ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΠΕΡΙΤΟΜΗΣ ΚΑΙ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ

1 ΙΑΝΟΥΑΡΙΟΥ 2012
† Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.
Βασιλείου ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ μεγάλου (†379).
῏Ηχος δ΄, ἑωθινὸν ζ΄


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
ΑΠΟΛΥΤΙΚΙΑ
Ἦχος δ’
ὁ α’ χορὸς
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Ἀπολυτίκιον ἀναστάσιμον. Ἦχος δ’
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον, Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Ἀπολυτίκιον τοῦ Ἁγίου Δόξα Πατρί… Ἦχος α’
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι’ οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας, Βασίλειον Ἱεράτευμα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ὁ α’ χορὸς
Καὶ νῦν…
Ἦχος ὁ αὐτός
Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ’ οὐσίαν, πολυεύσπλαγχνε Κύριε• καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξᾳ τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
[Τὸ Ψαλτήριον καὶ ὁ Πο¬λυ¬έλεος.]
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν.
ὁ α’ χορός
Ἦχος δ’
Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι, Ἄρα ἐκλάπη, ὁ τῷ Ληστῇ ἀνοίξας Παράδεισον, ἄρα ἠγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν, ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.
ὁ β’ χορός
Δόξα Πατρί… Κατεπλάγη Ἰωσήφ.
Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον, ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρῳ Ἐγέρσει σου, Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας.
ὁ α’ χορὸς
Καὶ νῦν… τῆς Ἑορτῆς, Ἦχος α’
Τὸν τάφον σου Σωτὴρ
Ὁ πάντων Ποιητής, καὶ Δεσπότης τοῦ κόσμου, ὁ ὢν σὺν τῷ Πατρί, καὶ τῷ Πνεύματι ἄνω, ὡς βρέφος περιτέμνεται, ἐπὶ γῆς ὀκταήμερος. Ὄντως θεῖά τε, καὶ θαυμαστὰ σου τὰ ἔργα! σὺ γὰρ Δεσπότα, ὑπὲρ ἡμῶν περιτέμνῃ, ὡς ὤν Νόμου πλήρωμα.

ὁ β’ χορός
Μετὰ τὴν β’ Στιχολογίαν, ἕτερα. Ταχὺ προκατάλαβε
Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ᾅδου Σωτήρ, συνήγειρας τὸν κόσμον σου, τῇ Ἀναστάσει τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος, ἔδειξας Ἐλεῆμον, τὴν Ἀνάστασιν πᾶσι, διὸ σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε.
ὁ α’ χορός
Δόξα Πατρί… Κατεπλάγη Ἰωσὴφ
Ἐκ τῶν ἄνω κατελθών, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τῇ πέτρᾳ προσελθών, ἔνθα ἡ πέτρα τῆς ζωῆς, λευχειμονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις΄ Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεί, τὸ εὐσυμπάθητον, ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται, διὸ βοᾶτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος.
ὁ β’ χορός
Καὶ νῦν… τῆς Ἑορτῆς Ἦχος δ’
Ὡς ὑπάρχων ἄβυσσος, φιλανθρωπίας, ἐνεδύσω Δεσπότα, μορφὴν τοῦ δούλου, καὶ σαρκί, περιετμήθης δωρούμενος, ἀνθρώποις πᾶσι, τὸ μέγα σου ἔλεος.

Μετὰ τὸν Πολυέλεον, τοῦ Ἁγίου.
ὁ α’ χορός

Ἦχος πλ. δ’
Τὴν Σοφίαν καὶ Λόγον
Τῇ δυνάμει τῶν λόγων τῶν θεϊκῶν, καθελὼν τάς αἱρέσεις τάς ζοφεράς, πάντα τὰ φρυάγματα, τοῦ Ἀρείου ἐβύθισας· τοῖς γὰρ βροτοῖς τὸ Πνεῦμα, Θεὸν ἀνεκήρυξας, καὶ τῶν χειρῶν ἐκτάσει, ἐχθροὺς ἐθανάτωσας, πᾶσαν ἐκδιώξας, Σαβελλίου λατρείαν, καὶ πάντα φρονήματα, Νεστορίου κατήργησας. Ἱεράρχα Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ β’ χορός
Δόξα… ὅμοιον
Ἡ τῶν λόγων σου χάρις τῶν θεϊκῶν, καὶ δογμάτων τὸ ὕψος τὸ μυστικόν, θείας ἡμῖν γέγονεν, ἀναβάσεως κλῖμαξ· πνευματικὴν γὰρ Πάτερ, κτησάμενος σάλπιγγα, ἐν αὐτῇ ἐκήρυξας, τὰ θεῖα διδάγματα. Ὅθεν καὶ εἰς τόπον, κατεσκήνωσας χλόης, μισθοὺς τῶν ἀγώνων σου, κομισάμενος Ὅσιε. Ἱεράρχα Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ὁ α’ χορός
Καὶ νῦν… Θεοτοκίον, ὅμοιον
Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀχράντου σου μήτρας σάρκα λαβών, προστάτιν σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε· διὰ τοῦτο πάντες, πρὸς σε καταφεύγομεν, ἱλασμὸν πταισμάτων, αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κακώσεως, τοῦ δεινοῦ κοσμοκράτορος· διὰ τοῦτο βοῶμέν σοι. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν πανάγιον τόκον σου.
Τὰ ἀναστάσιμα εὐλογητάρια.
ὁ α’ χορός
Ἦχος πλ. α’
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.
ὁ β’ χορός
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
ὁ β’ χορός
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Δόξα Πατρὶ… Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
ὁ α’ χορός
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορός
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορός
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
________________________________________
Ἡ Ὑπακοὴ -Ἦχος δ’
Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ΑΝΑΒΑΘΜΟΙ
Ἀντίφωνον Α’
ὁ α’ χορός
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ β’ χορός
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ α’ χορός
Δόξα Πατρί… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Ἀντίφωνον Β’
ὁ β’ χορός
Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου, κἀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα.
ὁ α’ χορός
Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερος ἐστί, πάντων τῶν λυπούντων.
ὁ β’ χορός
Δόξα Πατρί… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Ἀντίφωνον Γ’
ὁ α’ χορός
Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν.
ὁ β’ χορός
Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐπὶ τῷ Κυρίῳ θερμότερον φίλτρον χρεωστοῦμεν.
ὁ α’ χορός
Δόξα Πατρί… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας, πάντα γὰρ ἐν τούτῳ τὰ πατρῷα δόγματα,…
ὁ β’ χορός
…ὁ Λόγος ἐκκαλύπτει.
Προκείμενον
ὁ α’ χορός
Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.
ὁ β’ χορός
Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.
ὁ α’ χορός
Στίχ. Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.
Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς,…
ὁ β’ χορός
… ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.
________________________________________

Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου
ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ α΄ χορὸς
Κύριε ἐλέησον
ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…
ὁ α΄ χορὸς
ἦχος β’
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…
ὁ α’ χορὸς
Κύριε, ἐλέησον (γ’).
ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι.
ὁ β’ Χορὸς:
Καὶ τῷ Πνεύματί σου.
ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
ὁ Διάκονος: Πρόσχωμεν.
ὁ α΄ χορὸς
Δόξα σοι Κύριε, δόξα σοι.
ΕΩΘΙΝΟΝ Ζ’ (Ἰωάν. 20,1-10)
ὁ Ἱερεὺς: Τῇ μιᾷ τῶν Σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωΐ σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον΄ καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν, καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον μαθητὴν, ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς΄ Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ΄ καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου, καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας, βλέπει κείμενα τὰ ὀθόνια΄ οὐ μέντοι εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα΄ καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε, καὶ ἐπίστευσεν. Οὐδέπω γὰρ ᾔδεισαν τὴν Γραφήν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.
ὁ α’ χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’
• • Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
• • Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
• • Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
• • Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
• • Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
• • Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
• • Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
• • Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
• • Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
• • Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
• • Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
• • Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
• • Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
• • Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
• • Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
• • Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
• • Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
• • Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
• • Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
• Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.
ὁ α’ χορὸς
Δόξα Πατρὶ… Ἦχος β’
Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β’ χορὸς
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
________________________________________
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
ΚΑΝΟΝΕΣ
ὁ Ἀναστάσιμος εἰς δ´
ὁ α’ χορός
ᾠδὴ α’. Ἦχος δ’. Ὁ Εἱρμὸς
Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὑψώθης, τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος, ἐν τῷ ἀχράντῳ ξύλῳ τοῦ Σταυροῦ, τὴν ἐν ξύλῳ ἰώμενος, πανωλεθρίαν Δέσποτα, ὡς ἀγαθὸς καὶ παντοδύναμος.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἐν τάφῳ, σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δὲ μετὰ λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι’ ἡμᾶς ἐκ σοῦ ἀπάτορα.
Ὁ Κανὼν τῆς Ἑορτῆς.
Ποίημα Στεφάνου.
ᾨδὴ α’ Ἦχος β’
Ὁ Εἱρμὸς
Δεῦτε λαοί
ὁ α’ χορός
Στίχ. Δόξα σοι, ὁ Θεόςᾑμῶν, δόξα σοι
Ἡ Ὀγδόας, φέρουσα τύπον τοῦ μέλλοντος, τῇ σῇ Χριστὲ λαμπρύνεται, καὶ ἁγιάζεται, ἑκουσίῳ πτωχείᾳ· ἐν ταύτῃ γὰρ νομίμως, περιετμήθης σαρκί.
ὁ β’ χορός
Στίχ. Δόξα σοι, ὁ Θεόςᾑμῶν, δόξα σοι

Περιτομήν, δέχεται τῇ ὀγδοάδι Χριστός, τῆς ἑαυτοῦ γεννήσεως• καὶ ταύτης σήμερον, τὴν σκιὰν καταστέλλει, τὸ φῶς ἑξανατέλλων, τῆς νέας χάριτος.
Τοῦ ἁγίου, ὁ αὐτὸς
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σοῦ τὴν φωνήν, ἔδει παρεῖναι Βασίλειε, τοῖς ἐγχειρεῖν ἐθέλουσι, τοῖς ἐγκωμίοις σου, ἀλλὰ Πάτερ συγγνώμων, γενόμενος τὴν χάριν, νέμοις ἀφθόνως ἡμῖν.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὸ ἐμπαθές, σκίρτημα τῆς τυραννούσης σαρκός, φιλοσοφίας ἔρωτι, ἐπαιδαγώγησας• διὸ ἐν ἀκηράτοις, αὐλίζῃ βασιλείοις, Πάτερ Βασίλειε.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τῶν ἀρετῶν, σὺ τὴν τραχεῖαν βαδίσας ὁδόν, ἐπὶ τὴν λείαν ἔφθασας, καὶ ἀστασίαστον, τὴν οὐράνιον βάσιν, καὶ πᾶσιν ἀνεδείχθης, τύπος Βασίλειε.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὰ τῆς ψυχῆς, πάθη χρησίμως Βασίλειε, ἅμα δὲ καὶ τοῦ σώματος, ἐν τῷ τοῦ Πνεύματος, περιέτεμες ξίφει• σαυτὸν δέ, τῷ Δεσπότῃ, θῦμα προσήνεγκας.
ὁ α’ χορὸς
Δόξα Πατρὶ…
Σὺ γεγονώς, μύστης ἀρρήτων Βασίλειε, τό του Χριστοῦ βασίλειον, ἐμυσταγώγησας, Ἱεράτευμα Πάτερ, σαφῶς τὸ τῆς Τριάδος, φῶς ἀπαστράψας ἡμῖν.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Τὶς ἐξειπεῖν, σοῦ κατ’ ἀξίαν δυνήσεται, τὴν ὑπὲρ λόγον σύλληψιν; Θεὸν γὰρ τέτοκας, ἐν σαρκὶ Παναγία, ἡμῖν ἐπιφανέντα Σωτῆρα πάντων ἡμῶν.
ὁ α’ χορός
ᾠδὴ γ’. Ἦχος δ’.Ὁ Εἱρμὸς
Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα. Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Τὸ ξύλον τὸ τῆς ζωῆς, ἡ νοητὴ καὶ ἀληθὴς ἄμπελος, ἐπὶ Σταυροῦ κρέμαται, πᾶσιν ἀμβροσίαν πηγάζουσα.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ὡς μέγας, ὡς φοβερός, ὡς τὸ τοῦ ᾅδου καθελὼν φρύαγμα, καὶ ὡς Θεὸς ἄφθαρτος, νῦν σωματικῶς ἐξεγήγερται.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας, ὅθεν σοι τὸ Χαῖρε, προσάγομεν.
ᾨδὴ γ’ Ὁ Εἱρμὸς
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε
ὁ α’ χορός
Στίχ. Δό¬ξα σοι, ὁ Θεόςᾑμῶν, δό¬ξα σοι
Ὁ λόγος σαρκωθεὶς ὁ ὑπερούσιος, εἰς λῆξιν τοῦ Νόμου περιετμήθη, ἀπαρχὰς δὲ θείας χάριτος, καὶ ζωῆς ἀκηράτου ἡμῖν δέδωκε.
ὁ β’ χορός
Στίχ. Δό¬ξα σοι, ὁ Θεόςᾑμῶν, δό¬ξα σοι
Τοῦ Νόμου πληρωτὴς ὡς οὐκ ἀντίθεος, ὑπάρχων Χριστὸς σεσαρκωμένος, ἀνεδείχθη καὶ ἠξίωσεν, ἑκών περιτμηθῆναι ὀκταήμερος.
Τοῦ Ἁγίου, ὁ αὐτὸς
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Παιδείας γεγονὼς ἁπάσης ἔμπλεως, οὐ μόνον τῆς κάτω καὶ πατουμένης πολλῷ μᾶλλον δὲ τῆς κρείττονος ἀνεδείχθης τῷ κόσμῳ φῶς Βασίλειε.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τῷ φόβῳ τοῦ Κυρίου στοιχειούμενος· ἀρχὴ γὰρ σοφίας, οὗτος ὑπάρχει, τῇ φιλίᾳ τῆς ἀμείνονος, ἐπτερώθης σοφίας ὦ Βασίλειε.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Βασίλειε σοφῶς ἐπέβης πράξεως, καὶ πρᾶξιν ἐπίβασιν θεωρίας, θειοτέρας ἐπιδέδειξαι, καὶ τῶν ὄντων τὴν γνῶσιν ἐμυήθης σαφῶς.
ὁ β’ χορὸς
Δόξα Πατρὶ…
Συνέδραμε Χριστοῦ καὶ συνεξέλαμψεν, ἡ μνήμη σου Πάτερ τοῖς γενεθλίοις, ὧν τὸ ἄφραστον μυστήριον, ταῖς σαῖς διδασκαλίαις ἐφανέρωσας.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Ἀσπόρως ἐν γαστρὶ Θεὸν συνέλαβες, καὶ τίκτεις ἀφράστως σεσαρκωμένον, εἰς ὃν βλέπειν οὐ τολμῶσιν Ἁγνή, οὐρανῶν αἱ Δυνάμεις Ἀειπάρθενε.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…
Ἀναστάσιμον Κοντάκιον Ἦχος δ’ . Ἐπεφάνης σήμερον
Ὁ Σωτὴρ καὶ ῥύστης μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς, καὶ πύλας ᾅδου συνέτριψε, καὶ ὡς Δεσπότης ἀνέστη τριήμερος.
Ὁ Οἶκος
Τὸν ἀναστάντα ἐκ νεκρῶν Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου, καὶ πύλας τοῦ θανάτου σήμερον συνθλάσαντα, τῇ δυνάμει τῇ αὐτοῦ, τὸν ᾅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς΄Αὐτὸς γάρ ὡς μόνος κραταιὸς Θεός, καὶ Δεσπότης ἀνέστη τριήμερος.

ὁ α’ χορὸς
Κάθισμα Ἦχος πλ. δ’
Τὴν Σοφίαν καὶ λόγον
Ἑξανοίξας τὸ στόμα λόγῳ Θεοῦ, ἐξηρεύξω σοφίαν κήρυξ φωτός, καὶ φρόνημα ἔνθεον, τῇ οἰκουμένῃ κατέσπειρας· τῶν γὰρ Πατέρων ὄντως, κυρώσας τὰ δόγματα, κατὰ Παῦλον ὤφθης, τῆς πίστεως πρόμαχος· ὅθεν καὶ Ἀγγέλων, συμπολίτης ὑπάρχεις, καὶ τούτων συνόμιλος, ἀνεδείχθης μακάριε, Θεοφάντορ Βασίλειε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ὁ β’ χορὸς
Δόξα… Ἦχος γ’ Θείας πίστεως
Πᾶσαν ἤρδευσας τὴν οἰκουμένην, ὥσπερ ὕδασι ταῖς διδαχαῖς σου, τῆς εὐσεβείας ἐνσπείρας τὰ δόγματα· ἡ τῆς ζωῆς γὰρ πηγὴ ὁ Χριστὸς ἐν σοί, ἐπανεπαύσατο ὄντως Βασίλειε, ὃν ἱκέτευε, ὡς παρρησίαν κεκτημένος θεόπνευστε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
ὁ α’ χορὸς
Καὶ νῦν… Ἡ Παρθένος σήμερον
Ὁ τῶν ὅλων Κύριος, περιτομὴν ὑπομένει, καὶ βροτῶν τὰ πταίσματα, ὡς ἀγαθὸς περιτέμνει δίδωσι τὴν σωτηρίαν σήμερον κόσμῳ χαίρει δὲ ἐν τοῖς ὑψίστοις καὶ ὁ του Κτίστου, Ἱεράρχης καὶ φωσφόρος, ὁ θεῖος μύστης Χριστοῦ Βασίλειος.

ὁ β’ χορός
ᾠδὴ δ’ . Ἦχος δ’.Ὁ Εἱρμὸς
Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα. Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀνελήλυθας τὰ πάθη μου θεραπεύσων, ἐπὶ Σταυροῦ τῷ πάθει τῆς ἀχράντου σαρκός σου, ἣν ἑκὼν ἐφόρεσας, διὸ σοι κραυγάζομεν. Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀναμαρτήτου ὁ θάνατος γεγευμένος, ζωοποιοῦ τε σώματος τοῦ σοῦ ἐπαξίως, Δέσποτα νενέκρωται, ἡμεῖς δὲ βοῶμέν σοι. Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ἀπειρογάμως ἐκύησας ὢ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν, ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.
ᾨδὴ δ’ Ὁ Εἱρμὸς
Εἰσακήκοα Κύριε,
ὁ β’ χορός
Στίχ. Δόξα σοι, ὁ Θεόςᾑμῶν, δόξα σοι
Περιτέμνεσθαι πέπαυται ἀφ᾽ οὗ Χριστὸς ἑκὼν περιετμήθη, τῶν Ἐθνῶν τὰ πλήθη, σῴζων τῇ χάριτι.
ὁ α’ χορός
Στίχ. Δό¬ξα σοι, ὁ Θεόςᾑμῶν, δό¬ξα σοι
Τήν του μέλλοντος ἄληκτον, ἡ ὀγδόας ζωὴν ἐξεικονίζει, ἐν ᾗ ὁ Δεσπότης, περιετμήθη Χριστός.
Τοῦ Ἁγίου, ὁ αὐτὸς
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Καλλωπίζεται ὥσπερ, τῷ τόκῳ Χριστοῦ, ἡ Νύμφη Ἐκκλησία, οὕτω καὶ τῇ μνήμῃ σου Παμμακάριστε.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σεμνυνόμενος τέκνον, ὑπάρχειν Θεοῦ, θεότητα εἰς κτίσιν, εὐσεβῶς Βασίλειε οὐ κατήγαγες.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀταπείνωτος ὤφθης, Θεῷ συμμαχῶν, Βασίλειε ὁ πᾶσι, τῷ αὐτοῦ προστάγματι ταπεινούμενος.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τῇ Ἐκκλησίᾳ δέδοσαι, παρὰ Θεοῦ χαράκωμα, καὶ τεῖχος ὀχυρόν, Βασίλειε παμμακάριστε.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Τοῖς ἀντιθέοις πέλεκυς, ἐκκοπτικός, καὶ πῦρ καταναλίσκον, τὴν ἀπάτην ὤφθης Πάτερ Βασίλειε.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Δυσωποῦμέν σε Ἄχραντε, ἡ τὸν Θεὸν ἀσπόρως συλλαβοῦσα, τοῦ ἀεὶ πρεσβεύειν
ὁ β’ χορὸς
……..ὑπὲρ τῶν δούλων σου.

ᾠδὴ ε’.
ὁ α’ χορός
Ὁ Εἱρμὸς
Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντας σε.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σὺ Κύριε πρὸς γῆν, συμπαθῶς κατελήλυθας, σὺ ὕψωσας τὴν πεσοῦσαν, τῶν ἀνθρώπων οὐσίαν, ἐν ξύλῳ ἀναρτώμενος.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σὺ ᾖράς μου Χριστέ, τῶν πταισμάτων τὸ ἔγκλημα, σὺ ἔλυσας τὰς ὀδύνας, τοῦ θανάτου Οἰκτίρμον, τῇ θείᾳ Ἀναστάσει σου.
ὁ β’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Σὲ ὅπλον ἀῤῥαγές, κατ’ ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.
ᾨδή ε’ Ὁ Εἱρμὸς
Ὁ του φωτὸς χορηγός
ὁ α’ χορός
Στίχ. Δόξα σοι, ὁ Θεόςᾑμῶν, δόξα σοι
Σὺ ἐκ Παρθένου Μητρός, ἀνερμηνεύτως προελθὼν Κύριος, καὶ τὴν βροτῶν μὴ ἀπαξιώσας, ἐνδύσασθαι μορφήν, ὡς βρέφος νομίμως, τὸν Νόμον ἐπλήρωσας.
ὁ β’ χορός
Στίχ. Δό¬ξα σοι, ὁ Θεόςᾑμῶν, δό¬ξα σοι
Νυκτὶ ἐξωμοίωται, ὡς τὴν σκιὰν τὴν νομικὴν στέργουσα, τὸν Ἰσραὴλ ἡ γεννησαμένη, ἐξ ἧς ἀπαστράψαν, τὸ φῶς τό τοῦ κόσμου, Χριστὸς πεφανέρωται.
Τοῦ Ἁγίου, ὁ αὐτὸς
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἄγει διπλῆν ἀληθῶς, ἡ Ἐκκλησία ἑορτὴν σήμερον. Περιτομῆς, ὡς βρέφος Δεσπότου, ὀφθέντος ἐπὶ γῆς, καὶ μνήμης οἰκέτου, σοφοῦ καὶ τρισμάκαρος.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὸ ἀκατάληπτον φῶς, ἀναπαυσάμενον ἐν σοὶ Ὅσιε, φωτιστικὴν λαμπάδα τῷ κόσμῳ, σὲ ἔδειξε Χριστός· διό σου τὴν μνήμην, ὑμνοῦμεν Βασίλειε.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Οὐ νομοθέτης Μωσῆς, οὐ πρὸ τοῦ Νόμου, Ἰωσὴφ γέγονε, τῆς κατὰ σὲ τροφῆς σιτομέτρης· τῆς θείας γὰρ σαρκός, αὐτὸς ἑστιάτωρ, ἐδείχθης Βασίλειε.
ὁ β’ χορὸς
Δόξα Πατρί…
Τήν τοῦ παντὸς ἀμυδρῶς, ἱστορηθεῖσαν ἐν Σινᾷ Γένεσιν, τῷ Μωϋσεῖ, αὐτὸς ἑρμηνεύων, ἐκ θείων θησαυρῶν, ἀνέπτυξας πᾶσι, παμμάκαρ Βασίλειε.
ὁ α’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Σοὶ τῇ τεκούσῃ Χριστόν, τόν τοῦ παντὸς δημιουργὸν κράζομεν• Χαῖρε ἁγνή• Χαῖρε ἡ τὸ φῶς, ἀνατείλασα ἡμῖν• Χαῖρε ἡ χωρήσασα, Θεὸν τὸν ἀχώρητον.
ᾠδὴ ς’.
ὁ β’ χορός
ὁ Εἱρμὸς
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι’ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
ὁ α’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀνῆλθες, ἐν Σταυρῷ δυναστείαν ζωσάμενος, καὶ συμπλακεὶς τῷ τυράννῳ, ὡς Θεὸς ἐξ ὕψους κατέῤῥαξας, τὸν Ἀδὰμ δέ, ἀηττήτῳ, παλάμῃ ἀνέστησας.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἀνέστης, ἐξαστράπτων ὡραῖος ἐκ τάφου Χριστέ, καὶ διεσκέδασας πάντας, τοὺς ἐχθροὺς τῇ θείᾳ σου δυναστείᾳ, καὶ τὰ πάντα, ὡς Θεός, εὐφροσύνης ἐπλήρωσας.
ὁ α’ χορός
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον
Ὢ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα, οὐκ ἐστενοχώρησεν.
ᾨδὴ ς’ Ὁ Εἱρμὸς
Ἄβυσσος ἁμαρτημάτων
ὁ β’ χορός
Στίχ. Δόξα σοι, ὁ Θεόςᾑμῶν, δόξα σοι
Εἴληφε τέλος ὁ Νόμος, ἀφ’ οὗ Χριστὸς νηπιάσας, καὶ πληρωτὴς τοῦ Νόμου δειχθείς, Περιτομὴν κατεδέξατο, καὶ ἔλυσε τήν του Νόμου κατάραν.
ὁ α’ χορός
Στίχ. Δόξα σοι, ὁ Θεός ᾑμῶν, δόξα σοι
Σάββατα Περιτομή τε, τὸ φρύαγμα τῶν Ἑβραίων, τοῦ ἐπιφανέντος Χριστοῦ, τῷ νεύματι πέπαυται, καὶ ἔλαμψε τὸ τῆς χάριτος ἔαρ.
Τοῦ Ἁγίου, ὁ αὐτὸς
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἔθρεψας, λιμῷ τακείσας, ψυχὰς πενήτων ἀφθόνως, καὶ τάς τῶν πεινώντων καρδίας, πάσης ἐνέπλησας, Βασίλειε θεϊκῆς εὐφροσύνης.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἔθρεψας ψυχὰς πεινώσας, τροφῇ τῇ ἐπουρανίῳ• ἄρτος γὰρ Ἀγγέλων ὑπάρχει, ὁ λόγος Βασίλειε• οὗ ἄριστος σιτοδότης ἐγένου.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἤθροισας τῷ τῆς μελίσσης, Βασίλειε φιλοπόνῳ, ἀρετῆς ἁπάσης τὸ ἄνθος, καὶ περιδέξιος γενόμενος, ἐν αὐταῖς μακαρίζῃ.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Ἔσπευσας κόσμου ῥαγῆναι, καὶ Θεῷ συμβιοτεῦσαι· διὸ τοῖς ἀστάτοις, καὶ ῥευστοῖς, Πάτερ Βασίλειε, τὰ μένοντα ὡς σοφὸς κατεκτήσω.
ὁ β’ χορὸς
Καὶ νῦν… Θεοτοκίον
Βάτος σε ἐν τῷ Σιναίῳ, ἀφλέκτως προσομιλοῦσα, τῷ πυρὶ προγράφει
Μητέρα, τὴν ἀειπάρθενον, Ἀνύμφευτε Θεοτόκε Μαρία.
________________________________________
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς…
Κοντάκιον Ἦχος δ’
Ἐπεφάνης σήμερον
Ὤφθης βάσις ἄσειστος τῇ Ἐκκλησίᾳ, νέμων πᾶσιν ἄσυλον, τὴν κυριότητα βροτοῖς, ἐπισφραγίζων σοῖς δόγμασιν, Οὐρανοφάντορ Βασίλειε Ὅσιε.
Ὁ Οἶκος
Τῆς σωφροσύνης ὁ κρατήρ, τὸ στόμα τῆς σοφίας, καὶ βάσις τῶν δογμάτων, Βασίλειος ὁ μέγας, πᾶσιν ἀστράπτει νοερῶς. Δεῦτε οὖν, καὶ στῶμεν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, θερμῶς ἐνατενίζοντες, τοῖς θαύμασι τοῖς τούτου τερπόμενοι, καὶ ὥσπερ λαμπηδόνι ἀστραφθέντες τῷ φωτὶ αὐτῶν, θαλφθῶμεν τῷ τοῦ βίου καθαρτικῷ πνεύματι, μιμούμενοι αὐτοῦ τὴν πίστιν, τὴν ζέσιν, τὴν ταπείνωσιν, δι’ ὧν οἶκος ἐδείχθη τοῦ ὄντως Θεοῦ• πρὸς ὃν βοῶντες ὑμνοῦμεν, οὐρανοφάντορ Βασίλειε Ὅσιε.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Α’ τοῦ αὐτοῦ μηνὸς ἑορτάζομεν τὴν κατὰ σάρκα Περιτομὴν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Στίχοι
Χριστοῦ περιτμηθέντος, ἐτμήθη Νόμος.
Καὶ τοῦ Νόμου τμηθέντος, εἰσήχθη Χάρις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου, Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ Μεγάλου.
Στίχοι
Ζῇ Βασίλειος, καὶ θανὼν ἐν Κυρίῳ.
Ζῇ καὶ παρ᾽ ἡμῖν, ὡς λαλῶν ἐκ τῶν βίβλων,
Ἰανουαρίοιο θάνες, Βασίλειε, πρώτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόδοτος ξίφει τελειούται.
Στίχοι
Ὁ Θεόδοτος, Οὐκ ἀνέξομαι, λέγει,
Εἰ μὴ κεφαλὴν τοῦ Θεοῦ τμηθῶ χάριν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γρηγόριος, ὁ Πατὴρ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειούται.
Στίχοι
Ἐγκωμιαστὴν οἴκοθεν πλουτεῖς, Πάτερ,
Τῆς σῆς τελευτῆς, σοῦ ἐκ μηροῦ γόνον.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς.
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾠδὴ α’ ἦχος β’
Βυθοῦ ἀνεκάλυψε πυθμένα καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιός, ἐν πολέμοις Κύριος, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
Ἰαμβικὸς
Στίβει θαλάσσης, κυματούμενον σάλον,
Ἤπειρον αὖθις, Ἰσραὴλ δεδειγμένον,
Μέλας δὲ πόντος, τριστάτας Αἰγυπτίων,
Ἔκρυψεν ἄρδην, ὑδατόστρωτος τάφος,
Ῥώμῃ κραταιᾷ, δεξιᾶς τοῦ Δεσπότου.
ᾠδὴ γ’
ὁ α’ χορός
Ἰσχὺν ὁ διδοὺς τοῖς βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν αὐτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται, μολεῖ δὲ πρὸς τὸ Βάπτισμα, διὸ πιστοὶ βοήσωμεν, οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος πλήν σου Κύριε.
Ἰαμβικὸς
ὁ β’ χορός
Ὅσοι παλαιῶν ἐκλελύμεθα βρόχων,
Βορῶν λεόντων συντεθλασμένων μύλας,
Ἀγαλλιῶμεν, καὶ πλατύνωμεν στόμα,
Λόγῳ πλέκοντες ἐκ λόγων μελῳδίαν,
Ὢ τῶν πρὸς ἡμᾶς…
ὁ α’ χορός
…ἥδεται δωρημάτων.
ᾠδὴ δ’
ὁ β’ χορός
Ἀκήκοε Κύριε φωνῆς σου, ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ, ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε. Σὺ εἶ Χριστός, Θεοῦ Σοφία καὶ Δύναμις.
Ἰαμβικὸς
ὁ α’ χορός
Πυρσῷ καθαρθεὶς μυστικῆς θεωρίας,
Ὑμνῶν Προφήτης τὴν βροτῶν καινουργίαν,
Ῥήγνυσι γῆρυν, Πνεύματι κροτουμένην,
Σάρκωσιν ἐμφαίνουσαν ἀῤῥήτου Λόγου,
Ὢ τῶν δυναστῶν…
ὁ β’ χορός
…τὰ κράτη συνετρίβη.
ᾠδὴ ε’
ὁ α’ χορός
Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου, καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ, ἐν ᾧ τήν ἔχθραν κτείνας, ὑπερέχουσαν, πάντα νοῦν εἰρήνην χαρίζεται.
Ἰαμβικὸς
ὁ β’ χορός
Ἐχθροῦ ζοφώδους καὶ βεβορβορωμένου,
Ἰὸν καθάρσει Πνεύματος λελουμένοι,
Νέαν προσωρμίσθημεν ἀπλανῆ τρίβον,
Ἄγουσαν ἀπρόσιτον εἰς θυμηδίαν,
Μόνοις προσιτήν,…
ὁ α’ χορός
…οἷς Θεὸς κατηλλάγη.
ᾠδὴ Ϛ’
ὁ β’ χορός
Ἡ φωνὴ τοῦ λόγου, ὁ λύχνος τοῦ φωτός, ὁ ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ, Μετανοεῖτε, πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε, ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος.
Ἰαμβικὸς
ὁ α’ χορός
Ἱμερτὸν ἐξέφηνε σὺν πανολβίῳ,
Ἤχῳ Πατήρ, ὃν γαστρὸς ἐξηρεύξατο,
Ναί, φησίν, οὗτος, συμφυὴς γόνος πέλων,
Φώταυγος ἐξώρουσεν ἀνθρώπων γένους,
Λόγος τέ μου ζῶν,…
ὁ β’ χορός
…καὶ βροτὸς προμηθείᾳ.
ᾠδὴ ζ’
ὁ α’ χορός
Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις, ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἰαμβικὸς
ὁ β’ χορός
Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τὰς κάρας,
Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα,
Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας,
Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας,
Ὅλην πλύνει δέ,…
ὁ α’ χορός
…τῇ τοῦ Πνεύματος δρόσῳ.
ᾠδὴ η’
ὁ β’ χορός
Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.
Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον, ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ἰαμβικὸς
ὁ α’ χορός
Ἐλευθέρα μὲν ἡ κτίσις γνωρίζεται,
Υἱοὶ δὲ φωτός, οἱ πρὶν ἐσκοτισμένοι.
Μόνος στενάζει, τοῦ σκότους ὁ προστάτης.
Νῦν εὐλογείτω συντόνως τὸν αἴτιον,
Ἡ πρὶν τάλαινα τῶν Ἐθνῶν παγκληρία.
________________________________________
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
Ὠδὴ θ’
ΜΕΤΑ ΜΕΓΑΛΥΝΑΡΙΩΝ
ὁ α’ χορός
Ἦχος β’
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.
ὁ β’ χορός
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.

ὁ α’ χορός
Μεγάλυνον ψυχή μου, τὸν κατὰ τὸν Νόμον, σαρκὶ περιτμηθέντα.
Ἡ τὸν πρὸ ἡλίου φωστῆρα, τὸν Θεὸν ἑξανατείλαντα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ λαγόνων παρθενικῶν, ἀφράστως σωματώσασα, εὐλογημένη Πάναγνε, σὲ Θεοτόκε μεγαλύνομεν.
ὁ β’ χορός
Μεγάλυνον ψυχή μου, τὸν ἐν τῇ ὀγδόῃ, περιτομὴν λαβόντα.
Ἡ τὸν πρὸ ἡλίου φωστῆρα…..
ὁ α’ χορός
Σήμερον ὁ Δεσπότης, τέμνεται τὴν σάρκα, ὡς βρέφος πληρῶν τὸν Νόμον.
Ὑπερβὰς τοὺς ὅρους Χριστός, τῆς ἀνθρωπίνης ὅλης, φύσεως, ὑπερφυῶς ἐκ Παρθένου ἀποτίκτεται, καὶ τὸ γράμμα τὸ νομικόν, καθὼς διακελεύεται, τὴν σάρκα περιτέμνεται, καὶ πληρωτὴς τοῦ Νόμου δείκνυται.
ὁ β’ χορός
Σήμερον ὁ Δεσπότης, σαρκὶ περιετμήθη, καὶ Ἰησοῦς ἐκλήθη.
Δεῦτε τοῦ Δεσπότου τὰ ἔνδοξα, Χριστοῦ ὀνομαστήρια, ἐν ἁγιότητι πανηγυρίσωμεν• Ἰησοῦς γὰρ θεοπρεπῶς, ἀνηγόρευται σήμερον, σὺν τούτοις καὶ τὴν μνήμην δέ, τοῦ Ἱεράρχου μεγαλύνωμεν.
ΤΟΥ ΑΓΙΟΥ
ὁ α’ χορός
Μεγάλυνον ψυχή μου, τὸν ἐν Ἱεράρχαις, Βασίλειον τὸν Μέγαν.
ὁ β’ χορός
Μεγάλυνον ψυχή μου, τὸν ἐκ Καισαρείας, Βασίλειον τὸν Μέγαν.
ὁ α’ χορός
Μεγάλυνον ψυχή μου, τὸν τῆς οἰκουμένης, ὑπέρλαμπρον φωστῆρα.
Τοῦ Ἀρχιποίμενος ὡς πρόβατον, πιστὸν Χριστοῦ Βασίλειε, τοῖς ζωηφόροις ἴχνεσιν ἐπηκολούθησας• τῷ τυράννῳ γὰρ τὴν σαυτοῦ ψυχὴν Πάτερ προδέδωκας, προκινδυνεύων ἄριστα, τῆς Ἐκκλησίας παμμακάριστε.
ὁ β’ χορός
Μεγάλυνον ψυχή μου, τὸν κεκοσμηκότα, Χριστοῦ τὴν Ἐκκλησίαν.
Τὸ τῆς Ἐκκλησίας πανίερον, Χριστοῦ κατιδὼν σύστημα, ὑπὸ τῆς σῆς κοσμούμενον Ἱεραρχίας σοφέ, ὁ πανώλης ἐμβροντηθείς, καταπέπτωκε τύραννος· τὴν γὰρ ἐν σοὶ τοῦ Πνεύματος, αἴγλην οὐκ ἤνεγκε Βασίλειε.
ὁ α’ χορός
Δόξα Πατρί…
Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, θεότητος τὸ κράτος.
Τῆς τῶν Ἀποστόλων καθέδρας, τῆς χορείας τε τῶν Ἀθλοφόρων, Χριστοῦ Πατριαρχῶν σκηνῆς, καὶ τῶν Δικαίων τρυφῆς, τῆς χορείας τε τῶν Προφητῶν, ἠξιώθης Βασίλειε· τῆς Θεοτόκου μύστης γάρ, καὶ τῆς Τριάδος λάτρις γέγονας.

ὁ β’ χορός
Καὶ νῦν…
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Ὁ τὰ ὑπερῷα ἐν ὕδασι, στεγάζων μόνος Κύριος, ἀναχαιτίζων θάλασσαν, ἀβύσσους τε ὁ ξηραίνων, ἐκ σοῦ Ἁγνὴ τὴν σάρκα προσλαβόμενος, ἐκ Βηθλεὲμ ἐπείγεται, πρὸς Ἰορδάνην βαπτισθῆναι σαρκί.

ὁ α’ χορὸς
Καταβασία
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, τῶν ἄνω στρατευμάτων.
Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε, ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου, καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν, σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν.
ὁ β’ χορὸς
Μεγάλυνον ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Ἰαμβικὸς
Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ τόκου σου θαυμάτων!
Νύμφη πάναγνε, Μῆτερ εὐλογημένη,
Δι’ ἧς τυχόντες παντελοῦς σωτηρίας,
Ἐπάξιον κροτοῦμεν ὡς εὐεργέτῃ,
Δῶρον φέροντες ὕμνον εὐχαριστίας.
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἦχος β’.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ β’ χορός
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ α’ χορός
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
ὁ β’ χορός
Ὅτι ἅγιος ἐστι.
ὁ α’ χορός
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ζ’
Ὅτι ἦραν τὸν Κύριον, τῆς Μαρίας εἰπούσης, ἐπὶ τὸν τάφον ἔδραμον, Σίμων Πέτρος, καὶ ἄλλος, Μύστης Χριστοῦ, ὃν ἠγάπα, ἔτρεχον δὲ οἱ δύο, καὶ εὗρον τὰ ὀθόνια, ἔνδον κείμενα μόνα, καὶ κεφαλῆς, ἦν δὲ τὸ σουδάριον χωρὶς τούτων· διὸ πάλιν ἡσύχασαν, τὸν Χριστὸν ἕως εἶδον.

ὁ β’ χορός
Ἐν Πνεύματι τῷ Ἱερῷ
Φιλοσοφίας ἔρωτι, περιέτεμες Πάτερ, τὸ τῆς ψυχῆς σου κάλυμμα, καὶ τῷ κόσμῳ ἐδείχθης, ὡς ἥλιος τοῖς θαύμασι, καὶ πιστῶν κατηύγασας, τὰς διανοίας θέοφρον, τῆς Τριάδος ὁ λάτρις, ὦ Βασίλειε σοφέ, καὶ μύστης τῆς Θεοτόκου.
ὁ α’ χορός
Τῆς Ἑορτῆς, ὅμοιον
Τὴν σάρκα περιτέμνεται, ὁ τὸν Νόμον πληρώσας, ὡς βρέφος ὀκταήμερον, τῶν αἰώνων ὁ Κτίστης, καὶ σπάργανα εἱλίσσεται, ὡς βροτὸς καὶ γάλακτι ἐκτρέφεται ὁ τὰ πάντα, τῇ ἀπείρῳ ἰσχύϊ, ὡς Θεὸς διακρατῶν,
ὁ β’ χορός
…….καὶ τῇ ῥοπῇ διεξάγων.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος δ’.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.
ὁ α’ χορός
Ὃτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
ὁ β’ χορός
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
ὁ α’ χορός
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
ὁ α’ χορός
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.
ὁ β’ χορός
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.
ὁ α’ χορός
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
ὁ α’ χορός
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.
ὁ β’ χορός
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.
ὁ α’ χορός
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.
ὁ β’ χορός
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

ΨΑΛΜΟΣ ΡΜΘ’ (149)
ὁ α’ χορός
ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.
ὁ β’ χορός
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.
ὁ α’ χορός
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ , ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
ὁ β’ χορός
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
ὁ α’ χορός
Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
ὁ β’ χορός
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
ὁ α’ χορός
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.
ὁ α’ χορός
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ἐν τῷ σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας΄ ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας΄ διὸ βοῶμέν σοι΄ Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ΄ ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τῶν Πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ θεότητι, ἀναστὰς δὲ ἐκ νεκρῶν ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.
Ἦχος πλ. α’
Χαίροις ἀσκητικῶν
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Φέρει Περιτομὴν ἐν σαρκί, ὁ ἐκ Πατρὸς ἄνευ τομῆς τε καὶ ῥεύσεως, ἀφράστως τεχθεὶς ὡς Λόγος, καὶ ὡς Θεὸς ἐκ Θεοῦ, ἐν ἀτρέπτῳ μένων τῇ Θεότητι• διὸ κατὰ Νόμον, ὁ ὑπὲρ Νόμον γενόμενος, κατάρας Νόμου, ἐκλυτροῦται τοὺς ἅπαντας, καὶ τὴν ἄνωθεν, εὐλογίαν δεδώρηται. Ὅθεν τὴν ὑπεράγαθον, αὐτοῦ συγκατάβασιν, ἀνευφημοῦντες ὑμνοῦμεν, καὶ εὐχαρίστως δοξάζομεν, αὐτὸν δυσωποῦντες, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Θέσει υἱὸς Θεοῦ γεγονώς, ἀναγεννήσει τῇ του θείου Βαπτίσματος, τὸν φύσει καὶ ἀληθείᾳ, καὶ πρὸ αἰώνων Υἱόν, τοῦ Θεοῦ καὶ Λόγον ὁμοούσιον, Πατρὶ καὶ συνάναρχον, ὡμολόγησας Ὅσιε, αἱρετικῶν δέ, τὰ ἀπύλωτα στόματα, τῇ λαμπρότητι, τῶν σῶν λόγων ἐνέφραξας. Ὅθεν καὶ τὰ Βασίλεια, τὰ ἄνω κατῴκησας, συμβασιλεύων τῷ μόνῳ, καὶ φυσικῶς βασιλεύοντι, Χριστῷ τῷ πλουσίως, διανέμοντι τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
ὁ α’ χορός
Στιχ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν»,
Ἔνδον ἐπουρανίου Ναοῦ, ὡς Ἱεράρχης Ἱερὸς προσεχώρησας, τὴν πρᾶξιν καὶ θεωρίαν, τάς τῆς σοφίας ἀρχάς, ὡς στολὴν ἁγίαν περικείμενος, καὶ νῦν εἰς τὸ ἄνω, θυσιαστήριον Ὅσιε, ἱερατεύων, καὶ Θεῷ παριστάμενος, καὶ τὴν ἄϋλον, λειτουργίαν τελούμενος• μέμνησο συμπαθέστατε, παμμάκαρ Βασίλειε, τῶν ἐκτελούντων τὴν μνήμην, τὴν Ἱερὰν σου καὶ πάντιμον, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Στιχ. Στόμα δικαίου μελετήσει σο¬φί¬αν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν
Ὅλος ἱερωμένος Θεῶ, καὶ ὁλοτρόπως ἐκ παιδὸς ἀνακείμενος, σοφίας τῆς ὑπερσόφου, καταυγασθεὶς ταῖς αὐγαῖς, τὴν τῶν ὄντων γνῶσιν διετράνωσας, λαμπρῶς ἐξηγούμενος, καὶ σοφῶς διηγούμενος, τὴν ἐν τοῖς οὖσιν, εὐταξίαν ποιούμενος, ἐπιγνώσεως, θειοτέρας ὑπόθεσιν. Ὅθεν σε θεορρήμονα, καὶ θεῖον Διδάσκαλον, καὶ φωτοφόρον Φωστῆρα, τῆς Ἐκκλησίας κηρύττομεν, Χριστὸν ἀνυμνοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος.
ὁ α’ χορός
Δόξα Πατρί… Ἦχος πλ. β’
Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, καὶ γέγονας ποιμήν, τῆς του Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.
Καὶ νῦν… τῆς Ἑορτῆς
Ἦχος πλ. δ’
Συγκαταβαίνων ὁ Σωτήρ, τῷ γένει τῶν ἀνθρώπων, κατεδέξατο σπαργάνων περιβολήν• οὐκ ἐβδελύξατο σαρκὸς τὴν περιτομήν, ὁ ὀκταήμερος κατὰ τὴν Μητέρα, ὁ ἄναρχος κατὰ τὸν Πατέρα. Αὐτῷ πιστοὶ βοήσωμεν• Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.
Δοξολογία Μεγάλη
εἰς ἦχον δ’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
• • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
• • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
• • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,
ὁ β’ χορός
• • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
• • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
• • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
• • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
• • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
• • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
• • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
• • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
• • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
• • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ παρόν Ἀναστάσιμον Τροπάριον
Ἦχος δ’.
Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ παρόντα
ΑΝΤΙΦΩΝΑ
᾽Αντίφωνον α´
ὁ α’ χορός
Ἀντίφωνον Α’
Στιχ. α’. Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
ὁ β’ χορός

Στιχ. β’. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός

Στιχ. γ’. Διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ β’ χορός
Στιχ. δ’. Εἴπατε τῷ Θεῷ, Ὡς φοβερὰ τὰ ἔργα σου.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
ὁ α’ χορός

Δόξα…
Καὶ νῦν…
Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Ἀντίφωνον Β’
ὁ β’ χορός
Στιχ. α’. Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτμηθείς, ψάλλοντάς σοι. Ἀλληλούϊα.
ὁ α’ χορός

Στιχ. β’. ᾌσατε τῷ Κυρίῳ ψάλατε τῷ ὀνόματι αὐτοῦ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτμηθείς…
ὁ β’ χορός

Στιχ. γ’. Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτμηθείς…
ὁ α’ χορός

Στιχ. δ’. Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτμηθείς…
ὁ β’ χορός
Δόξα Πατρὶ…
ὁ α’ χορός
Καὶ νῦν…
ὁ β’ χορός
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ’
ὁ α’ χορός
Στιχ. α’. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.
Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ᾽ οὐσίαν, πολυεύσπλαγχνε Κύριε• καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξα τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.
ὁ β’ χορός

Στιχ. β’. Ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου.
Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην…
ὁ α’ χορός
Στιχ. γ’. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν.
Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην…
Μικρὰ Εἴσοδος.
Εἰσοδικὸν
ὁ α’ χορός
(ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν….
ὁ β’ χορὸς
…ψάλλοντάς σοι, Ἀλληλούϊα.
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον. Ἦχος δ’
Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον΄ Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς Ἦχος α’
Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ’ οὐσίαν, πολυεύσπλαγχνε Κύριε• καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξᾳ τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.
ὁ α’ χορὸς

Ἀπολυτίκιον τοῦ Ἁγίου Ἦχος ὁ αὐτός
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δι’ οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας, Βασίλειον Ἱεράτευμα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ὁ β’ χορὸς
Ἀπολυτίκιον
Τοῦ Ναοῦ
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων, μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντάκιον Ἦχος γ’
Ἡ Παρθένος σήμερον
Ὁ τῶν ὅλων Κύριος, περιτομὴν ὑπομένει, καὶ βροτῶν τὰ πταίσματα, ὡς ἀγαθὸς περιτέμνει δίδωσι τὴν σωτηρίαν σήμερον κόσμῳ χαίρει δὲ ἐν τοῖς ὑψίστοις καὶ ὁ του Κτίστου, Ἱεράρχης καὶ φωσφόρος, ὁ θεῖος μύστης Χριστοῦ Βασίλειος.
Τρισάγιον.
________________________________________
Ἀπόστολος
Προκείμενον. Ἦχος α’
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.
Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα 2:8-12
Ἀδελφοί, βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς Θεότητος σωματικῶς, καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν.

΄ Ἀλληλούϊα (γ’) . Ἦχος πλ. δ΄
Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες.
Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(β΄ 20 – 21, 40 – 52)
Τῷ καιρῷ ἐκείνῳ, ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς. Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πληρούμενον σοφίᾳ, καὶ χάρις Θεοῦ ἦν ἐπ᾽ αὐτό. Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾽ ἔτος εἰς ᾽Ιερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβαινόντων αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν ᾽Ιησοῦς ὁ παῖς ἐν ᾽Ιερουσαλήμ, καὶ οὐκ ἔγνωσαν οἱ γονεῖς αὐτοῦ. Νομίσαντες δὲ αὐτὸν εἶναι ἐν τῇ συνοδίᾳ ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενεῦσιν καὶ τοῖς γνωστοῖς,καὶ μὴ εὑρόντες ὑπέστρεψαν εἰς ᾽Ιερουσαλὴμ ἀναζητοῦντες αὐτόν. Καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς·ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπεν· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. Καὶ εἶπεν πρὸς αὐτούς· Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;καὶ αὐτοὶ οὐ ᾔ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. Καὶ κατέβη μετ᾽ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Ἡ δὲ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ ᾽Ιησοῦς προέκοπτεν σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις

ὁ α’ χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
________________________________________
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Μεγάλου Βασιλείου
Εἰς τό, Ἐξαιρέτως
ὁ α’ χορός
τὸ Μέγα Μεγαλυνάριον
Ἐμμελής ἀπαγγελία εἰς τὸ κλιτὸν
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος· ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν.
Ἦχος α’ ἐκ τοῦ Κε (μέλος ἀρχαῖον)
Τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα σοι.
________________________________________Κοινωνικόν
ὁ β’ χορός
ἦχος δ’
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.
ὁ α’ χορός
Ἦχος α’
Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ’ οὐσίαν, πολυεύσπλαγχνε Κύριε• καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ, δόξᾳ τῇ εὐσπλαγχνίᾳ σου, δόξα τῇ ἀνεκφράστῳ Λόγε συγκαταβάσει σου.
ὁ β’ χορός
Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.
ἦχος β’
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)
Ἀπόλυσις
«῾Ο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ σαρκὶ περιτμηθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν καὶ ἀναστὰς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν».

᾿Ακολουθία τῆς δοξολογίας ἐπὶ τῇ ἐνάρξει τοῦ νέου ἔτους

Μετὰ τὸ «Εὐλογητὸς ὁ Θεός», ἀπολυτίκια:

τὸ ἀναστάσιμον «Τὸ φαιδρὸν τῆς ἀναστάσεως»,

τῆς ἑορτῆς «Μορφὴν ἀναλλοιώτως»,

καὶ τοῦ ἁγίου «Εἰς πᾶσαν τὴν γῆν»,

κοντάκιον τῆς ἰνδίκτου, ἦχος δ΄, πρὸς τὸ «῾Ο ὑψωθείς»,

῾Ο τῶν αἰώνων ποιητὴς καὶ δεσπότης, ׀ Θεὲ τῶν ὅλων ὑπερ­ού­σιε ὄντως, ׀ τὴν ἐνιαύσιον εὐλόγησον περίοδον ׀ σῴ­ζων τῷ ἐλέει σου τῷ ἀπείρῳ, οἰκτίρμον, ׀ πάντας τοὺς λα­τρεύ­οντας σοὶ τῷ μόνῳ δε­σπότῃ ׀ καὶ ἐκβοῶντας φόβῳ· Λυτρωτά, ׀ εὔ­φο­ρον πᾶσι τὸ ἔτος χο­ρήγησον.

Εὐθὺς ἡ δοξολογία (ἐπιλογὴ στίχων), μεθ᾿ ἣν αἱ ἑξῆς αἰ­τή­σεις τῆς ἐκτε­νοῦς, τῶν χορῶν ψαλλόντων ἐκ περιτροπῆς ἀνὰ ἓν τριπλοῦν «Κύριε, ἐλέησον», ἐξαιρέσει τῆς ἕκτης αἰτήσεως «ὑπὲρ τοῦ διαφυλαχθῆναι», μεθ᾿ ἣν ψάλλουν αὐτὸ ἀνὰ δέ­κα ἀμοιβαδὸν τετράκις, πραείᾳ τῇ φωνῇ.

«᾿Ελέησον ἡμᾶς, ὁ Θεός…»

«῎Ετι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν…»

«῎Ετι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν…»

«῎Ετι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρ­χῆς καὶ ἐξουσίας ἐν αὐτῷ καὶ ἐν τῷ κράτει ἡμῶν, τοῦ κατὰ ξηράν, θά­λασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ καὶ ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πᾶσιν».

«῎Ετι δεόμεθα ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρ­πῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν καὶ ὑπὲρ τοῦ εὐλο­γη­θῆ­ναι τὸν νέον ἐνιαυτὸν τῆς χρηστότητος τοῦ Κυρίου».

«῎Ετι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν ἐκκλη­σί­αν…»

«῎Ετι δεόμεθα ὑπὲρ τοῦ εἰσακοῦσαι…»

«Τοῦ Κυρίου δεηθῶμεν» καὶ ὁ ἱερεὺς τὴν εὐχήν:

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐ­ξουσίᾳ θέμενος, ὁ ἄναρχος καὶ ἀτελεύτητος καὶ ἐπέκεινα παν­τὸς χρόνου νοούμενός τε καὶ ὑπάρχων, ὁ πάσης ἐκτὸς με­ταβολῆς τε τῶν ὄν­των καὶ ἀλλοιώσεως, ὁ τὸν πάντα χρό­νον τόν τε γεγονότα τόν τε ὄντα καὶ τὸν ἐσόμενον πληρῶν, ὁ ἐν τῇ ἀφάτῳ σου μακροθυμίᾳ καταξιώσας ἡμᾶς εἰς νέον ἐνι­αυ­τὸν τοῦ πλούτου τῆς χρηστότητός σου εἰσελθεῖν, αὐτός, παν­ά­γαθε Δέσποτα, τὴν εἴσοδον ταύτην τῇ θείᾳ σου χάριτι εὐ­λόγησον· ὄμβρους εἰρηνικοὺς πρὸς καρποφορίαν τῇ γῇ δώ­ρη­σαι· τοὺς ἀέρας ὑγιεινοὺς καὶ εὐκράτους ἀνθρώποις τε καὶ κτήνεσι κατασκεύασον· δὸς ἡμῖν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ βε­βαίᾳ τὸν κύκλον αὐτοῦ διελθεῖν, τῷ στεφάνῳ τῆς δόξης τῶν ἀρετῶν κοσμουμένους, τῷ φωτὶ τῶν ἐντολῶν σου εὐ­σχη­μό­νως ὡς ἐν ἡμέρᾳ καλῶς ὁδεύοντας· τὸ εὐσεβὲς ἡμῶν ἔθνος τῇ δυνάμει σου κραταίωσον· τὴν νεότητα παιδα­γώ­γη­σον· τὸ γῆρας περικράτη­σον· τοὺς ὀλιγοψύχους παρα­μύ­θη­σον· τοὺς ἐσκορπισμένους ἐπι­συνάγαγε· τοὺς πεπλα­νημένους ἐπανά­γα­γε καὶ σύναψον τῇ ἁγίᾳ σου ᾿Εκκλησίᾳ, ἣν τῇ θείᾳ σου χά­ρι­τι καλῶς διαφύλαξον· λάλησον ἀγαθὰ ἐν ταῖς καρ­δίαις τῶν ἀρ­χόντων ἡμῶν, ἐνίσχυσον καὶ ἐνδυ­νάμωσον αὐ­τούς τε καὶ τὸν φιλόχριστον ἡμῶν στρατόν· ἐλθέτω ἐφ᾿ ἡμᾶς, Κύριε, ἡ βα­σιλεία σου, βασιλεία ἀγάπης, χρηστότητος, δι­και­οσύνης καὶ εἰ­ρήνης, καὶ ἀξίωσον ἡμᾶς ἐν ἑνὶ στόματι καὶ μιᾷ καρ­δί­ᾳ ὑμνεῖν σε καὶ δοξάζειν σε τὸν ἐν Τριάδι ἄναρχον καὶ αἰ­ώ­νι­ον Θεὸν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

῾Ο χορὸς «᾿Αμήν», ὁ ἱερεὺς τὴν ἀπόλυσιν, ὡς εἰς τὸν ἑσπε­ρινόν, καὶ τὸ «Δι᾿ εὐχῶν».

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s