ΟΡΘΡΟΣ ΚΑΙ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΚΥΡΙΑΚΗΣ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ

18 ΟΚΤΩΒΡΙΟΥ 2011
† ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ.
«Μνήμη πάντων τῶν ἀπ᾿ αἰῶνος Θεῷ εὐαρεστησάντων ἀπὸ ᾿Αδὰμ ἄχρι καὶ ᾿Ιωσὴφ τοῦ μνήστορος τῆς ὑπεραγίας Θεοτόκου· ὁμοίως καὶ τῶν προφητῶν καὶ προφητίδων, ἐξαιρέτως δὲ τοῦ προφήτου Δανιὴλ (560 π.Χ.) καὶ τῶν ἁγίων τριῶν παίδων». Σεβαστιανοῦ, Ζωῆς κ.λπ. μαρτύρων (†287).
῏Ηχος β΄, ἑωθινὸν ε΄.


________________________________________
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,…
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα…
Ἦχος β’
ὁ α’ χορὸς
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ α’ χορὸς
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ὁ β’ χορὸς
Στίχ. γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
ΑΠΟΛΥΤΙΚΙΑ
ὁ α’ χορός
Ἀπολυτίκιον. Ἦχος β´.
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
ὁ β’ χορός
Δόξα Πατρί…
Ἀπολυτίκιον Ἦχος β ‘
Μεγάλα τὰ τῆς Πίστεως κατορθώματα! ἐν τῇ πηγὴ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ Ἅγιοι τρεῖς Παῖδες ἠγάλλοντο, καὶ ὁ Προφήτης Δανιήλ, λεόντων ποιμήν, ὡς προβάτων ἐδείκνυτο. Ταῖς αὐτῶν ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
ὁ α’ χορὸς
Καὶ νῦν… , Θεοτοκίον
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
________________________________________
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος…
[Τὸ Ψαλτήριον καὶ ὁ ἄμωμος.]
ΚΑΘΙΣΜΑΤΑ
Μετὰ τὴν α´ Στιχολογίαν.
ὁ α’ χορός
Ἦχος β´
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ, κηδεύσας ἀπέθετο, ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Δόξα Πατρί…
Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα. Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος, ἀλλὰ κραυγάσατε. Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ὁ α’ χορός
Καὶ νῦν… Σταυροθεοτοκίον
Ὑπερδεδοξασμένη ὑπάρχεις, Θεοτόκε Παρθένε, ὑμνοῦμέν σε· διὰ γάρ τοῦ Σταυροῦ τοῦ Υἱοῦ σου, κατεβλήθη ὁ ᾅδης, καὶ ὁ θάνατος τέθνηκε, νεκρωθέντες ἀνέστημεν, καὶ ζωῆς ἠξιώθημεν, τὸν Παράδεισον ἐλάβομεν, τὴν ἀρχαίαν ἀπόλαυσιν· διὸ εὐχαριστοῦντες δοξολογοῦμεν, ὡς κραταιὸν Χριστὸν τὸν Θεὸν ἡμῶν, καὶ μόνον πολυέλεον.
ὁ β’ χορός
Μετὰ τὴν β’ Στιχολογίαν, ἕτερα
Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς παρέσχες πᾶσι, Κύριε δόξα σοι.
ὁ α’ χορός
Δόξα Πατρὶ…
Τῶν Μαθητῶν σου ὁ χορός, σὺν μυροφόροις Γυναιξίν, ἀγάλλεται συμφώνως, κοινὴν γὰρ ἑορτὴν σὺν αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ δι’ αὐτῶν, φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Καὶ νῦν… Σταυροθεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι.
________________________________________
Τὰ ἀναστάσιμα εὐλογητάρια.
ὁ α’ χορός
Ἦχος πλ. α’
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾅδου πάντας ἐλευθερώσαντα.
ὁ β’ χορός
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὢ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις, Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε, ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι, ἀλλ’ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε΄ θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
ὁ β’ χορός
Στίχ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου. Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
ὁ α’ χορός
Δόξα Πατρὶ… Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό, Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
ὁ β’ χορός
Καὶ νῦν… Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.
ὁ α’ χορός
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ β’ χορός
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
ὁ α’ χορός
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός.
________________________________________
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι ηὐλόγηταί σου…
Ἡ Ὑπακοὴ Ἦχος β’
Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι πρὸς τὸ μυρίσαι τὸ σῶμά σου αἱ γυναῖκες Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν, φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ΑΝΑΒΑΘΜΟΙ
Ἀντίφωνον Α’
ὁ α’ χορός
Ἐν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ, σῶσόν με σῇ ἐπιλάμψει.
ὁ β’ χορός
Ἐλέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλὰ καθ’ ἑκάστην ὥραν, ὢ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι.
ὁ α’ χορός
Δόξα Πατρί… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν, Θεὸς γὰρ ἐστιν, ὁμοούσιος Πατρὶ καὶ Λόγῳ.
Ἀντίφωνον Β’
ὁ β’ χορός
Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τὶς ἱκανὸς σῶος φυλαχθῆναι, ἐκ τοῦ ἐχθροῦ ἅμα, καὶ ἀνθρωποκτόνου;
ὁ α’ χορός
Τοῖς ὁδοῦσιν αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον, λέοντος τρόπον κατ’ ἐμοῦ κινοῦνται, καὶ γὰρ οἱ ἐχθροί μου.
ὁ β’ χορός
Δόξα Πατρί… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ζωαρχία καὶ γέρας, πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι’ Υἱοῦ δέ.
Ἀντίφωνον Γ’
ὁ α’ χορός
Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁγίῳ, οἳ οὐδαμῶς σαλεύονται, προσβολαῖς τοῦ Βελίαρ.
ὁ β’ χορός
Ἐν ἀνομίαις χεῖρας αὐτῶν μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες, οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ.
ὁ α’ χορός
Δόξα Πατρί… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις καταστέφονται Μάρτυρες,…
ὁ β’ χορός
… καὶ Προφῆται ὁρῶσι.
Προκείμενον
ὁ α’ χορός
Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.
ὁ β’ χορός
Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.
ὁ α’ χορός
Στίχ. Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα.
Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω,…
ὁ β’ χορός
… καὶ συναγωγὴ λαῶν κυκλώσει σε.
________________________________________
Ἡ Τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου
ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ α΄ χορὸς
Κύριε ἐλέησον
ὁ Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,…
ὁ α΄ χορὸς
Ἦχος β’.
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς…
ὁ α’ χορὸς
Κύριε, ἐλέησον (γ’).
ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι.
ὁ β’ Χορὸς:
Καὶ τῷ Πνεύματί σου.
ὁ Ἱερεὺς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα
ὁ Διάκονος: Πρόσχωμεν.
ὁ α΄ χορὸς
Δόξα σοι Κύριε, δόξα σοι.
ΕΩΘΙΝΟΝ Ε’ (Λουκ. 24,12-35 )
Τῷ καιρῷ ἐκείνῳ, ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα΄ καὶ ἀπῆλθε, πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς΄ καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καί αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς΄ οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Εἶπε δὲ πρὸς αὐτούς΄ Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, καὶ ἐστὲ σκυθρωποὶ; Ἀποκριθείς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν ΄ Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; καὶ εἶπεν αὐτοῖς, Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ΄ ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου, καὶ ἐσταύρωσαν αὐτόν΄ ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτὸς ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλὰ γε οὖν σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον, ἀφ’ οὗ ταῦτα ἐγένετο. ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὂρθριαι ἐπὶ τὸ μνημεῖον, καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον΄ αὐτὸν δὲ οὐκ εἶδον. Καὶ αὐτὸς εἶπε πρὸς αὐτούς΄ Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ Προφῆται. Οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς Γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο ποῤῥωτέρω πορεύεσθαι. Καὶ παρεβιάσαντο αὐτόν , λέγοντες΄ Μεῖνον μεθ’ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. Καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ’ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. Αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν΄ καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ’ αὐτῶν. Καὶ εἶπον πρὸς ἀλλήλους΄ Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας, ὅτι ἠγέρθη ὁ Κύριος ὄντως, καὶ ὤφθη Σίμωνι. Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
ὁ α’ χορὸς:
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν’ Ψαλμὸς εἰς ἦχον β’
• • Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
• • Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
• • Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
• • Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
• • Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
• • Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
• • Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
• • Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
• • Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
• • Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
• • Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
• • Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
• • Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
• • Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
• • Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
• • Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
• • Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
• • Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
• • Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
• Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.
ὁ α’ χορὸς
Δόξα Πατρὶ… Ἦχος β’
Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β’ χορὸς
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Πεντηκοστάριον. Ἦχος ὁ αὐτὸς
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν, τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
________________________________________
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…
________________________________________ ΚΑΝΩΝ
τῶν Πατέρων
ᾠδὴ α’- Ἦχος πλ. β’
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι διώκτην τύραννον, ὑπὸ γῆν ἔκρυψαν, τῶν σεσωσμένων οἱ Παῖδες, ἀλλ’ ἡμεῖς ὡς αἱ νεάνιδες, τῷ Κυρίῳ ᾄσωμεν, ἐνδόξως γάρ δεδόξασται.
ὁ β’ χορός
Κύματι θαλάσσης,…
ὁ α’ χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Φόβῳ σοι θανάτου, ἀνοίγονται πύλαι καὶ διαῤῥήσσονται, μοχλοὶ αἰώνιοι, τῇ γὰρ σεπτῇ σου καθόδῳ, ἐξανέστησαν οἱ πάλαι νεκροί, ἐν εὐφροσύνῃ ψάλλοντες, Χριστὲ τὴν σὴν Ἀνάστασιν.
ὁ β’ χορός
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σήμερον τὸ κλῆτος, τῶν θείων Πατέρων, Χριστοῦ τὴν Γέννησιν, προεορτάζει φαιδρῶς, καὶ ὑπογράφεται ταύτης, τὸ παράδοξον τῆς χάριτος, Ἀβραὰμ γὰρ σύμβολον, τοῦ νόμου καὶ οἱ Παῖδές εἰσιν.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Πάλαι δεξιοῦται, Θεότητα μίαν, τὴν τρισυπόστατον, ὁ Ἱερὸς Ἀβραάμ΄ νῦν δὲ ὁ σύνθρονος Λόγος, τῷ Πατρὶ καὶ θείῳ Πνεύματι, τοῖς παισὶ προέρχεται, ἐνδόξως εὐφημούμενος.
ὁ β’ χορός
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀβραὰμ ἐῤῥύσθη, χειρὸς ἐξ ἀδίκου, φλογὸς καμίνου δέ, οἱ θεῖοι Παῖδες ποτέ, καὶ Δανιὴλ ὁ Προφήτης, ἐκ θηρῶν καὶ λάκκου σέσωσται΄ διὸ νῦν τὴν Γέννησιν, Χριστοῦ προεορτάζουσιν.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Ἀριθμῷ καὶ πίστει, τῆς θείας Τριάδος, τὴν ἀθεότητα, καταστρεψάμενοι, ἐν τῇ καμίνῳ οἱ Παῖδες, ἐν συμβόλοις τὰ ἐσόμενα, τοῦ Θεοῦ μυστήρια, τῷ κόσμῳ προϋπέφηναν.
ὁ β’ χορός
Καὶ νῦν…Θεοτοκίον
Κεχαριτωμένη, ἀνύμφευτε Μήτηρ Παρθένε ἄφθορε, σὲ μακαρίζομεν΄ τοῦ Ἀβραὰμ γὰρ ἐκ γένους, καὶ φυλῆς Δαυΐδ ἐξήνθησας, τὸν Χριστὸν δὲ τέτοκας, Προφήταις κηρυχθέντα τὸ πρίν.
ᾠδὴ γ’
ὁ α’ χορὸς
ὁ Εἱρμὸς
Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ κρανίῳ κρεμάμενον, θαμβητικῶς συνείχετο΄ Οὐκ ἔστιν ἅγιος, πλήν σου Κύριε κραυγάζουσα.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τάφῳ τριημερεύσας, ἀνέστησας ζωαρχικῇ ἐγέρσει, θανόντας τοὺς ἀπ’ αἰῶνος΄ καὶ καταδίκης λυόμενοι, χαρμονικῶς ἠγάλλοντο, ἰδοὺ ἡ λύτρωσις, ἦλθες Κύριε κραυγάζοντες.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τὴν κατ’ εἰκόνα δόξαν, καὶ καθ’ ὁμοίωσιν Θεοῦ φρονοῦντες Παῖδες, χρυσῆς εἰκόνος φλόγα, ἐν τῷ πυρὶ τῷ τοῦ Πνεύματος, ἀθλητικῶς κατέσβεσαν, ἐν πίστει ψάλλοντες. Πλήν σου Κύριον οὐκ οἴδαμεν.
ὁ β’ χορός
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σοφίας τῷ περιόντι, καὶ Πνεύματος τῇ δυνάμει οἱ Παῖδες, τοὺς σοφοὺς Βαβυλῶνος, αἰχμαλωτεύσαντες ᾔσχυναν, καὶ θαρσαλέως ἔκραζον΄ Οὐκ ἔστιν ἅγιος, πλὴν σου Κύριε φιλάνθρωπε.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Χαίρει καὶ συγχορεύει, τοῖς Παισὶ καὶ Προφήταις ὁ Νόμος, καὶ προσκιρτᾷ τοῦ Κυρίου, τὴν θείαν ἔλλαμψιν σήμερον΄ καὶ Ἀβραὰμ ἀγάλλεται, ὅτι ἐκ σπέρματος αὐτοῦ, εἶδε Κύριον σαρκούμενον.
ὁ β’ χορός
Καὶ νῦν…Θεοτοκίον
Ἡ σύλληψις ἄνευ πάθους, ἡ πρόσληψις ὑπὲρ λόγον καὶ φύσιν, τοῦ τόκου σου προῆλθε, τὸ γὰρ Προφήταις θρυλλούμενον, ὑπερφυῶς Μυστήριον, ἡμῖν ἐπέφανε, Λόγος τοῦ Θεοῦ ὑπάρχων Κύριος.
________________________________________
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,…
Ἡ Ὑπακοὴ -Ἦχος πλ. δ’
Ἄγγελος Παίδων ἐδρόσιζε κάμινον, νῦν δὲ γυναικῶν κλαυθμὸν διεκώλυε, λέγων΄ Τί ἐπιφέρεσθε μύρα; τίνα ζητεῖτε ἐν τάφῳ; ἀνέστη ὁ Χριστὸς καὶ Θεός, ὑπάρχει γὰρ ζωὴ καὶ σωτηρία, τοῦ γένους τῶν ἀνθρώπων.
Κοντάκιον Ἦχος β’
Τὰ ἄνω ζητῶν
Ἀνέστης Σωτήρ, ἐκ τάφου Παντοδύναμε καὶ ᾍδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδάμ συναγάλλεται, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.
Οἶκος
Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνάστασις πάντων καὶ ἡ ζωὴ τῶν βροτῶν καὶ πάντας συνανέστησας, τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ ᾍδου τὰς πύλας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα κτίσις συγχαίρει ἐν τῇ σῇ Ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν σὴν συγκατάβασιν, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.
ᾠδὴ δ’
ὁ β’ χορός
ὁ Εἱρμὸς
Τὴν ἐν Σταυρῷ σου θείαν κένωσιν, προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα΄ Σὺ δυναστῶν διέκοψας, κράτος ἀγαθέ, ὁμιλῶν τοῖς ἐν ᾅδῃ ὡς παντοδύναμος.
ὁ α’ χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Ἡ ἐν τῷ ᾅδῃ θεία κάθοδος, σοῦ Χριστὲ ὁ Θεός, νεκροῖς ζωὴ ἐδείχθη, σὺ γὰρ ἐχθροὺς ἐδέσμευσας, κάτω ἀγαθέ, καὶ οὐράνιον τρίβον, ἀνθρώποις ἤνοιξας.
ὁ β’ χορός
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τὰ τῶν Πατέρων ἀκροθίνια, Ἀβραὰμ Ἰσαάκ, καὶ Ἰακὼβ τιμῶμεν, ὅτι αὐτῶν ἐκ σπέρματος, ἔλαμψε Χριστός, σαρκωθεὶς ἐκ Παρθένου, ὡς Παντοδύναμος.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Προϋπογράφων τὰ ἐσόμενα, τῇ καθόδῳ Χριστοῦ, ὁ Δανιὴλ τοὺς θῆρας ὡς πρόβατα ἀπέδειξε, πᾶσιν ἐναργῶς, ὡς προέγνω τὸ μέλλον, οἷα Προφήτης Θεοῦ.
ὁ β’ χορός
Δόξα Πατρί…
Τῆς ἁμαρτίας μὴ σπασάμενοι, τὸν ἰὸν ἐκ φλογός, ἐῤῥύσθησαν οἱ Παῖδες, χρυσίου γὰρ ὑπέρτιμοι, ὄντες ἀληθῶς, ἐν καμίνῳ τῆς πλάνης, οὐκ ἐχωνεύθησαν.
ὁ α’ χορὸς
Καὶ νῦν…Θεοτοκίον
Μεγαλοφώνως προκηρύττεται, προσδοκία Ἐθνῶν, καὶ σωτηρία κόσμου, ὁ ὑπὲρ φύσιν τόκος σου, ἄχραντε σεμνή΄ ὃν ὑμνεῖ τῶν Πατέρων,…
ὁ β’ χορός
…ὅμιλος σήμερον.
ᾠδὴ ε’
ὁ α’ χορὸς
ὁ Εἱρμὸς
Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν΄ Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ πάντες οἱ γηγενεῖς ἀγαλλιάσονται.
ὁ β’ χορός
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Τὸ ἐξαστράπτον τῆς χαρᾶς, ὑποτυπῶν ἐμφανῶς ὁ Ἄγγελος, ἐν τῷ τάφῳ λαμπροφόρος δείκνυται, Γυναιξὶ κηρύττων ἀνάστασιν΄ καὶ ἀφέμεναι τοῦ κλαυθμοῦ, ἠγαλλιάσαντο, Χριστοῦ ἀναστάντος, τὸ χαίρετε Ἀποστόλοις διαγγέλλουσαι.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τὴν τῶν Πατέρων ἀπαρχήν, ὡς ἀρχηγὸν νόμου καὶ τῆς Χάριτος, Ἀβραὰμ τὸν Πατριάρχην σήμερον, συνελθόντες πίστει τιμήσωμεν΄ ὡς Προφήτης γὰρ τοῦ Θεοῦ, προκατηγγείλατο Χριστὸν ἐκ Παρθένου, καὶ τούτου προϋπαντᾷ τὴν θείαν Γέννησιν.
ὁ β’ χορός
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Προϋπογράφοντες τρανῶς, τὴν πρὸς ἡμᾶς τοῦ Κυρίου ἔλευσιν, οἱ Ἀγγέλου παρουσίας ἔσβεσαν, Ἀβραὰμ οἱ Παῖδες τὴν κάμινον, καὶ ἀτμίδα δρόσου τὸ πῦρ, ἀπεργασάμενοι ἐν τούτῳ τῇ πίστει, εἰκόνος χρυσῆς δόξαν ἐχώνευσαν.
ὁ α’ χορὸς
Δόξα Πατρί…
Ἔφραξε στόματα θηρῶν, ὁ Δανιὴλ ἐν τῷ λάκκῳ Πνεύματι΄ τοῦ πυρὸς δὲ τὴν ἰσχὺν κατέσβεσαν, Ἀβραὰμ οἱ Παῖδες τῇ χάριτι, καὶ σωθέντες οὗτοι φθορᾶς, προκαταγγέλλουσι Χριστὸν ἐκ Παρθένου, αἰτοῦντες ὡς λυτρωτὴν τὴν σωτηρίαν ἡμῶν.
ὁ β’ χορός
Καὶ νῦν…Θεοτοκίον
Ἐν θείῳ Πνεύματι δηλῶν, τὴν ἐξ ἡμῶν ἀπαθῶς σου πρόσληψιν, Ἡσαΐας ἀνεβόα Κύριε, γρηγορῶν τῷ νόμῳ τῆς χάριτος. Τὸν ἐκ γένους μὲν Ἀβραάμ, ἐκ τῆς Ἰούδα δὲ φυλῆς κατὰ σάρκα, Παρθένος ἄνευ σπορᾶς,…
ὁ α’ χορὸς
…ἔρχεται τίκτουσα.
ᾠδὴ ς’
ὁ β’ χορός
ὁ Εἱρμὸς
Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι΄ Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.
ὁ α’ χορὸς
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Θανάτου τὴν νέκρωσιν, καὶ τοῦ ᾅδου ἀγαθέ, εἰργάσω τὴν καθαίρεσιν, τριημέρῳ ταφῇ σου θεοπρεπῶς, ζωὴν δὲ ἐπήγασας, ἀναστὰς τοῖς ἐν κόσμῳ Ἰησοῦ Βασιλεῦ.
ὁ β’ χορός
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὁ τρόπος φιλόξενος, ἡ δὲ πίστις ὑψηλή, Ἀβραὰμ τοῦ προπάτορος, ὅθεν θεῖον μυστήριον τυπικῶς, δεξάμενος ἔχαιρε΄ τοῦ Χριστοῦ δὲ προτρέχων νῦν ἀγάλλεται.
ὁ α’ χορὸς
Στίχ. Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τὴν κτίσιν ὑπέταξε, νῦν ἡ πίστις τοῖς παισί, τῇ δωρεᾷ τοῦ Πνεύματος΄ τὸ γὰρ πῦρ τὸ παμφάγον καὶ ἀναιδές, ᾐδέσθη τοὺς σέβοντας, τοῦ πυρὸς τὸν ἐργάτην, Ἰησοῦν τὸν Χριστόν.
ὁ β’ χορός
Δόξα Πατρί…
Τοῦ κόσμου τὸ ἄγριον, τῇ ἐλεύσει τοῦ Χριστοῦ, ῥυθμίζεσθαι ὑπέφηνεν, εἰρήνην πρὸς τὴν θείαν θεοπρεπῶς, φιμώσας τοὺς λέοντας, Δανιὴλ ὁ Προφήτης ἐν τῷ λάκκῳ ποτέ.
ὁ α’ χορὸς
Καὶ νῦν…Θεοτοκίον
Νηδύος ἐκύησας, ἐκ Παρθένου τὸν Χριστόν, Μαρία Μήτηρ ἄνανδρε, ὃν εἶδον οἱ Προφῆται θεοπτικῶς, αὐτοῦ προχορεύουσιν, οἱ Πατέρες νυνὶ δὲ τὰ Γενέθλια.
________________________________________Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς…
Κοντάκιον
Τῶν Πατέρων Ἦχος πλ. β’
Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ’ ἀγράφῳ οὐσίᾳ θωρακισθέντες, Τρισμακάριοι ἐν τῷ σκάμματι, τοῦ πυρὸς ἐδοξάσθητε, ἐν μέσῳ δὲ φλογὸς ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε. Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Ὁ Οἶκος
Ἔκτεινόν σου τὴν χεῖρα, ἧς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες, καὶ Ἑβραῖοι πολεμούμενοι, μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς θάνατος· ὁ διψῶν ἡμᾶς, καὶ Σατᾶν ὁ μισῶν ἡμᾶς· ἀλλ’ ἔγγισον ἡμῖν, καὶ φεῖσαι τῶν ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν Παίδων σου, τῶν ἐν Βαβυλῶνι ἀπαύστως ἀνυμνούντων σε, καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον, καὶ ἐκ ταύτης κραυγαζόντων σοι· Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΗ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σεβαστιανοῦ καὶ τῶν σὺν αὐτῷ Ζωῆς, Τραγκυλίνου, Νικοστράτου, Κλαυδίου, Κάστορος, Τιβουρτίου, Καστούλου, Μαρκελλίνου καὶ Μάρκου.
Στίχοι
Σεβαστιανὸς τῶν πλάνης σεβασμάτων
Καταφρονήσας τύπτεται τὸ σαρκίον.
Ὀγδοάτῃ δεκάτῃ Σεβαστιανὸς ῥοπαλίσθη.
Ζωὴ πρὸς ὕψος ἐκ κεφαλῆς ἠρμένη,
Καπνῷ δυσώδει λαμβάνει ζωῆς τέλος.
Ναί, βάλλετε σφοδρῶς με συχνοῖς τοῖς λίθοις,
Ἐκ καρδίας ἔκραζεν ὁ Τραγκυλῖνος.
Καὶ τοὺς περὶ Κλαύδιον ὧδε τακτέον.
Οὕς, κἄν βυθὸς συνέσχεν, οὐρανὸς φέρει.
Τιβουρτίου τέμνουσι τὴν θείαν κάραν,
Σύ μου Θεὸς κράζοντος, ὦ Θεοῦ Λόγε.
Κάστουλον εἷλκον εἰς ἀπωλείας βόθρον.
Ὡς δ’ οὐχ ὑπεῖξε, γῆς ἐνεβλήθη βόθρῳ.
Ἐχθρῶν παγέντες, οἷα λόγχαι, καρδίας,
Νύττεσθε λόγχαις, Μάρκε καὶ Μαρκελλῖνε.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐβιότου.
Στίχοι
Ἤθλησεν Εὐβίοτος ἄχρις αἱμάτων,
Βίου δὲ τέρμα εὗρε χωρὶς αἱμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Φλώρου, Ἐπισκόπου Ἀμινσοῦ.
Στίχοι
Εἴκων ὁ Φλῶρος τῇ πάλαι κατακρίσει,
Εἰς γῆν ἀπῆλθε· γῆ γὰρ ἦν, καὶ τὶ ξένον;

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων Φωκᾶ καὶ Ἑρμύλου, διὰ ξίφους τελειωθέντων.
Στίχοι
Ἔγωγε τμηθῶ πρῶτον, Ἕρμυλος λέγει.
Οὔ, φησὶ Φωκᾶς, ἀλλ’ ὁ Φωκᾶς Ἕρμυλε.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ζακχαίου διακόνου, καὶ Ἀλφειοῦ ἀναγνώστου, ἀθλησάντων ἐν Καισαρείᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ , Μνήμη τῆς Ἁγίας καὶ θαυματουργοῦ Σοφίας καὶ τὰ Ἐγκαίνια τοῦ σεβασμίου Οἴκου τῆς Ὑπεραγίας Θεοτόκου, ἐν τοῖς Χαλκοπρατείοις.

Καὶ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μιχαὴλ Συγκέλλου, τοῦ Ὁμολογητοῦ.
Στίχοι
Οὐκ, εἰ τελευτᾷς Μιχαήλ, τοῦτο ξένον·
Ἀλλ’ εἰ θανὼν ζῇς, ὥς περ οὖν ζῇς ἀξίως.
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πρὸ τῆς Χριστοῦ γεννήσεως, μνήμην ἄγειν ἐτάχθημεν παρὰ τῶν Ἁγίων καὶ θεοφόρων Πατέρων ἡμῶν, πάντων τῶν ἀπ’ αἰῶνος Θεῷ εὐαρεστησάντων, ἀπὸ Ἀδὰμ ἄχρι καὶ Ἰωσὴφ τοῦ μνήστορος τῆς Ὑπεραγίας Θεοτόκου, κατὰ γενεαλογίαν, καθὼς ὁ Εὐαγγελιστὴς Λουκᾶς ἱστορικῶς ἠριθμήσατο΄ ὁμοίως καὶ τῶν Προφητῶν καὶ τῶν Προφητίδων.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
________________________________________
ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾠδὴ α’ Ἦχος α’
Χριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
ᾠδὴ γ’
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ’ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,…
ὁ α’ χορός
…Ἅγιος εἶ Κύριε.
ὁ β΄ χορὸς
ᾠδὴ δ’
Ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.
ὁ α’ χορός
ᾠδὴ ε’
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.
ὁ β΄ χορὸς
ᾠδὴ Ϛ’
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.
ὁ α’ χορός
ᾠδὴ ζ’
Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ’ ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον΄ Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.
ὁ β΄ χορὸς
ᾠδὴ η’
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν΄ διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν΄ Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)
ὁ α’ χορός
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν…
ὁ α’ χορός
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν…
ὁ β’ χορός
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν…
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’.
Στίχ. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! Οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.
________________________________________
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
ὁ α’ χορός
Ἦχος β’.
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ β’ χορός
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.
ὁ α’ χορός
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
ὁ β’ χορός
Ὅτι ἅγιος ἐστι.
ὁ α’ χορός
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ε’
Ἡ ζωὴ καὶ ὁδὸς Χριστός, ἐκ νεκρῶν τῷ Κλεόπᾳ καὶ τῷ Λουκᾷ συνώδευσεν, οἷς περ καὶ ἐπεγνώσθη, εἰς Ἐμμαοὺς κλῶν τὸν ἄρτον, ὧν ψυχαὶ καὶ καρδίαι, καιόμεναι ἐτύγχανον, ὅτε τούτοις ἐλάλει ἐν τῇ ὁδῷ, καὶ Γραφαῖς ἡρμήνευεν, ἃ ὑπέστη, μεθ’ ὧν , ἠγέρθη, κράξωμεν, ὤφθη τε καὶ τῷ Πέτρῳ.

ὁ β’ χορὸς
Ὅμοιον
Πατριαρχῶν οἱ πρόκριτοι, καὶ πρὸ νόμου Πατέρες, ἐν πίστει προεξέλαμψαν, Ἀβραάμ, Ἰσαάκ τε, καὶ Ἰακὼβ ὡς φωστῆρες, ἅπαντες γὰρ Προφῆται, καὶ Δίκαιοι ἀνήφθησαν, ἐξ αὐτῶν ὡς λαμπάδες, φωτοειδεῖς, καὶ τὴν Κτίσιν, πᾶσαν ἐσκοτισμένην, ἀκτῖσι κατεφώτισαν, τῆς σεπτῆς προφητείας.

ὁ α’ χορός
Θεοτοκίον Ὅμοιον
Ὑμνῶ σου τὸ ἀμέτρητον, ἔλεος Ποιητά μου, ὅτι σαυτὸν ἐκένωσας, τοῦ φορέσαι καὶ σῶσαι, φύσιν βροτῶν κακωθεῖσαν, καὶ Θεὸς ὢν ἠνέσχου, ἐκ τῆς ἁγνῆς θεόπαιδος, κατ’ ἐμὲ τοῦ γενέσθαι, καὶ κατελθεῖν, μέχρις ᾍδου, θέλων με τοῦ σωθῆναι, πρεσβείαις τῆς Τεκούσης σε,
ὁ β’ χορὸς
…….Δέσποτα πανοικτίρμον.
ΑΙΝΟΙ
ὁ α’ χορός
Ἦχος β’.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός
Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.
ὁ α’ χορός
Ὃτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
ὁ β’ χορός
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
ὁ α’ χορός
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.
ὁ α’ χορός
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.
ὁ β’ χορός
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.
ὁ α’ χορός
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.
ὁ α’ χορός
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ τῆς γῆς.
ὁ β’ χορός
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων, αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.
ὁ α’ χορός
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.
ὁ β’ χορός
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοὶς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

ΨΑΛΜΟΣ ΡΜΘ’ (149)
ὁ α’ χορός
ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ Ὁσίων.
ὁ β’ χορός
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.
ὁ α’ χορός
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ , ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
ὁ β’ χορός
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
ὁ α’ χορός
Καυχἠσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
ὁ β’ χορός
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
ὁ α’ χορός
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.
ὁ α’ χορός
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Πᾶσα πνοή, καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα; διατὶ γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν. Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου. Σωτὴρ ἡμῶν δόξα σοι.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος, αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών, Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν, Ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι, Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.

ὁ α’ χορός
Ἦχος πλ.α’
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Χαίροις ἀσκητικῶν
ᾎρόν σου τὴν φωνὴν ἀληθῶς, Σιὼν Θεοῦ ἡ θεία Πόλις καὶ κήρυξον, Πατέρων τὴν θείαν μνήμην, σὺν Ἀβραάμ, Ἰσαάκ, Ἰακὼβ τιμῶσα τὸν ἀοίδιμον΄ ἰδοὺ σὺν Ἰούδᾳ τε, καὶ Λευΐ μεγαλύνομεν, Μωσῆν τὸν μέγαν, Ἀαρὼν τὸν θεσπέσιον, καὶ γεραίρομεν, σὺν Δαυΐδ Ἰησοῦν, Σαμουήλ΄ Πάντες τὴν προεόρτιον, Χριστοῦ θείαν αἴνεσιν, ὕμνοις ἐνθέοις κροτοῦντες, τῆς παρ’ αὐτοῦ ἀγαθότητος, τυχεῖν ἐξαιτοῦμεν, τοῦ παρέχοντος τῷ κόσμῳ , τὸ μέγα ἔλεος.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ᾎρόν σου τὴν φωνὴν ἀληθῶς,…
ὁ α’ χορός
Στίχ. Εὐλογητός εἶ, Κύριε, ὁ Θεός τῶν Πατέρων ἡμῶν, καί αἰνετόν καί δεδοξασμένον τό ὄνομά σου εἰς τούς αἰῶνας.
Δεῦρο ὁ ἐν πυρίνῳ ποτέ, ἐπιδιφρεύσας Ἠλιοὺ θείῳ ἅρματι, θεόφρον Ἐλισσαιέ τε, σὺν Ἐζεκίᾳ ὁμοῦ, Ἰωσίᾳ ἅμα συναγάλλεσθε΄ σεπτὴ δωδεκάς τε, τῶν Προφητῶν ἡ θεόπνευστος, τοῖς Γενεθλίοις, τοῦ Σωτῆρος συγχόρευε, καὶ ἐν ᾄσμασι, πάντες Δίκαιοι ᾄσατε. Παῖδες οἱ παμμακάριστοι, οἱ δρόσῳ τοῦ Πνεύματος, σβέσαντες φλόγα καμίνου, ὑπέρ ἡμῶν ἱκετεύσατε, Χριστὸν δυσωποῦντες, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
ὁ β’ χορὸς
Στίχ. ῞Οτι δίκαιος εἶ ἐπί πᾶσιν, οἷς ἐποίησας ἡμῖν, καί πάντα τά ἔργα σου ἀληθινά καί εὐθεῖαι αἱ ὁδοί σου.
Ὤφθη ἡ ἀπ’ αἰῶνος ἐν γῇ, κηρυττομένη Προφητῶν ἐν τοῖς φθέγμασι, Παρθένος ἡ Θεοτόκος, ἣν Πατριάρχαι σοφοί, καὶ Δικαίων δῆμοι καταγγέλλουσι΄ μεθ’ ὧν συγχορεύει, καὶ γυναικῶν ἡ εὐπρέπεια, Σάῤῥα, Ῥεβέκκα, καὶ Ῥαχὴλ σὺν τῇ Ἄννῃ τε, καὶ ἡ ἔνδοξος, Μαριὰμ ἡ Μωσέως ὁμοῦ΄ ταύταις συνεπαγάλλονται, καὶ κόσμου τὰ πέρατα, σύμπασα κτίσις γεραίρει, ὅτι Θεὸς παραγίνεται, σαρκὶ τοῦ τεχθῆναι, καὶ δωρήσασθαι τῷ κόσμῳ τὸ μέγα ἔλεος.
ὁ α’ χορὸς
Δόξα Πατρί… Τῶν Πατέρων – Ἦχος πλ. δ’
Τῶν νομικῶν διδαγμάτων ὁ σύλλογος, τὴν ἐν σαρκὶ ἐμφανίζει τοῦ Χριστοῦ θείαν Γέννησιν, τοῖς πρὸ τοῦ νόμου τὴν χάριν εὐαγγελιζομένοις, ὡς ὑπὲρ νόμον τῇ πίστει ὑπάρξασιν΄ ὅθεν τῆς φθορᾶς ἀπαλλαγῆς οὖσαν πρόξενον, ταῖς ἐν ᾅδῃ κατεχομέναις ψυχαῖς προεκήρυττον, διὰ τῆς ἀναστάσεως΄ Κύριε δόξα σοι.
ὁ β’ χορός
Καὶ νῦν… ἦχος β’ (πάντοτε)
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία Μεγάλη
εἰς ἦχον β’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
• Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
• Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
• Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
• Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
• Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
• Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
• Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
• Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
• Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
• Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
• Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
• Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
• Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
• Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
• Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
• Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
• Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς τὸ παρόν Ἀναστάσιμον Τροπάριον
ὁ β’ χορός
Ἦχος β’
Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ᾄσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικά, οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου εἰς δ’, καὶ δ’ ἐκ τῆς Ϛ’ ᾠδῆς τοῦ Κανόνος τῶν Πατέρων.
ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΤΥΠΙΚΩΝ
ΣΤΑΣΙΣ Α’
ΨΑΛΜΟΣ ΡΒ’ (102)
Ἦχος πλ. δ’
ὁ α’ χορός
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον,
Εὐλογητὸς εἶ, Κύριε,
• • Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
ὁ β’ χορός
• • Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
ὁ α’ χορός
• • Τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου.
ὁ β’ χορός
• • Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς.
ὁ α’ χορός
• • Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
ὁ β’ χορός
• • Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.
ὁ α’ χορός
• • Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ.
ὁ β’ χορός
• • Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος, οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ.
ὁ α’ χορός
• • Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.
ὁ β’ χορός
• • Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς, ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν.
ὁ α’ χορός
• • Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν.
ὁ β’ χορός
• • Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἐσμεν.
ὁ α’ χορός
• • Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.
ὁ β’ χορός
• • Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
ὁ α’ χορός
• • Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν.
ὁ β’ χορός
• • Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
ὁ α’ χορός
• • Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
ὁ β’ χορός
• • Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ Ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
ὁ α’ χορός
• • Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ.
ὁ β’ χορός
• • Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ, εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
ὁ α’ χορός
• Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
ὁ β’ χορός
• Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.
ὁ α’ χορός
• Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Εὐλογητὸς εἶ, Κύριε.

ΣΤΑΣΙΣ Β’
ΨΑΛΜΟΣ ΡΜΕ’ (145)
Ἦχος β’
ὁ β’ χορός
Δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι
• • Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
ὁ α’ χορός
• • Μὴ πεποίθατε ἐπ’ ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία.
ὁ β’ χορός
• • Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ.
ὁ α’ χορός
• • Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.
ὁ β’ χορός
• • Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
ὁ α’ χορός
• • Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.
ὁ β’ χορός
• • Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσι.
ὁ α’ χορός
• • Κύριος λύει πεπεδημένους, Κύριος σοφοῖ τυφλούς, Κύριος ἀνορθοῖ κατεῤῥαγμένους, Κύριος ἀγαπᾷ δικαίους, Κύριος φυλάσσει τοὺς προσηλύτους.
ὁ β’ χορός
• • Ὀρφανὸν καὶ χήραν ἀναλήψεται, καὶ ὁδόν ἁμαρτωλῶν ἀφανιεῖ.
ὁ α’ χορός
• • Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεὸς σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
ὁ β’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ΣΤΑΣΙΣ Γ’
ΟΙ ΜΑΚΑΡΙΣΜΟΙ
Ἦχος β’
ὁ α’ χορός
• • Ἐν τῇ βασιλείᾳ σου μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
ὁ β’ χορός
• Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
ὁ α’ χορός
• • Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
ὁ β’ χορός
• • Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
• ὁ α’ χορός
• Στίχ. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
• Τὴν φωνὴν σοι προσάγομεν, τοῦ Λῃστοῦ, καὶ βοῶμέν σοι· Μνήσθητι ἡμῶν Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.

ὁ β’ χορός
• Στίχ. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.

• Τὸν Σταυρὸν σοι προσάγομεν, εἰς πταισμάτων συγχώρησιν, ὃν ὑπὲρ ἡμῶν, κατεδέξω φιλάνθρωπε.

• ὁ α’ χορός
• Στίχ. Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
• Προσκυνοῦμέν σου Δέσποτα, τὴν ταφὴν καὶ τὴν ἔγερσιν, δι’ ὧν ἐκ φθορᾶς ἐλυτρώσω, τὸν κόσμον φιλάνθρωπε.
• ὁ β’ χορός
• Στίχ. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
• Τῷ θανάτῳ σου Κύριε, κατεπόθη ὁ θάνατος, καὶ τῇ Ἀναστάσει σου Σῶτερ, τὸν κόσμον διέσωσας.
• ὁ α’ χορός
• ἦχος πλ.β’
• Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.
• Ϛ’ ᾠδή
• Τοῦ βίου τὴν θάλασσαν
• Ὁ τρόπος φιλόξενος, ἡ δὲ πίστις ὑψηλή, Ἀβραὰμ τοῦ προπάτορος, ὅθεν θεῖον μυστήριον τυπικῶς, δεξάμενος ἔχαιρε, τοῦ Χριστοῦ δὲ προτρέχων νῦν ἀγάλλεται.
• ὁ β’ χορός
• Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
• Τὴν κτίσιν ὑπέταξε, νῦν ἡ πίστις τοῖς παισί, τῇ δωρεᾷ τοῦ Πνεύματος, τὸ γὰρ πῦρ τὸ παμφάγον καὶ ἀναιδές, ᾐδέσθη τοὺς σέβοντας, τοῦ πυρὸς τὸν ἐργάτην, Ἰησοῦν τὸν Χριστόν.
• ὁ α’ χορός
• Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
• Τοῦ κόσμου τὸ ἄγριον, τῇ ἐλεύσει τοῦ Χριστοῦ, ῥυθμίζεσθαι ὑπέφηνεν, εἰρήνην πρὸς τὴν θείαν θεοπρεπῶς, φιμώσας τοὺς λέοντας, Δανιὴλ ὁ Προφήτης ἐν τῷ λάκκῳ ποτέ.
• ὁ β’ χορός
• Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Θεοτοκίον
• Νηδύος ἐκύησας, ἐκ Παρθένου τὸν Χριστόν, Μαρία Μήτηρ ἄνανδρε, ὃν εἶδον οἱ Προφῆται θεοπτικῶς΄ αὐτοῦ προχορεύουσιν, οἱ Πατέρες νυνὶ δὲ τὰ Γενέθλια.
• ________________________________________
• Ὅπου δὲν θὰ ψαλλοῦν τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοὶ τότε τὰ Ἀντίφωνα τῶν Κυριακῶν ὡς ἀκολούθως
• ΑΝΤΙΦΩΝΑ ( τῶν Κυριακῶν)
• Ἀντίφωνον Α’
• ὁ α’ χορός
• Ἦχος β´.
• Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
• Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
• ὁ β’ χορός
• Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
• Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
• ὁ α’ χορός
• Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ Βασιλεία αὐτοῦ πάντων δεσπόζει.
• Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
• ὁ β’ χορός
• Δόξα Πατρί…
• ὁ α’ χορός
• Καὶ νῦν.
• Ταῖς πρεσβείαις τῆς Θεοτόκου…
• Ἀντίφωνον Β’
• ὁ β’ χορός
• Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
• Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.
• ὁ α’ χορός
• Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
• Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν…
• ὁ β’ χορός
• Στίχ. γ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
• Σῶσον, ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν…
• ὁ α’ χορός
• Δόξα Πατρὶ…
• ὁ β’ χορός
• Καὶ νῦν…
• Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
• Ἀντίφωνον Γ’
• ὁ α’ χορός
• Ἦχος β´.
• Στίχ. α´. Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
• Ἀπολυτίκιον. Ἦχος β´.
• Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
• ὁ β’ χορός
• Στίχ. β´. Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.
• Ὅτε κατῆλθες πρὸς τὸν θάνατον,…
• Μικρὰ Εἴσοδος.

• Εἰσοδικὸν
• ὁ α’ χορός
• ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
• Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἀναστάς ἐκ νεκρῶν…..
ὁ β’ χορὸς
• …ψάλλοντάς σοι, Ἀλληλούϊα.
• ὁ α’ χορός
• ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
• Ἀπολυτίκιον. Ἦχος β´.
• Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον, Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
ὁ β’ χορός
Ἀπολυτίκιον τῶν Πατέρων
Ἦχος β ‘
Μεγάλα τὰ τῆς Πίστεως κατορθώματα! ἐν τῇ πηγὴ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ Ἅγιοι τρεῖς Παῖδες ἠγάλλοντο, καὶ ὁ Προφήτης Δανιήλ, λεόντων ποιμήν, ὡς προβάτων ἐδείκνυτο. Ταῖς αὐτῶν ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
ὁ α’ χορὸς
Τοῦ Ναοῦ
ὁ β’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντάκιον Προεόρτιον Ἦχος γ’
Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως, Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.
________________________________________ Τρισάγιον
________________________________________
Ἀπόστολος
Κυριακῆς πρό τῆς Χριστοῦ Γεννήσεως
Προκείμενον Ἦχος δ’ Ὕμνος Τριῶν Παίδων
Εὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Στίχ. Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
(Κεφ. ΙΑ’, 9-10, 32-40)
Ἀδελφοί, πίστει παρῴκησεν Ἀβραὰμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος, περὶ Γεδεὼν, Βαράκ τε, καὶ Σαμψών, καὶ Ἰεφθάε, Δαυΐδ τε καὶ Σαμουήλ, καὶ τῶν Προφητῶν΄ Οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων΄ ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν, ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν΄ ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς΄ ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον΄ περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, (ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος) ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες, μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.

Ἦχος δ΄
Ἀλληλούϊα (γ’)
Στίχ.Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.
• Στίχ. Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.
________________________________________
• Εὐαγγέλιον
• Εὐαγγέλιον (Ματθ. α´ 1-25).
Κυριακῆς πρό τῆς Χριστοῦ Γεννήσεως
• Ἐκ τοῦ κατὰ Ματθαῖον.
• Βίβλος γενέσεως ᾽Ιησοῦ Χριστοῦ υἱοῦ Δαυΐδ υἱοῦ ᾽Αβραάμ. ᾽Αβραὰμ ἐγέννησεν τὸν ᾽Ισαάκ, ᾽Ισαὰκ δὲ ἐγέννησεν τὸν ᾽Ιακώβ, ᾽Ιακὼβ δὲ ἐγέννησεν τὸν ᾽Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ,᾽Ιούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησεν τὸν Ἐσρώμ, Ἐσρὼμ δὲ ἐγέννησεν τὸν ᾽Αράμ,᾽Αρὰμ δὲ ἐγέννησεν τὸν ᾽Αμιναδάβ, ᾽Αμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸζ ἐκ τῆς ῾Ραχάβ, Βοὸζ δὲ ἐγέννησεν τὸν ᾽Ιωβὴδ ἐκ τῆς ῾Ρούθ, ᾽Ιωβὴδ δὲ ἐγέννησεν τὸν ᾽Ιεσσαί,᾽Ιεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυΐδ τὸν βασιλέα. Δαυΐδ δὲ ὁ βασιλεὺς ἐγέννησεν τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησεν τὸν ῾Ροβοάμ, ῾Ροβοὰμ δὲ ἐγέννησεν τὸν ᾽Αβιά, ᾽Αβιὰ δὲ ἐγέννησεν τὸν ᾽Ασά,᾽Ασὰ δὲ ἐγέννησεν τὸν ᾽Ιωσαφάτ, ᾽Ιωσαφὰτ δὲ ἐγέννησεν τὸν ᾽Ιωράμ, ᾽Ιωρὰμ δὲ ἐγέννησεν τὸν ᾽Οζίαν,᾽Οζίας δὲ ἐγέννησεν τὸν ᾽Ιωάθαμ, ᾽Ιωάθαμ δὲ ἐγέννησεν τὸν Ἄχαζ, Ἄχαζ δὲ ἐγέννησεν τὸν Ἐζεκίαν, Ἐζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸν ᾽Αμών, ᾽Αμὼν δὲ ἐγέννησεν τὸν ᾽Ιωσίαν,᾽Ιωσίας δὲ ἐγέννησεν τὸν ᾽Ιεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος ᾽Ιεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ,Ζοροβάβελ δὲ ἐγέννησεν τὸν ᾽Αβιούδ, ᾽Αβιοὺδ δὲ ἐγέννησεν τὸν ᾽Ελιακείμ, ᾽Ελιακεὶμ δὲ ἐγέννησεν τὸν ᾽Αζώρ,᾽Αζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν ᾽Αχείμ, ᾽Αχεὶμ δὲ ἐγέννησεν τὸν ᾽Ελιούδ,᾽Ελιοὺδ δὲ ἐγέννησεν τὸν ᾽Ελεάζαρ, ᾽Ελεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησεν τὸν ᾽Ιακώβ,᾽Ιακὼβ δὲ ἐγέννησεν τὸν ᾽Ιωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη ᾽Ιησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ ᾽Αβραὰμ ἕως Δαυΐδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυΐδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. Τοῦ δὲ ᾽Ιησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ ᾽Ιωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. ᾽Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῷ λέγων΄ ᾽Ιωσὴφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου΄ τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου· τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν΄ αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Κυρίου διὰ τοῦ προφήτου λέγοντος΄᾽Ιδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ ᾽Εμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾽ ἡμῶν ὁ Θεός. Ἐγερθεὶς δὲ ὁ ᾽Ιωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ· καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν υἱόν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν.
• ὁ α’χορὸς
• Δόξα σοι, Κύριε, δόξα σοι. ________________________________________Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
• ________________________________________Εἰς τό᾽Εξαιρέτως
ὁ α’ χορός
ἦχος β’
• Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
• ________________________________________
• Κοινωνικόν
• ὁ β’ χορός
• ἦχος γ’
• Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα.
• ὁ α’ χορός
• ἦχος β’
• Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
• ὁ β’ χορός
• ἦχος πλ. α΄
• Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

• ἦχος β’
• Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).
Ἀπόλυσις «…῾Ο ἀναστάς ἐκ νεκρῶν…»
________________________________________

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s