθνῶν διασκέδασον, τῆς βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος Ἀγαθὸς καὶ φιλάνθρωπος. ΤΟ ΑΚΟΥΤΕ

 ὁ α’ χορὸς

Στίχ. Τοὶς Ἁγίοις τοὶς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Διωγμοὺς καὶ κινδύνους ὑπεριδόντες, καὶ τυράννων τὰ θράση μὴ πτοηθέντες, παρρησίᾳ τὸν Χριστὸν ἀνεκήρυττον καὶ βασάνων αἰκισμοὺς ὑπομείναντες στερρῶς, εἰδώλων πλάνην καθεῖλον, καὶ κράτος τοῦ Διαβόλου, οἱ Ἀθλοφόροι σαφῶς νικήσαντες.

βχορὸς

Δόξα Πατρί

Γινώσκεις ὁ Θεὸς ἡμῶν׀ ὅτι ἐν ἁμαρτίαις γεγεννήμεθα· δι᾿ ὅ σε ἱκετεύομεν·׀ τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον ׀ πα­ρο­ρῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα, ׀ ἃ ὡς ἄνθρωποι καὶ θνη­τοὶ ἐν βίῳ ἔπραξαν ׀ πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

αχορὸς

Καὶ νῦνΘεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 


τὰ Εὐλογητάρια.

χος πλ. α’

ὁ β’ χορὸς

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγὼ εἰμι. ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με.

ὁ α’ χορὸς

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

παλάμῃ ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ’ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.

ὁ β’ χορὸς

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Εἰκών εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι. Παραδείσου πάλιν ποιῶν πολίτην με.

ὁ α’ χορὸς

Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

νάπαυσον, ὁ Θεὸς τοὺς δούλους σου, καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τοὺς κεκοιμημένους δούλούς σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα.

ὁ β’ χορὸς

Δξα Πατρί…  Τριαδικν

Τὸ τριλαμπὲς τῆς μιᾶς θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ θεῖον Πνεῦμα. φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον.

ὁ α’ χορὸς

Κα νν…

Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, δι’ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν, διὰ σοῦ εὕροιμεν Παράδεισον, Θεοτόκε, ἁγνὴ εὐλογημένη.

ὁ β’ χορὸς

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ α’ χορὸς

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

ὁ β’ χορὸς

λληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.

 ὁ α’ χορὸς

Καί ἀναύπασον τοὺς δούλους Σου.


ὁ ῾Ιερεύς:Ελέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
ὁ  α’ χορός: Κύριε, ἐλέησον γ´ (χύμα).

ὁ ῾Ιερεύς:Ετι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ’ ἀρχῆς καί μέχρι τῶν ἐσχάτων, καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καί ἀκούσιον.

ὁ β’ Χορός: Κύριε, ἐλέησον γ´ (χύμα).

ὁ ῾Ιερεύς: ῞Οπως, Κύριος ὁ Θεός, τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τά ἐλέη τοῦ Θεοῦ, τήν βασιλείαν τῶν οὐρανῶν καί ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρά Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καί Θεῷ ἡμῶν αἰτησώμεθα.

ὁ α’ Χορός: Κύριε, ἐλέησον γ´ (χύμα).

ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν

ὁ β’  Χορός: Κύριε, ἐλέησον (ἅπαξ.)

Εἶθ’ οὕτως,

ὁ ῾Ιερεύς:

τήν εὐχήν

῾Ο Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν διάβολον καταπατήσας, τόν δέ θάνατον καταργήσας καί ζωήν τῷ κόσμῳ Σου δωρησάμενος, Αὐτός, Κύριε, ἀνάπαυσον καί τάς ψυχάς τῶν κεκοιμημένων δούλων Σου,  βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καί πάντων τῶν ἀπό περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· πᾶν ἁμάρτημα τό παρ’ αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς ζήσεται ἐπί τῆς γῆς καί οὐχ ἁμαρτήσει· Σύ γάρ μόνος ἐκτός ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη Σου δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ λόγος Σου ἀλήθεια.

ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α’ Χορός: Κύριε, ἐλέησον  (ἅπαξ).

ὁ ῾Ιερεύς: Οτι Σύ εἶ ἡ ἀνάστασις, ἡ ζωή καί ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστέ ὁ Θεός ἡμῶν καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


Καθσματα χος πλ. α’

ὁ β’ χορὸς

μὴν. νάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.

ὁ α’ χορὸς

Δξα Πατρί…

Τὰ ἑκούσια καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει, φιλάνθρωπε.

ὁ β’ χορὸς

Κα ννΘεοτοκον

ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ Χριστὲ ὁ Θεός, Υἱοὺς φωτὸς δι’ αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

Καὶ εὐθὺς ὁ Ν’ψαλμὸς χύμα


[Ἡ στιχολογία τῶν ἐννέα ᾠδῶν καὶ]

 Ὁ Κανὼν τῶν Ἁγίων

 

Ποίημα Ἰωσὴφ

 

ᾨδὴ α’ Ἦχος δ’

 

Ὁ Εἱρμὸς 

Τριστάτας κραταιούς,

 

 

ὁ α’ χορὸς 

Στίχγιοι τοῦ Θεοῦ πρεσβεύσατε  ὑπὲρ ἡμῶν.

Μαρτύρων ἱερῶν, ἱερῶς ἀθλησάντων, ἱερὰ καὶ θαυμαστή, ἐπέστη ἑορτή, φωταυγείᾳ τοῦ Πνεύματος, ἅπαντας φωταγωγοῦσα, συνελθόντες φιλέορτοι, κατὰ χρέος αὐτούς μακαρίσωμεν.

 ὁ β’ χορὸς

Στίχγιοι τοῦ Θεοῦ πρεσβεύσατε  ὑπὲρ ἡμῶν.

ς ἥλιος φαιδρός, ἀρετῶν δᾳδουχίᾳ, ἀνατέταλκας ἡμῖν, Κοδρᾶτε ἀθλητά, φεγγοβόλοις σου λάμψεσι, σκότος τῆς πολυθεΐας, ἐκδιώκων μακάριε, καὶ φωτίζων πιστῶν τὰ συστήματα.

  αχορὸς 

Δξα Πατρί

Τὴν πέτραν τῆς ζωῆς, Ἰησοῦν τὸν Σωτῆρα, καταγγέλλοντες Θεόν, ἠθλήσατε στερρῶς, καὶ πηγὴν ἁγιάσματος, πέτραν ὑποδεξαμένην, τῶν αἱμάτων τὰ ῥεύματα, φωταυγῆ ἀπειργάσασθε Μάρτυρες.

βχορὸς

Κα ννΘεοτοκίον

λύος ἐκ παθῶν, λογισμῶν τρικυμίας, ἐκ βελῶν τοῦ πονηροῦ, ἐκ πάσης προσβολῆς, ἐναντίας διάσωσον, ἄχραντε Θεοκυῆτορ, τὰς ψυχὰς τῶν ὑμνούντων σου, τὸν ἀνέκφραστον τόκον Πανάμωμε.

 

 

 

ᾠδὴ γ’

  Ὁ Εἱρμὸς 

 Ὅτι στεῖρα ἔτεκεν

ὁ α’ χορὸς 

Στίχγιοι τοῦ Θεοῦ πρεσβεύσατε  ὑπὲρ ἡμῶν.

Οἱ στερροὶ ἀδάμαντες, τυμπανιζόμενοι ξίφει, καὶ ἀλγεινῶν ἰδέαις, προσομιλοῦντες καρτερῶς, τῷ θαυμαστῷ Θεῷ ἡμῶν ἐκραυγαζον· Ἅγιος εἶ Κύριε.

ὁ β’ χορὸς 

Στίχγιοι τοῦ Θεοῦ πρεσβεύσατε  ὑπὲρ ἡμῶν.

Τῇ σοφίᾳ Κοδρᾶτος, τῇ θεοδότῳ κατήργει, Ἑλληνικῆς σοφίας ἐρεσχελίας ἐναθλῶν, καὶ τοῖς οἰκείοις αἵμασιν, ἐν Πνεύματι θείῳ καλλυνόμενος.

αχορὸς 

Δξα Πατρί

Σὺν Κοδράτῳ Ἄνεκτον, καὶ σὺν τῷ Παύλῳ Κρήσκεντα, Κυπριανὸν τὸν θεῖον, καὶ Διονύσιον ὁμοῦ, εὐσεβοφρόνως μέλψωμεν, τοῖς ᾄσμασι, πίστει ἐναθλήσαντας.

βχορὸς

Κα ννΘεοτοκίον

Νοῦς οὐδὲ οὐράνιος, τὴν ὑπὲρ νοῦν σου λοχείαν, διερμηνεῦσαι Κόρη δύναται· Νοῦ γὰρ τοῦ πρώτου ἐν γαστρί, Λόγον Ἁγνὴ συνέλαβες, τὸν τὰ πάντα λόγῳ συστησάμενον.

ΚΑΤΑΒΑΣΙΑ

  αχορὸς 

Ὁ Εἱρμὸς 

 

τι στεῖρα ἔτεκεν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε Συναγωγή, τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε.


Συναπτ μικρ κα  κφνησις

τι σ ε Θες μν,…

Κάθισμα 

 

ὁ β’ χορὸς 

Ἦχος δ’

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ 

Τῇ καρτερίᾳ τῶν δεινῶν θανατώσας, τὸν ὑπερήφανον ἐχθρὸν Ἀθλοφόρε, τὸν διὰ ξίφους θάνατον ὑπέμεινας, ἅμα τοῖς συνάθλοις σου, τοῖς πανσόφοις Κοδρᾶτε· ὅθεν ἑορτάζομεν,τὴν σεπτὴν ὑμῶν μνήμην, ἀναβοῶντες· Μνήσθητε ἡμῶν, πρὸς τὸν Δεσπότην, ἀήττητοι Μάρτυρες.

ὁ α’ χορὸς 

Δόξα Πατρί… Καὶ νῦν… Θεοτοκίον

Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τὶς δὲ διεφύλαξεν, ἕως νῦνἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

ᾠδὴ δ’

Ὁ Εἱρμὸς

Ὁ καθήμενος ἐν δόξῃ

ὁ β’ χορὸς 

Στίχγιοι τοῦ Θεοῦ πρεσβεύσατε  ὑπὲρ ἡμῶν.

Τῆς σοφίας σου τῷ λόγῳ, τοὺς ἀσόφους κατῄσχυνας, καὶ τῇ παραινέσει, τῶν θεοπειθῶν διδαγμάτων σου Μάρτυς Κοδρᾶτε ζωγρήσας θεῖον, Ἄνεκτον, τῷ Δεσπότῃ σου, καρτερικὸν φέρεις Μάρτυρα.

 ὁ α’ χορὸς 

Στίχγιοι τοῦ Θεοῦ πρεσβεύσατε  ὑπὲρ ἡμῶν.

κ σπαργάνων ᾠκειώθης, τῷ τὰ πάντα ποιήσαντι, ἐκ παιδὸς τελείου, φρόνημα ἀνδρὸς ἐπιδέδειξαι, καὶ τὴν σοφίαν ποθήσας, ὅλος γέγονας, καθαρώτατον, Μάρτυς Χριστοῦ ἐνδιαίτημα.

  βχορὸς 

Δξα Πατρί

ἐξάφωτος λυχνία, τῶν Μαρτύρων σου Κύριε, μυστικῷ ἐλαίῳ, ἐπαρδευομένη ἐμείωσε, πολυθεΐας τὴν νύκτα καὶ κατηύγασε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.

αχορὸς

Κα ννΘεοτοκίον

ἁγία Θεοτόκος, ἣν οἰκῆσαι ηὐδόκησεν ὡς εὐώδη οἶκον, Λόγος τοῦ Πατρὸς ὁμοούσιος, οὐ κατεφλέχθη τὴν μήτραν, οὐκ ὠδίνησε· καὶ γὰρ τέτοκεν,

βχορὸς 

……..Ἐμμανουὴλ τόν Θεάνθρωπον.

 

 

ᾠδὴ ε‘  Εἱρμὸς

αχορὸς 

Τὸν φωτισμόν σου Κύριε, κατάπεμψον ἡμῖν, καὶ τῆς ἀχλύος ἡμᾶς τῶν πταισμάτων λῦσον ἀγαθέ, τὴν σὴν εἰρήνην οὐρανόθεν δωρούμενος.

  ὁ β’ χορὸς 

Τὸν φωτισμόν σου Κύριε, ….

ὁ α’ χορὸς 

Στίχγιοι τοῦ Θεοῦ πρεσβεύσατε  ὑπὲρ ἡμῶν.

Τῷ φωτισμῷ τῆς γνώσεως, ἀγνοίας τὴν ἀχλύν, ἀποδιώκων Κυρίῳ προσάγεις, δῆμον Ἀθλητῶν σοφὲ Κοδρᾶτε, σὺν αὐτοῖς στεφανούμενος.

 ὁ β’ χορὸς 

Στίχγιοι τοῦ Θεοῦ πρεσβεύσατε  ὑπὲρ ἡμῶν.

σκητικῶς τὸ πρότερον, νικήσας τῶν παθῶν, ἐπαναστάσεις τὸ δεύτερον, εἷλες κράτος δυσσεβῶν, Κοδρᾶτε Μάρτυς, ἐναθλήσας στερρότατα.

  αχορὸς 

Δξα Πατρί

ναστομοῦται ἄνικμος, ἡ πέτρα προχοαῖς, σεπτῶν αἱμάτων καὶ ῥεῖθρον διαυγές, δίδωσι, πιστοὺς καθαγιάζον, θεϊκαῖς ἐπινεύσεσι.

βχορὸς

Κα ννΘεοτοκίον

 πλαστουργήσας ἄχραντε, τὴν Εὔαν ἐκ πλευρᾶς, σοῦ ἐκ νηδύος Ἁγνὴ πλαστουργεῖται, σῶσαι τὸν Ἀδὰμ δι’ εὐσπλαγχνίαν,

  αχορὸς 

……… βουληθεὶς ὡς φιλάνθρωπος.

 

 

ᾠδὴ ς 

Εἱρμὸς 

Ἐβόησε, προτυπῶν

 ὁ β’ χορὸς 

Στίχγιοι τοῦ Θεοῦ πρεσβεύσατε  ὑπὲρ ἡμῶν.

ξάριθμος, Ἀθλοφόρων χορὸς ἡμῖν ἔλαμψεν, ὡς ἀστέρων, Ἐκκλησίας σεπτῷ στερεώματι, τοὺς πιστοὺς φωτίζων, καὶ τῆς πλάνης σκεδάζων σκοτόμαιναν.

  ὁ α’ χορὸς 

Στίχγιοι τοῦ Θεοῦ πρεσβεύσατε  ὑπὲρ ἡμῶν.

Τὸ πέλαγος, τῶν βασάνων διήλθετε Μάρτυρες, ἀκυμάντως, καὶ τῆς ἄνω γαλήνης ἐτύχετε, τῶν πιστῶν λιμένες, γεγονότες καὶ πρέσβεις θερμότατοι.

  βχορὸς 

Δξα Πατρί

Αἰνέσωμεν, σὺν Ἀνέκτῳ Κοδρᾶτον τὸν ἔνδοξον, καὶ σὺν Παύλῳ, Κυπριανὸν Διονύσιον Κρήσκεντα, τῆς Χριστοῦ ἀμπέλου, τὰ καλὰ καὶ κατάκαρπα κλήματα.

αχορὸς

Κα ννΘεοτοκίον

Οὐράνωσας, γεωθεῖσαν τὴν φύσιν Πανάμωμε, τῶν ἀνθρώπων, καὶ φθαρεῖσαν αὐτὴν ἐθεούργησας· διὰ τοῦτο πάντες, ἀσιγήτοις φωναῖς σὲ δοξάζομεν.

Τετραῴδιον

ὁ β’ χορὸς

χος γ’

Στχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ερμς

Βυθός μοι τν παθν πανστη

Μαρτύρων μνήμην ἐπιτελοῦμεν ἐνθέως, φιλομάρτυρες δεῦτε, ἀγαλλιασώμεθα, ὕμνοις αὐτοὺς καταστέφοντες, τὸν ἀθλοθέτην Χριστὸν εὐλογοῦντες.

 ὁ α’ χορὸς 

Στχ. γιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Μαστίγων πρῶτον πεῖραν λαβόντες, εἶθ’ οὕτω λιθασθέντες πρισθέντες, θηρσὶ βορὰ δίδοσθε, σφαγιάζεσθε ὡς ἄρνες Χριστοῦ, ἀλλὰ ζῆτε εἰς ἀεὶ Ἀθλοφόροι.

ὁ β’ χορὸς  

Δόξα Πατρί…

Τὰ τρία μιᾷ φύσει συνάπτων, τὸ ἓν δέ, τρισὶ τέμνων προσώποις, ἃ ἡ Θεότης ἐστί, Σαβέλλιόν τε καὶ τὸν Ἄρειον, τοὺς ἰσομέτρους κρημνοὺς διαφεύγω.

ὁ α’ χορὸς 

Καὶ νῦν… Θεοτοκίον

Παρθένος ὤφθης, καὶ μετὰ τόκον ἁγνεύεις, ἄμφω γὰρ καὶ λοχεύεις, ξενοπρεπὲς θέαμα, λεγόμενον, καὶ νοούμενον, ἐν σοὶ Θεομῆτορ.

ὁ β’ χορὸς  

Στχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Μαρτυρικν

Τὸ αἷμα τῆς ὑμῶν καρτερίας, Κυρίῳ ἱκετεύει ἀπαύστως, ὑπὲρ ὑμῶν Μάρτυρες, διὸ καὶ νῦν, ὑπερεύξασθε νηστεύειν ἡμᾶς, ἐκ παθῶν ἀτιμίας.

ὁ α’ χορὸς 

Στχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.

Νεκρσιμον

πάντα μέλλων κρῖναι τὸν Κόσμον, παρόντων μυριάδων Ἀγγέλων, ἀκαταγνώστως τότε παραστῆναί σοι καταξίωσον, τοὺς κοιμηθέντας, πιστῶς Πανοικτίρμον.

ὁ β’ χορὸς 

Καταβασία

Ερμς

Βυθός μοι τῶν παθῶν ἐπανέστη, καὶ ζάλη ἐναντίων ἀνέμων΄ ἀλλὰ προφθάσας με σύ, σῶσον Σωτήρ, καὶ ῥῦσαι φθορᾶς ὡς ἔσωσας, το θηρς τν Προφτην.


Συναπτ μικρ κα  κφνησις

Σ γρ ε Βασιλες…

Κοντάκιον – Ἦχος πλ. δ’

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

Ὁ Οἶκος

Αὐτὸς μόνος ὑπάρχεις ἀθάνατος, ὁ ποιήσας καὶ πλάσας τὸν ἄνθρωπον, οἱ βροτοὶ οὖν ἐκ γῆς διεπλάσθημεν, καὶ εἰς γῆν τὴν αὐτὴν πορευσόμεθα, καθὼς ἐκέλευσας ὁ πλάσας με, καὶ εἰπών μοι΄ Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ὅπου πάντες βροτοὶ πορευσόμεθα, ἐπιτάφιον θρῆνον ποιοῦντες ᾠδὴν τό, Ἀλληλούϊα.

Συναξάριον

Τῇ Ι’ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Κοδράτου τοῦ ἐν Κορίνθῳ, καὶ τῶν σὺν αὐτῷ, Ἀνέκτου, Παύλου, Διονυσίου, Κυπριανοῦ καὶ Κρήσκεντος.

Στίχοι

  • Τῶν δυσσεβῶν τὴν πίστιν ὕβρεσι πλύνας
  • Τμηθεὶς Κοδρᾶτε σῶν ἀφ’ αἱμάτων πλύνῃ.
  • Γνωστοῖς Ἄνεκτον σὺν δυσὶ κτείνει ξίφος,
  • Οἷς οὐκ ἀνεκτὸν μὴ θανεῖν Θεοῦ χάριν.
  • Ὁρῶν καταθνῄσκοντα Κρήσκεντα ξίφει,
  • Σπεύδει σὺν αὐτῷ Κυπριανὸς τεθνάναι.
  • Ἀμφὶ δεκάτῃ Κοδρᾶτον ξίφος ἐγκατέπεφνε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἀναστασίας τῆς Πατρικίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μαρκιανὸς ξύλοις θλασθεὶς τελειοῦται.

Στίχοι

  • Ἐθαύμασαν βροτοὶ σε θλασθέντα ξύλοις,
  • Ἀμὴν λέγω σοι, Μαρκιανέ, καὶ νόες.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. μήν.


Καταβασία

ᾠδὴ η’

 ὁ β’ χορὸς 

χος γ’

Στχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.

Ερμς

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρός, γεννηθέντα πρὸ αἰώνων Θεόν, καὶ ἐπ’ ἐσχάτων ἐκ τῆς Θεοτόκου, σάρκα ἐνδυσάμενον, ὡς τέλειον ἄνθρωπον, καὶ Θεὸν ἐκ τοῦ Θεοῦ, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε ες πντας τος αἰῶνας.


Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ (Ἦχος γ’)

ὁ α’ χορός

Στχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στχ.τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

δ θ’ 

Καταβασία

ὁ α’ χορός

Ἦχος γ’

Σὲ τὴν ἀθάνατον πηγήν, τὴν δι’ Ἁγίων ἰάματα, τῷ γένει τῶν ἀνθρώπων παρέχουσαν, Ἁγνὴ μεγαλύνομεν, ὅτι σῴζεις τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.


Συναπτ μικρκα  κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

Ἦχος γ’

ὁ α’ χορός

Ὁ οὐρανὸν τοῖς ἄστροις

καὶ νεκρῶν καὶ ζώντων, ἐξουσιάζων ὡς Θεός, ἀνάπαυσον τοὺς σοὺς δούλους, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν, εἰ γὰρ καὶ ἥμαρτον Σῶτερ, ἀλλ’ οὐκ ἀπέστησαν ἐκ σοῦ.

β’ χορός

Θεοτοκίον

γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.


ΑΙΝΟΙ

ὁ α’ χορός

Ἦχος πλ. α’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Στιχηρὰ Μαρτυρικὰ

Ἦχος πλ. α’

Εὐλογημένος ὁ στρατός, τοῦ βασιλέως τῶν οὐρανῶν· εἰ γὰρ καὶ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλὰ ἀγγελικὴν ἀξίαν ἔσπευδον φθάσαι, τῶν σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων, τῆς τῶν ἀσωμάτων ἀξιωθέντες τιμῆς. Διὸ εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Οἱ Ἀθλοφόροι σου Κύριε, τὰς τάξεις τῶν Ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι ταῖς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν· ταῖς αὐτῶν πρεσβείαις Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ Κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Οἱ ἅγιοι Μάρτυρες, ἐπὶ τῆς γῆς ἠγωνίσαντο, τῷ ἀέρι ἐνεκαρτέρησαν, τῷ πυρὶ παρεδόθησαν, τὸ ὕδωρ αὐτοὺς ὑπεδέξατο, ἐκείνων ἐστὶν ἡ φωνὴ ἡ λέγουσα· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν, ταῖς πρεσβείαις αὐτῶν ὁ Θεός, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ἐν ταῖς βασάνοις ὄντες οἱ Ἅγιοι, ἀγαλλόμενοι ἐβόων· Συναλλάγματα ἡμῖν ἐστι ταῦτα πρὸς τὸν Δεσπότην, ἀντὶ τῶν ἐπανισταμένων μωλώπων τῷ σώματι, φωτεινόν ἔνδυμα ἐν τῇ ἀναστάσει ἐπανθήσει ἡμῖν, ἀντὶ τῆς ἀτιμίας οἱ στέφανοι, ἀντὶ δεσμωτηρίων ὁ Παράδεισος, καὶ ἀντὶ τῆς μετὰ τῶν κακούργων καταδίκης, ἡ μετ’ Ἀγγέλων διαγωγή. Διὸ εὐχαῖς αὐτῶν Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

ὁ α’ χορός

Δόξα Πατρί… Νεκρώσιμον

Σὺ ἔπλασάς με Κύριε, καὶ ἔθηκας ἐπ’ ἐμὲ τὴν χεῖρά σου καὶ ἐνετείλω μοι καὶ εἶπας· Εἰς γῆν πάλιν πορεύσῃ. Ὁδήγησόν με εἰς εὐθεῖαν ὁδόν σου, συγχώρησόν μοι τὰ πλημμελήματά μου, καὶ σῶσόν με δέομαι φιλάνθρωπε.

ὁ β’ χορός

Καὶ νῦν… Θεοτοκίονἦχος ὁ αὐτὸς

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, ὅτι ἐκ σοῦ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ ἔχων τὸ μέγα ἔλεος.

Ὁ προεστὼς

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῶ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μήν.

Ὁ Ἀναγνώστης χύμα τὸ

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα. Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πληρώσωμεν τὴν ἑωθινήν… Σὸν γὰρ ἐστὶν… 


Ες τ πστιχα

Στιχηρ Νεκρσιμα Προσμοια

Ἐκ τῶν τοῦ Θεοφάνους

ὁ α’χορὸς

Ἦχος πλ. α’

Χαίροις ἀσκητικῶν

Αἴγλῃ τοῦ σοῦ προσώπου Χριστέ, τοὺς μεταστάντας ὡς οἰκτίρμων κατάταξον, σκηνῶσαι εἰς τόπον χλόης, ἐπὶ ὑδάτων τῆς σῆς, ἀκραιφνοῦς καὶ θείας ἀναπαύσεως, ἐν τοῖς ὀρεκτοῖς κόλποις, Ἀβραὰμ τοῦ προπάτορος, ἔνθα τὸ φῶς σου, καθαρὸν ἐπιφαὶνεται, καὶ προχέουσιν, αἱ πηγαὶ τῆς χρηστότητος, ἔνθα περιχορεύουσι, τρανῶς ἀγαλλόμεναι, αἱ τῶν Ἁγίων χορεῖαι, περὶ τὴν σὴν ἀγαθότητα· μεθ’ ὧν κατατάξαι, τοὺς ἱκέτας σου παράσχου, τὸ μέγα ἔλεος.

 ὁ β’χορὸς

 

Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.

Ψάλλει παναρμονίῳ φωνῇ, δοξολογοῦντας τὸ σὸν κράτος εὐδόκησον, οἰκτίρμον, τοὺς μεταστάντας, ἐκ τῶν προσκαίρων πρὸς σέ, τὸν Δεσπότην πάντων καὶ φιλάνθρωπον, διδοὺς ὡραιότητος, τοῦ σοῦ κάλλους ἐλλάμπεσθαι, καὶ τῆς γλυκείας, καὶ τερπνῆς μετουσίας σου, ἀπολαύειν τε, καὶ τρυφᾷν καθαρώτερον, ἔνθα περὶ τὸν θρόνον σου, χορεύουσιν Ἄγγελοι, καὶ τῶν Ἁγίων οἱ δῆμοι, χαρμονικῶς περιέπουσι· μεθ’ ὧν τοῖς σοῖς δούλοις, τὴν ἀνάπαυσιν παράσχου, καὶ μέγα ἔλεος.

 ὁ α’χορὸς

Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

που τῶν Προφητῶν ὁ χορός, τῶν Ἀποστόλων καὶ Μαρτύρων τὰ τάγματα, καὶ πάντες οἱ ἀπ’ αἰῶνος, δικαιωθέντες τῷ σῶ, σωτηρίῳ πάθει καὶ τῷ Αἵματι, δι’ οὗ ἐξηγόρασας τὸν αἰχμάλωτον ἄνθρωπον, ἐκεῖ τοὺς πίστει, κοιμηθέντας ἀνάπαυσον, ὡς φιλάνθρωπος, συγχωρῶν καὶ τὰ πταίσματα· μόνος γὰρ ἀναμάρτητος, ἐν γῇ πεπολίτευσαι, Ἅγιος μόνος καὶ μόνος, ἐν τεθνεῶσιν ἐλεύθερος. Διὸ τοῖς σοῖς δούλοις, τὴν ἀνάπαυσιν παράσχου, καὶ μέγα ἔλεος.

ὁ β’χορὸς

Δόξα… Καὶ νῦν … Θεοτοκίον

Ὅμοιον

Νόμῳ τῆς ἁμαρτίας ἡμᾶς, δεδουλωμένους ἠλευθέρωσας Πάναγνε, ἐν μήτρᾳ τὸν Νομοδότην, καὶ Βασιλέα Θεόν, συλλαβοῦσα μόνη Μητροπάρθενε· δι’ οὗ δικαιούμεθα, δωρεᾷ τε καὶ χάριτι, ὃν νῦν δυσώπει, τὰς ψυχὰς τῶν ὑμνούντων σε, Θεομήτορα, κατατάξαι ἐν βίβλῳ ζωῆς, ὅπως τῇ μεσιτείᾳ σου, σωθέντες πανάμωμε, τῆς τοῦ Υἱοῦ σου εὐκταίας, ἀπολυτρώσεως τύχοιμεν, αὐτὸν προσκυνοῦντες, τὸν παρέχοντα τῷ Κόσμῳ, τὸ μέγα ἔλεος.

ὁ Προεστώς: γαθν τ ξομολογεσθαι τ Κυρῳ, κα ψλλειν τ νματ σου ψιστε, το ναγγλλειν τ πρωΐ τ λες σου, κα τν λθειν σου κατ νκτα.

Μεθ’ , Τρισγιον. Παναγα Τρις, Πτερ μν, τι σο στιν.

πολυτκιον

χος β’

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ὁ β’ χορὸς

Δξα Πατρί…χος πλ. δ’

Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

ὁ α’ χορὸς

Κα νν… Θεοτοκον

Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοῖς σε ὕμνοις τιμντες μεγαλνομεν.


ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ παρόντα

ΑΝΤΙΦΩΝΑ

ντφωνον α’

χος β’

ὁ α’ χορὸς

Στχ. α’. γαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῷτερ, σῷσον ἡμᾶς.

ὁ β’χορὸς

Στχ. β’. Τοῦ ἀναγγέλλειν τὸ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ὁ α’ χορὸς

Στχ. γ’. τι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δξα Πατρὶ… Κα νν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ντφωνον β’

ὁ β’χορὸς

Στχ. α’. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.

ὁ α’ χορὸς

Στχ. β’. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ, ὅτι Θεὸς μέγας, Κύριος καὶ Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός…

ὁ β’χορὸς

Στχ. γ’. τι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν, ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν, καὶ τὴν ξηράν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός…

ὁ α’ χορὸς

Δξα Πατρὶ…

ὁ β’ χορὸς

Κα νν…

Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ντφωνον γ’

ὁ α’ χορὸς

Στχ. α’ Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

χος β’

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ὁ β’χορὸς

Στίχ. β’ Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι,…

ΕΙΣΟΔΟΣ

ὁ α’ χορὸς

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,…

ὁ β’χορὸς

ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

ὁ α’ χορὸς

πολυτκιον

χος β’

πόστολοι Μάρτυρες, καὶ Προφῆται Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Ἐκ τοῦ Βήματος

χος πλ. δ’

Μνήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ σὺ ὁ δυνάμενος καὶ τοῖς μεταστᾶσι δοῦναι τήν ἀνάπαυσιν.

ὁ β’ χορὸς 

Τοῦ Ναοῦ 

ὁ α’ χορὸς

Κοντκιον  χος πλ. δ’

Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστε, τάς  ψυχάς  τῶν δοῦλων  σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.

ὁ β’ χορὸς 

ς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρες. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ τὴν Ἐκκλησίαν σου, δι τς Θεοτκου συντρησον, Πολυλεε.


Τρισάγιον


᾽Απόστολος

Προκείμενον Ἦχος πλ. β’

Εὐφράνθητι ἐπὶ Κύριον , καὶ ἀγαλλιᾶσθε δίκαιοι.

Στχ. Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα

(γ’ 12-36)

δελφοί, βλέπετε, ἀδελφοί, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος, ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾿ ἑκάστην ἡμέραν ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τις ἀπάτῃ τῆς ἁμαρτίας· μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν, ἐν τῷ λέγεσθαι· σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ. Τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ᾿ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωῡσέως;

ὁ Ἱερεύς: Εἰρήνη σοι.

λληλοϊα ἐκ τρίτου χος πλ. β’

                                             Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε.

Στχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Μάρκον. (Α’´35-44).

Τῷ καιρῷ ἐκείνῳ, ἀπῆλθεν ὁ Ἰησοῦς εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο. Καὶ κατεδίωξαν αὐτὸν ὁ Σίμων καὶ οἱ μετ᾿ αὐτοῦ,καὶ εὑρόντες αὐτὸν λέγουσιν αὐτῷ ὅτι πάντες σε ζητοῦσι. Καὶ λέγει αὐτοῖς· ἄγωμεν εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ ἐξελήλυθα. Καὶ ἦν κηρύσσων ἐν ταῖς συναγωγαῖς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων. Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ γονυπετῶν αὐτὸν καὶ λέγων αὐτῷ ὅτι ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Ὁ δὲ ᾿ησοῦς σπλαγχνισθείς, ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ καὶ λέγει αὐτῷ· θέλω, καθαρίσθητι. Καὶ εἰπόντος αὐτοῦ εὐθέως ἀπῆλθεν ἀπ’αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. Καὶ ἐμβριμησάμενος αὐτῷ εὐθέως ἐξέβαλεν αὐτὸν καὶ λέγει αὐτῷ· ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλ᾿ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.


Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου


Εἰς τό᾽Εξαιρέτως

 ὁ α’ χορός

ἦχος β’( Ἀρχαία Τάξις) 

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.


Κοινωνικόν

ὁ β’ χορός

Μακάριοι, οὓς ἐξελέξω, καὶ προσελάβου Κύριε, καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. λληλούϊα.

ὁ α’ χορός 

ἦχος β’

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

ὁ β’ χορός

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου.  στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα,  Ἀλληλουΐα, Ἀλληλουΐα.

Με­τὰ τὴν ὀπι­σθάμ­βω­νον εὐχὴν

Τρισάγιον

καὶ ψάλλονται τά Τροπάρια·

 «Μετά πνευμάτων δικαίων…» κτλ., καί τελεῖται τό μνημόσυνον τῶν κεκοιμημένων ὡς ἑξῆς:

ὁ Διάκονος: ᾽Ελέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.

ὁ  α’ χορός: Κύριε, ἐλέησον γ´ (χύμα).

ὁ Διάκονος: ῎Ετι δεόμεθα ὑπέρ μακαρίας μνήμης καί αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐκ τῶν ἀπ’ ἀρχῆς καί μέχρι τῶν ἐσχάτων, καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καί ἀκούσιον.

ὁ β’ Χορός: Κύριε, ἐλέησον γ´ (χύμα).

ὁ Διάκονος: ῞Οπως, Κύριος ὁ Θεός, τάξῃ τάς ψυχάς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται·

ὁ α’ Χορός: Κύριε, ἐλέησον γ´ (χύμα).

 ὁ Διάκονος: τά ἐλέη τοῦ Θεοῦ, τήν βασιλείαν τῶν οὐρανῶν καί ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρά Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καί Θεῷ ἡμῶν αἰτησώμεθα.

ὁ α’ Χορός: Παράσχου, Κύριε.
ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν
ὁ β’  Χορός: Κύριε, ἐλέησον ἅπαξ. Εἶθ’ οὕτως,
ὁ ῾Ιερεύς:

τήν εὐχήν

῾Ο Θεός τῶν πνευμάτων καί πάσης σαρκός, ὁ τόν διάβολον καταπατήσας, τόν δέ θάνατον καταργήσας καί ζωήν τῷ κόσμῳ Σου δωρησάμενος,  Αὐτός, Κύριε, ἀνάπαυσον καί τάς ψυχάς τῶν κεκοιμημένων δούλων Σου, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καί πάντων τῶν ἀπό περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καί συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καί στεναγμός· πᾶν ἁμάρτημα τό παρ’ αὐτῶν πραχθέν, ἐν λόγῳ ἤ ἔργῳ ἤ διανοίᾳ, ὡς ἀγαθός καί φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὅς ζήσεται ἐπί τῆς γῆς καί οὐχ ἁμαρτήσει· Σύ γάρ μόνος ἐκτός ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη Σου δικαιοσύνη εἰς τόν αἰῶνα καί ὁ λόγος Σου ἀλήθεια.

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α’ Χορός: Κύριε, ἐλέησον (ἅπαξ).

ὁ ῾Ιερεύς: Οτι Σύ εἶ ἡ ἀνάστασις, ἡ ζωή καί ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστέ ὁ Θεός ἡμῶν καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ, καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

 

οἱ Χοροί ἐναλλάξ: Αἰωνία ἡ μνήμη. ἐκ τρίτου.

 

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (Τρὶς)

ὁ ῾Ιερεύς: Τοῦ Κυρίου δεηθῶμεν… Εὐλογία Κυρίου καί ἔλεος…

Εἶτα·

Ἀπόλυσις ἡ νεκρώσιμος

ΣΕ PDF

10 ΜΑΡ12 ΣΑΒΒΑΤΟ Β΄ΝΗΣΤΕΙΩΝ


Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s