ΧΑΤΖΗΜΑΡΚΟΣ ΜΑΝΩΛΗΣ

“ΠΡΟ ΕΞ ΗΜΕΡΩΝ” ΜΑΝΩΛΗΣ ΧΑΤΖΗΜΑΡΚΟΣ ΗΧΟΣ ΠΛ. Β΄

“ΣΗΜΕΡΟΝ Η ΧΑΡΙΣ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ” ΧΑΤΖΗΜΑΡΚΟΣ ΜΑΝΩΛΗΣ ΗΧΟΣ ΠΛ. Β΄

“ΤΗΝ ΩΡΑΙΟΤΗΤΑ ΤΗΣ ΠΑΡΘΕΝΙΑΣ ΣΟΥ” ΧΑΤΖΗΜΑΡΚΟΣ ΜΑΝΩΛΗΣ ΗΧΟΣ Γ΄

“Πάτερ ἀγαθέ” ΗΧΟΣ ΠΛ. Β΄ ΔΟΞΑΣΤΙΚΟΝ ΤΩΝ ΑΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΣΩΤΟΥ ΥΙΟΥ +ΜΑΝΩΛΗΣ ΧΑΤΖΗΜΑΡΚΟΣ

Δόξα… Ἦχος πλ. β’ Πάτερ ἀγαθέ, ἐμακρύνθην ἀπὸ σοῦ μὴ ἐγκαταλίπῃς με, μηδὲ ἀχρεῖον δείξῃς τῆς βασιλείας σου· ὁ ἐχθρὸς ὁ παμπόνηρος ἐγύμνωσέ με, καὶ ᾖρέ μου τὸν πλοῦτον· τῆς ψυχῆς τὰ χαρίσματα ἀσώτως διεσκόρπισα, ἀναστὰς οὖν, ἐπιστρέψας πρὸς σὲ ἐκβοῶ· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου, ὁ δι’ ἐμὲ ἐν Σταυρῷ τὰς ἀχράντους […]

“Εἰς ἀναμάρτητον χώραν” ΙΔΙΟΜΕΛΟΝ ΕΣΠΕΡΙΝΟΥ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΑΣΩΤΟΥ ΥΙΟΥ ΗΧΟΣ Α΄ +ΜΑΝΩΛΗΣ ΧΑΤΖΗΜΑΡΚΟΣ

Ἦχος α’ Εἰς ἀναμάρτητον χώραν, καὶ ζωηράν, ἐπιστεύθην, γεωσπορήσας τὴν ἁμαρτίαν, τῇ δρεπάνῃ ἐθέρισα, τοὺς στάχυας τῆς ἀμελείας, καὶ δραγμάτων ἐστοίβασα, πράξεών μου τὰς θημωνίας, ἃς καὶ κατέστρωσα οὐχ ἅλωνι τῆς μετανοίας. Ἀλλ’ αἰτῶ σε, τὸν προαιώνιον γεωργὸν ἡμῶν Θεόν, τῷ ἀνέμῳ τῆς σῆς φιλευσπλαγχνίας ἀπολίκμισον τὸ ἄχυρον τῶν ἔργων μου καὶ σιτάρχησον τῇ ψυχῇ […]

“ΕΔΩΚΑΣ ΚΛΗΡΟΝΟΜΙΑΝ” ΧΑΤΖΗΜΑΡΚΟΣ ΜΑΝΩΛΗΣ

“Μὴ ἀποστρέψῃς” “Χαλινοὺς ἀποπτύσας” ΗΧΟΣ ΠΛ. Δ΄ ΧΑΤΖΗΜΑΡΚΟΣ ΜΑΝΩΛΗΣ

Προκείμενον Ἦχος πλ. δ’ Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου, ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου, πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν. Ἀπόστιχο Ἦχος πλ. δ’ Χαλινοὺς ἀποπτύσας τοὺς πατρικούς, ἀστάτῳ φρενί, τοῖς κτηνώδεσι τῆς ἁμαρτίας, λογισμοῖς συνέζησα, ὅλον μου τὸν βίον δαπανήσας ἀσώτως, ὁ τάλας ἐγώ, τροφῆς δὲ λειπόμενος, βεβαιούσης καρδίαν, […]

Follow

Get every new post delivered to your Inbox.

Join 82 other followers