ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

“ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΜΕΓΑΛΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ” ΙΕΡΑ ΜΟΝΗ ΚΥΚΚΟΥ 1986 +ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

ΕΣΠΕΡΙΝΟΣ ΤΗΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΟΥ ΣΩΤΗΡΟΣ 1985 + ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

“Τὴν κοινὴν Ἀνάστασιν” ΗΧΟΣ Α΄ ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

Ἦχος α’ Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον, Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.

“ΤΗΝ ΥΨΗΛΟΦΡΟΝΑ ΓΝΩΜΗΝ” ΔΟΞΑΣΤΙΚΟ ΑΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΩΣ ΗΧΟΣ ΠΛ.Δ΄ +ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

Δόξα … Ἰδιόμελον τοῦ Τριῳδίου Ἦχος πλ. δ’ Τὴν ὑψηλόφρονα γνώμην τῶν κακίστων Φαρισαίων ὁ πάντων Κύριος παραβολικῶς ἐκφεύγειν ταύτην ἐδίδαξε καὶ μὴ ὑψηλοφρονεῖν, παρ’ ὃ δεῖ φρονεῖν, πάντας ἐπαίδευσεν ὑπογραμμὸς καὶ τύπος ὁ αὐτὸς γενόμενος, μέχρι Σταυροῦ καὶ θανάτου, ἑαυτὸν ἐκένωσεν. Εὐχαριστοῦντες οὖν σὺν τῷ Τελώνῃ εἴπωμεν, ὁ παθὼν ὑπὲρ ἡμῶν καὶ ἀπαθής διαμείνας Θεὸς […]

“Τὸ στάδιον τῶν ἀρετῶν ἠνέῳκται” ΗΧΟΣ ΠΛ, Α΄ΣΤΙΧΗΡΟΝ ΙΔΙΟΜΕΛΟΝ ΤΩΝ ΑΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΤΥΡΙΝΗΣ ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

  Ἦχος πλ. α’ Τὸ στάδιον τῶν ἀρετῶν ἠνέῳκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε, ἀναζωσάμενοι τὸν καλὸν τῆς Νηστείας ἀγῶνα· οἱ γὰρ νομίμως ἀθλοῦντες, δικαίως στεφανοῦνται, καὶ ἀναλαβόντες τὴν πανοπλίαν τοῦ Σταυροῦ, τῷ ἐχθρῷ ἀντιμαχησώμεθα, ὡς τεῖχος ἄρρηκτον κατέχοντες τὴν Πίστιν, καὶ ὡς θώρακα τὴν προσευχήν, καὶ περικεφαλαίαν τὴν ἐλεημοσύνην, ἀντὶ μαχαίρας τὴν νηστείαν, ἥτις ἐκτέμνει […]

“ΕΦΘΑΣΕ ΚΑΙΡΟΣ” ΗΧΟΣ ΠΛ. Β΄ ΔΟΞΑΣΤΙΚΟΝ ΤΩΝ ΑΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΤΥΡΙΝΗΣ ΣΤΑΝΙΤΣΑΣ ΘΡΑΣΥΒΟΥΛΟΣ

“Προκαθάρωμεν ἑαυτούς” ΗΧΟΣ Α΄ ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΑΠΟΚΡΕΩ +ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

Δόξα… Ἦχος α’ Προκαθάρωμεν ἑαυτούς, ἀδελφοί, τῇ βασιλίδι τῶν ἀρετῶν· ἰδοὺ γὰρ παραγέγονε, πλοῦτον ἡμῖν ἀγαθῶν κομίζουσα, τῶν παθῶν κατευνάζει τὰ οἰδήματα, καὶ τῷ Δεσπότῃ καταλλάττει τοὺς πταίσαντας· διὸ μετ’ εὐφροσύνης ταύτην ὑποδεξώμεθα, βοῶντες Χριστῷ τῷ Θεῷ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀκατακρίτους ἡμᾶς διαφύλαξον, δοξολογοῦντάς σε τὸν μόνον ἀναμάρτητον.

Η Θ΄ ΩΔΗ ΤΟΥ ΚΑΝΟΝΟΣ ΤΗΣ ΥΠΑΠΑΝΤΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΜΑΣ ΗΧΟΣ Γ΄+ ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

“Ὁ ἐν χερσὶ πρεσβυτικαῖς” ΔΟΞΑΣΤΙΚΟ ΤΩΝ ΑΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΥΠΑΠΑΝΤΗΣ ΤΟΥ ΚΥΡΙΟΥ ΜΑΣ ΗΧΟΣ ΠΛ. Β΄ ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

Δόξα… Καὶ νῦν… Ἦχος πλ. β’   Γερμανοῦ Ὁ ἐν χερσὶ πρεσβυτικαῖς, τὴν σήμερον ἡμέραν, ὡς ἐφ’ ἅρματος Χερουβίμ, ἀνακλιθῆναι εὐδοκήσας Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, τῆς τῶν παθῶν τυραννίδος, ἀνακαλούμενος ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

“Σοφίας ἐραστὴς γενόμενος Ὅσιε” ΗΧΟΣ ΠΛ. Δ΄ ΔΟΞΑΣΤΙΚΟΝ ΕΣΠΕΡΙΝΟΥ ΕΟΡΤΗΣ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ +ΘΡΑΣΥΒΟΥΛΟΣ ΣΤΑΝΙΤΣΑΣ

Δόξα… Ἦχος πλ. δ’ Ἀνατολίου Σοφίας ἐραστὴς γενόμενος Ὅσιε, καὶ πάντων τῶν ὄντων, τὴν πρὸς Θεὸν προκρίνας συμβίωσιν, μελέτην θανάτου, εἰκότως τῷ βίῳ κατέλιπες· τὰ γὰρ σαρκὸς πάθη, ἐγκρατείας πόνοις, σεαυτῷ περιελόμενος, καὶ θείου μελέτῃ Νόμου, ἀδούλωτον τῆς ψυχῆς τηρήσας τὸ ἀξίωμα, ἀρετῆς περιουσίᾳ, ὅλον τῆς σαρκὸς τὸ φρόνημα, καθυπέταξας τῷ πνεύματι· διὸ σάρκα μισήσας, […]

Follow

Get every new post delivered to your Inbox.

Join 73 other followers